3. Οὔκουν οὔτε διὰ νεύρων μόνων κινεῖταί
4. τι μόριον, οὔτε διὰ χόνδρων ἢ συνδέσμων. ὁ μὲν γὰρ
5. χόνδρος ἀλοιφῆς μέν τινος χρείαν τοῖς ἄρθροις παρέχεται,
6. συναφθεὶς δ’ ὀργάνοις κινητικοῖς, βάρος αὐτοῖς περιττὸν ἂν
7. ἦν, ὥσπερ τις λίθος ἐκκρεμάμενος. τὸ δὲ νεῦρον αἰσθητικὸν
8. μὲν, εἰς ὅσον ἐστὶ μαλακὸν, ἀῤῥωστότερον δὲ ἢ ὥστε
9. κινεῖν καὶ μεταφέρειν ὅλον κῶλον. ὁ δὲ δὴ σύνδεσμος, ἐν
10. τῷ μεταξὺ τούτων ὑπάρχων, ἀσφαλῶς μὲν συνδεῖν καὶ μὴ
11. κωλύειν κινεῖσθαι τὰ μέλη δυνατὸς, οὐ μὴν αὐτός γε κινητικὸν
12. ὄργανον οἷόν τ’ ἦν γενέσθαι, τὴν γένεσιν οὐκ ἐκ τῆς
13. κινούσης ἀρχῆς τὸ ζῶον ὁμοίως τοῖς νεύροις, ἀλλ’ ἐξ ὀστοῦ
14. λαμβάνων. ἐδείχθη γὰρ, ὡς μαλακὸν ἐχρῆν εἶναι τὸν τῆς
15. τοιαύτης ἀρχῆς ὄγκον· οὐδὲν δ’ οὔτ’ ἐκ μαλακοῦ τελέως
16. σκληρὸν, οὔτ’ ἐκ σκληροῦ μαλακὸν οἷόν τε φύεσθαι.
17. διὰ ταύτας οὖν τὰς ἀνάγκας ἡ φύσις οὔτε τοῖς συνδέσμοις
1. μόνοις ἠδυνήθη χρήσασθαι πρὸς τὰς καθ’ ὁρμὴν κινήσεις,
2. ὅτι μήτ’ αἰσθήσεως αὐτοῖς μήτε κινήσεως μετῆν, ὡς ἂν
3. μηδὲ συνημμένοις τῷ τὸ τῆς ψυχῆς ἡγεμονοῦν περιέχοντι
4. τόπῳ, νεύροις τ’ οὐχ οἷόν τε χρῆσθαι μόνοις, ἀδυνάτοις
5. οὖσι διὰ μαλακότητα μεταφέρειν βάρη τηλικαῦτα. δεόντως
6. οὖν, ἔνθα μὲν δέσεως χρῄζει μόνης τὸ μέλος, ἐνταῦθα σύνδεσμός
7. ἐστι μόνος, ἔνθα δ’ αἰσθήσεως μόνης, νεῦρον, ἐν
8. οἷς δ’ ἂν ᾖ χρεία κινήσεως τῆς κατὰ προαίρεσιν, ἐν τούτοις
9. ἀμφότερα, τοῦ μὲν νεύρου τό τε παρὰ τοῦ λογισμοῦ
10. πρόσταγμα διακομίζοντος, καὶ τὴν τῆς κινήσεως ἀρχὴν ἐνδιδόντος,
11. τοῦ δὲ συνδέσμου τὴν εἰς τὸ βαστάζειν τὰ κινούμενα
12. ῥώμην τῷ νεύρῳ παρέχοντος. μικτὸν οὖν ἐξ ἀμφοῖν
13. ἐχρῆν τι δημιουργηθῆναι κινήσεως ὄργανον, ὃ πάντως
14. ἔμελλεν νεύρου μὲν σκληρότερον, συνδέσμου δ’ ἔσεσθαι μαλακώτερον,
15. ἀτὰρ οὖν καὶ μεθέξειν αἰσθήσεως ἧττον μὲν
16. ἢ νεῦρον, μᾶλλον δ’ ἢ σύνδεσμος, καὶ ῥώμης δὴ καὶ ἀῤῥωστίας,
17. καὶ τῶν ἄλλων τῶν ἐναντίων, ἃ καὶ συνδέσμοις
1. ὑπάρχει καὶ νεύροις, ἐν τῷ μέσῳ τετάξεσθαι, διὰ τὸ μετέχειν
2. μὲν ἑκατέρων τῶν γεννησαμένων αὐτὸ τῆς οὐσίας, οὐ
3. μὴν ἀκριβῶς οὐδετέραν, οὐδὲ μόνην, οὐδ’ ἀνεπίμικτον ἔχειν,
4. ἀλλ’ ἐξ ἀμφοῖν κεκρᾶσθαι. καὶ μὴν οὐδὲν οὐδενὶ δι’ ὅλου
5. κεράννυσθαι δύναται μὴ καταθραυσθὲν πρότερον εἰς μικρὰ
6. μόρια. κατατέμνειν οὖν ἑκάτερον εἰς λεπτὰς ἶνας ἀναγκαῖον
7. ἦν, κᾄπειτ’ ἀλλήλαις ἐκείνας συνάπτειν εἰς γένεσιν τοῦ μέσου
8. τὴν οὐσίαν αὐτῶν ὀργάνου τοῦ κινητικοῦ. ἀλλ’ εἴπερ
9. τοῦτ’ ἐποίησε μόνον ἄνευ τοῦ πληρῶσαι τὰς μεταξὺ χώρας
10. οὐσίας μαλακῆς, οἷον στοιβῆς τέ τινος ἐσομένης αὐτοῖς
11. καὶ ἕδρας ἀσφαλοῦς, οὐδ’ ἂν ἐπ’ ὀλίγον ἀθλάστους τε καὶ
12. ἀῤῥήκτους τὰς ἶνας φυλάττεσθαι δυνατὸν ἦν. τὴν οὖν
13. στοιβὴν ταύτην οὐδ’ αὐτὴν ἄχρηστον ἡ πάντη σοφὴ φύσις,
14. ἀλλὰ καὶ κρύους καὶ θάλπους ἀλέξημα καὶ τοῖς πιλητοῖς
15. κτήμασιν ὁμοιότατον σκέπασμα κατά τε τῶν ἰνῶν
16. αὐτῶν ἐν κύκλῳ περιεβάλετο, καὶ προσέτι ταῖς ἀρτηρίαις
17. καὶ ταῖς φλεψὶν ὑποστόρεσμά τι καὶ ἀμφίεσμα θαυμαστὸν
1. ἐξεπορίσατο. καί σοι περὶ μὲν ταύτης ἐν τῷ πρώτῳ πάντων
2. εἴρηται λόγῳ, διότι τε σὰρξ ὀνομάζεται τὸ τὰς χρείας
3. τοιαύτας τοῖς ζώοις παρέχον, ὅπως τε καὶ κρύους
4. καὶ θάλπους ἐστὶν ἴαμα, καίτοι γ’ ἐναντία ἀλλήλοις ὑπάρχοντα.
5. ἐν δ’ αὐτοῖς περὶ μυῶν κινήσεως προείρηται, πῶς
6. μὲν εἰς ἶνας νεῦρα καὶ σύνδεσμοι λύονται, πῶς δ’ αὐτοῖς
7. ἡ ἁπλῆ σὰρξ ἀναμίγνυται, πῶς δ’ αὖθις ἀλλήλαις συνιουσῶν
8. τε καὶ κεραννυμένων τῶν ἰνῶν, τὸ μὲν ἐκ τούτων συγκείμενον
9. ὁ τένων γίνεται, τὸ δ’ ἐξ ἁπάντων ὁ μῦς. νυνὶ
10. δ’ ἡ χρεία καὶ τένοντος γενέσεως εἴρηται καὶ μυός. ὁ μὲν
11. γὰρ τένων τὸ πρῶτόν ἐστιν αὐτὸ τῆς κινήσεως ὄργανον·
12. ὁ δ’ αὖ μῦς τῆς γενέσεως αὐτοῦ χάριν ἐγένετο, καὶ τὰς
13. τῆς συνθέτου σαρκὸς τῷ ζώῳ χρείας παρέχεται, πίπτοντος
14. μὲν ἢ ἄλλως κατακλινομένου μαλθακὸν ὑποστόρεσμα γινόμενος,
15. πληττομένου δὲ σκέπασμα τοῖς πιλητοῖς ὁμοιότατον
16. κτήμασιν, ἀλλὰ καὶ τιτρωσκομένων πρόβλημα, καὶ
17. θάλπων μὲν ἐν κρύει, σκιάζων δ’ ἐν θάλπει. καὶ τί γὰρ
1. ἄλλο ἢ πρὸ πάντων τῶν κυρίων μερῶν εἰς ἅπασαν ἔκκειται
2. βλάβην τὸ σαρκῶδες γένος; οὕτως ἐξ ἁπάντων ἡ φύσις
3. ὠφελεῖται ἅμα καὶ κοσμεῖ καὶ φρουρεῖ τὸ ζῶον. οὗτοι
4. μὲν οἱ κοινοὶ λόγοι περὶ χρείας συνδέσμων καὶ τενόντων
5. καὶ μυῶν ἐν τῷδε μάλιστα τῆς ὅλης διεξόδου γεγράφθαι
6. φθάνοντες, ἡνίκα περὶ νεύρων φύσεώς τε ἅμα καὶ χρείας
7. καὶ ἀρχῆς ἐν τοῖς πρόσθεν αὐτάρκως ἐξηγησάμεθα· καὶ μέν
8. γε καὶ περὶ τοῦ κυριωτάτου τῶν ἄρθρων ἁπάντων ὁ λόγος
9. ἐστὶν ἡμῖν ὁ νῦν περαινόμενος. οὐκοῦν οὐδὲ κατὰ τοῦτ’ ἄν
10. τις ἐγκαλέσαι τὸν κοινὸν λόγον ἐπὶ τούτου διελοῦσιν ἡμῖν.
11. εἴρηται δ’ ἤδη πολλάκις, ὡς ἕκαστον τῶν κοινῶν ἅπαξ μέν
12. που τελέως διέξιμεν, ὑπομιμνήσκομεν δ’ ἐν τοῖς κατὰ μέρος,
13. ὡς ἂν μάλιστα διὰ βραχυτάτων ἡμῖν τὸ πᾶν περαίνηται.
14. καὶ γὰρ οὖν καὶ ὅτι τῶν μυῶν τινες μὲν εἰς ἕνα
15. μέγαν τελευτῶντες τένοντα, τινὲς δὲ διὰ τῶν σαρκοειδῶν
16. μορίων καθήκουσιν εἰς τὰ κῶλα, πολλοῖς δηλονότι καὶ
17. σμικροῖς τένουσι κινοῦντες αὐτὰ, διὰ τῶν ἔμπροσθεν αὐτάρκως
1. ἐξηγησάμεθα, τό τε κοινὸν καὶ καθόλου διδάσκοντες,
2. ἀλλὰ καὶ τῶν κατὰ μέρος ἔνια παραθέμενοι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 12.3, ed. Kühn, 1822, vol. 4, p. 6-11. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩