Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.4, ed. Kühn, 1822, vol. 4, p. 11-15. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.4

3. Πάλιν οὖν ἐπὶ τὸ τῆς κεφαλῆς ἄρθρον,
4. ὅπερ ἐξ ἀρχῆς προὔκειτο, τὸν λόγον ἐπαναγαγόντες ἐπισκεψώμεθα
5. τὴν κατ’ αὐτὸ τέχνην τῆς φύσεως. πρέπει γὰρ,
6. οἶμαι, καὶ τούτῳ κατὰ τὴν ἀξίαν κεκοσμῆσθαι, καθάπερ
7. καὶ τοῖς ἄλλοις σύμπασιν. ἐπίκαιρον μὲν δὴ τοῦτο τὸ ἄρθρον
8. οὕτως ἐστὶ τοῖς ζώοις, ὥστε μόνον ἁπάντων οὐδὲ
9. τὸν ἀκαρῆ χρόνον ἀνέχει, μὴ ὅτι μεγάλης ἐξαρθρήσεως,
10. ἀλλ’ οὐδὲ τῆς τυχούσης ἐγκλίσεως. εὐθέως γὰρ ἄπνουν καὶ
11. ἄφωνον, ἀκίνητόν τε καὶ ἀναίσθητον ἅπαν γίνεται τὸ ζῶον,
12. οἷα τῆς ῥίζης αὐτῆς πεπονθυίας τῶν νεύρων. ἀρχὴ μὲν γὰρ
13. αὐτῶν ὁ ἐγκέφαλός ἐστι, καὶ τὰ πάθη εἰς αὐτὸν φέρει,
14. οἷον εἰς ἄρουράν τινα τῆς λογιστικῆς ψυχῆς· ἔκφυσις δ’
15. ἐντεῦθεν, οἷον πρέμνου τινὸς, εἰς δένδρον ἀνήκοντος μέγα,
16. ὁ νωτιαῖός ἐστι μυελὸς, καὶ τούτου τοῦ πρέμνου δι’ ὅλης
17. τῆς ῥάχεως ἐκτεταμένου, πάμπολλα μὲν ἀποσχίζεται νεῦρα,
1. καθάπερ κλάδοι τινὲς, εἰς ἀποβλαστήματα μεριζόμενοι μυρία,
2. σύμπαν δ’ οὕτω τὸ σῶμα μεταλαμβάνει δι’ αὐτῶν
3. πρώτης μὲν καὶ μάλιστα κινήσεως, ἐπὶ ταύτῃ δ’ αἰσθήσεως.
4. ἥτις μὲν οὖν ἐστιν αὐτῶν ἡ διανομὴ, προϊὼν ὁ λόγος ἐξηγήσεται.
5. τὸ δὲ τῆς κεφαλῆς ἄρθρον, ὡς ἂν τὴν ῥίζαν
6. ἁπάντων τῶν κινούντων τὰ κάτω τοῦ ζώου μόρια νεύρων
7. ἐν ἑαυτῷ περιέχον, ἀσφαλεστάτην ἁπάντων ἄρθρων ἔχει
8. τὴν κατασκευήν. ἡ δ’ ἀσφάλεια διά τε τοῦ πάχους τῶν
9. συνδέσμων καὶ τοῦ πλήθους τῶν μυῶν καὶ αὐτῆς τῆς
10. κατὰ τὴν σύνθεσιν τῶν ὀστῶν ἀκριβείας ἐγένετο. σύνδεσμοι
11. μὲν γὰρ τρεῖς ἰσχυρότατοι συνάπτουσιν αὐτὰ, κατὰ κύκλον
12. μὲν εἷς μέγιστος πλατὺς ὅλην περιλαμβάνων τὴν διάρθρωσιν,
13. ἄλλοι δὲ δύο μετρίως στρογγύλοι, καθάπερ νεῦρα,
14. συνάπτων ὁ μὲν τὸ πέρας τῆς προμήκους ἀποφύσεως τοῦ
15. δευτέρου σπονδύλου τῷ τῆς κεφαλῆς ὀστῷ, τοῦτον δ’ ἕτερος
16. ἐγκάρσιος ὡς πρὸς ὀρθὴν γωνίαν τέμνων, ἐκ τῶν
17. δεξιῶν μερῶν τοῦ πρώτου σπονδύλου διήκων ἐπὶ θάτερον.
18. ὀκτὼ δὲ μύες ἐξ αὐτῶν μόνον τῶν ὄπισθεν μερῶν ἐπιβέβληνται
1. τῇ διαρθρώσει, σκέποντές τε ἅμα καὶ κινοῦντες
2. αὐτήν. ἡ δὲ τῶν ὀστῶν αὐτῶν ἰδέα τε καὶ τῆς συνθέσεως
3. ἀκρίβεια θαυμαστὴ μὲν καὶ ἰδόντι μόνον· εἰ δὲ πρὸς
4. τῷ θεάσασθαι λογίζοιο τὴν ἑκάστου τῶν κατ’ αὐτὰ μορίων
5. χρείαν, οὐ τὴν τέχνην μόνην θαυμάσεις, ἀλλὰ καὶ τὴν πρόνοιαν
6. τοῦ δημιουργήσαντος ἡμᾶς ὑμνήσεις. ἐπειδὴ γὰρ ἐχρῆν
7. δύο γενέσθαι κατὰ γένος τῆς ὅλης κεφαλῆς τὰς κινήσεις,
8. ἑτέραν μὲν ἐπινευόντων καὶ ἀνανευόντων, ἑτέραν δὲ εἰς τὰ
9. πλάγια περιφερόντων αὐτὴν, ἀναγκαῖον ἦν ἤτοι διπλῆν
10. ποιήσασθαι τὴν διάρθρωσιν, ἢ λοξαῖς κινήσεσιν ἁπλαῖς
11. δύο σύνθετον ἀπεργάσασθαι μίαν εὐθεῖαν, ὡς ἐπί τε τῶν
12. χειρῶν ἐδείκνυτο καὶ τῶν καρπῶν καὶ ἄλλων πολλῶν μορίων.
13. ἐπ’ ἐκείνων μὲν οὖν ὅτι βέλτιον οὕτως ἦν, ἀποδέδεικται
14. πρόσθεν· ἐπὶ δέ γε τῆς κεφαλῆς ὅτι μὴ βέλτιον,
15. ἐν τῷδε τῷ λόγῳ ῥηθήσεται, πάλιν αὖ κᾀνταῦθ’ ἀναμνησάντων
16. ἡμῶν κινήσεις τινῶν μορίων, ἐφ’ ὧν οὐκ ἦν ἄμεινον
17. ἐκ τῶν λοξῶν τὴν εὐθεῖαν ἐργάσασθαι. μάλιστα γὰρ
1. δὴ ταῦτα τῶν ἔργων τῆς φύσεως ἐξηγεῖσθαι προσῆκεν, ἐν
2. οἷς φαίνεται μεμνημένη τῶν χρειῶν τῆς ὁμοιότητος. ὅταν
3. μηδαμόθι τὰ τῆς ὁμοίας δεόμενα κινήσεως ἑτέρως φαίνηται
4. κατασκευάζειν, ἀλλ’ ὡσαύτως ἀεὶ, δῆλον ὡς ἀναλογίας τε
5. καὶ δικαιοσύνης ἀκριβῶς προνενόηται. πότ’ οὖν ἐστιν ἄμεινον
6. ἐκ λοξῶν κινήσεων δυοῖν εὐθεῖαν μίαν ἐργάσασθαι
7. σύνθετον; ὅταν αἱ λοξαὶ βραχὺ τῆς εὐθείας παραλλάττωσι.
8. πότ’ οὖν οὐκ ἄμεινον; ὅταν ἐπιπλέον ἀπάγεσθαι δέῃ τὸ
9. μόριον ἐφ’ ἑκάτερα· τηνικαῦτα γὰρ ἄμεινον ἰσχυρὰν γενέσθαι
10. τὴν εὐθεῖαν. ὡς, εἴ γε δυνατὸν ἦν τοῦτο, διὰ παντὸς
11. ἂν ἡ φύσις ἐκ τῶν λοξῶν τὰς εὐθείας ἀπειργάζετο, βουλομένη
12. γε δι’ ἐλαχίστων ὀργάνων πλείστας ἐνεργείας τῷ ζώῳ
13. παρασκευάζειν. ἀλλ’ οὐκ ἐνδέχεται δύο λοξὰς ἀπὸ τῆς εὐθείας
14. ἐγκεκλιμένας ἰσχυρὰν ἐκείνην ἐργάσασθαι. διὰ τοῦτ’
15. οὖν οὐδ’ ἐπὶ τῆς κεφαλῆς ἄμεινον ἦν ἐκ τῶν λοξῶν κινήσεων
16. τὰς εὐθείας παρασκευάζειν, ἀλλ’ ἑκατέραις ἰδίᾳ καὶ
17. μῦς καὶ διαρθρώσεις ἀπεργάζεσθαι βέλτιον ἦν. καὶ τοίνυν
1. καὶ γεγόνασιν αἵ τε διαρθρώσεις αὗται διτταὶ καὶ τῶν
2. κινούντων αὐτὰς μυῶν γένη διττὰ καὶ τῶν γενῶν ἑκατέρου
3. διαφοραὶ δύο. λέγω δὲ γένη μὲν διττὰ κινήσεως, τῶν εὐθειῶν
4. τε καὶ τῶν λοξῶν, διαφορὰς δ’ ἐξ ἑκατέρου τοῦ γένους,
5. ἔκτασιν μὲν καὶ κάμψιν τῶν εὐθειῶν, εἰς ἀριστερὰ
6. δὲ καὶ δεξιὰ περιαγωγὴν τῶν λοξῶν. ὥστε καὶ μυῶν ἐχρῆν
7. γενέσθαι τῶν κινησόντων τὴν κεφαλὴν τέτταρας διαφοράς·
8. οἱ μὲν ἀνανεύουσιν αὐτὴν, οἱ δ’ ἐπινεύουσιν, οἱ δ’ ἐπὶ τὰ
9. δεξιὰ περιάγουσιν, οἱ δ’ ἐπὶ θάτερα.

Cliquer un n° de page pour en afficher l’image