Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.5, ed. Kühn, 1822, vol. 4, p. 15-18. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.5

10. Πῶς οὖν ἅπαντα ταῦτα θαυμαστῶς
11. ἡ φύσις κατεσκεύασεν, ἤδη λέγωμεν, ἀπὸ τῶν διαρθρώσεων
12. ἀρξάμενοι. τῷ μὲν πρώτῳ σπονδύλῳ διττὰς ἐπέθηκεν κοιλότητας,
13. ἀκριβῶς ἴσας ταῖς κατὰ ταῦτα κυρτότησι τῆς κεφαλῆς.
14. κεῖται δ’ αὐτῶν ἡ μὲν ἐκ τῶν δεξιῶν μερῶν, ἡ δ’
15. ἐκ τῶν ἀριστερῶν, ὥσπερ καὶ τῆς κεφαλῆς αὐτῆς αἱ ἀποφύσεις.
16. ὥσθ’, ὅτι μὲν ταύτας τε τὰς κοιλότητας καὶ τὰς
17. ἐξοχὰς εἰς τὰς ἐφ’ ἑκάτερα κινήσεις παρεσκεύακεν ἡ φύσις, 
1. ἄντικρυς δῆλον. εἴπερ γὰρ τῶν εὐθειῶν ἕνεκεν ἡ φύσις
2. αὐτὰς ἐδημιούργει, πάντως ἄν που τὴν ἐκ τῶν πρόσω μερῶν
3. ἔθηκε, τὴν δ’ ἐκ τῶν ὀπίσω. λειπομένου δ’ ἑνὸς ἔτι
4. γένους διαρθρώσεως καὶ κινήσεως, πρὸς μὲν τὸν αὐτὸν
5. σπόνδυλον οὐχ οἷόν τ’ ἦν καὶ τοῦτο ποιῆσαι, φθάνοντά
6. γε δὴ τὰς εἰς τὰ πλάγια κινήσεις πεπιστεῦσθαι. ὥσπερ
7. γὰρ ἐπὶ τοῦ πήχεως καὶ τῆς κερκίδος ἐδείκνυτο διττὴ κατ’
8. ἀγκῶνα διάρθρωσις ἕνεκα διττοῦ γένους κινήσεως γεγονέναι,
9. διότι κᾀκεῖ βέλτιον ἦν ἐπὶ πλεῖστον ἀφεστάναι τῆς
10. εὐθείας τὴν λοξὴν, οὕτω κᾀνταῦθα ἔχει. προσχὼν δ’ ἂν
11. ἐπιμελέστερον τῷ λόγῳ τὸν νοῦν τὸ πᾶν ἐκμάθοις. ὅταν
12. ἄμεινον ᾖ τὰς λοξὰς κινήσεις τῶν εὐθειῶν ἐπὶ πλεῖστον
13. ἀφίστασθαι, δυοῖν θάτερον ἀναγκαῖόν ἐστιν, ἢ διττὰς γίνεσθαι
14. τὰς διαρθρώσεις, ἢ μίαν ἱκανῶς χαλαρὰν, ἐκ παντὸς
15. μέρους περιφερῆ. πρὸς γὰρ τὸ ῥᾳδίως ἁπανταχόσε
16. περιφέρεσθαι τὸ ἄρθρον ὁμοίως εἶναι χρὴ κατὰ πᾶν μέρος
17. αὐτοῦ τὴν ἰδέαν, ὡς, εἴ γε πλεονεκτήσει ἕν τι μόριον ἐξοχαῖς
18. ἢ κοιλότησιν ἀδίκοις, ἐφέξει ποτὲ καὶ παραπολεῖ τῶν
1. ἐκ θατέρου γένους τινὰ κινήσεων. οὕτω τὸ κατ’ ὦμόν τε
2. καὶ τὸ κατ’ ἰσχίον ἄρθρον ἅμα μὲν περιφερὲς ἀκριβῶς,
3. ἅμα δὲ καὶ χαλαρὸν ἐγένετο, καὶ διὰ τοῦτο πάντη περιάγεσθαι
4. δύναται βραχίων καὶ μηρὸς ὑπὸ τῶν περιλαμβανόντων
5. τὰς διαρθρώσεις μυῶν, καὶ μᾶλλόν γε βραχίων μηροῦ.
6. χεὶρ μὲν γὰρ ἐπὶ τούτῳ τῷ κώλῳ κατὰ πέρας, ἐπ’
7. ἐκείνῳ δὲ ποὺς ἐπιπέφυκε, τὸ μὲν ἀντιλήψεως ὄργανον, τὸ
8. δὲ βαδίσεως, ὥστε τῷ μὲν ἡ ποικιλία τῆς κινήσεως οἰκειοτέρα,
9. τῷ δ’ ἡ τῆς βαδίσεως ἀσφάλεια. διὰ ταῦτ’ οὖν οὐ
10. μόνον χαλαρώτερον ἐγένετο τὸ κατ’ ὦμον ἄρθρον τοῦ κατ’
11. ἰσχίον, ἀσθενεστέροις τε μυσὶ καὶ λεπτοτέροις συνδέσμοις
12. περιληφθὲν, ἀλλὰ καὶ κοιλότητα τουτὶ μὲν ἐπιπολῆς, ἐκεῖνο
13. δὲ βαθεῖαν ἐκτήσατο. καὶ σύνδεσμον δὲ στρογγύλον, ἰσχυρότατον,
14. ἐκ τῆς κεφαλῆς τοῦ μηροῦ μέσῃ τῇ κοτύλῃ συναπτόμενον,
15. ἐν μὲν τῷ κατ’ ἰσχίον ἄρθρῳ διὰ τὴν αὐτὴν
16. αἰτίαν ἐποίησεν ἡ φύσις, οὐ μὴν οὔ γε τὸ κατ’ ὦμον, εἰς
17. ἑτοιμότητα κινήσεως πολυειδοῦς παντοίως αὐτὸ παρασκευάζουσα.
1. καὶ διὰ τοῦτο μάλιστα πάντων ἄρθρων ἐκπτώσεσι
2. συνεχῶς ἁλίσκεται τὸ κατ’ ὦμον, οὐκ ἀγνοούσης τοῦτο τῆς
3. φύσεως, ἀλλ’, ὡς εἴρηται μυριάκις ἤδη καὶ πρόσθεν, ἐπειδὴ
4. μάχεται τὸ τῆς κατασκευῆς ἀσφαλὲς τῷ τῆς κινήσεως πολυειδεῖ,
5. τὸ χρηστότερον ἐφ’ ἑκάστου τῶν ἄρθρων αἱρουμένης.
6. ἐπὶ μὲν οὖν χειρὸς ἡ πρὸς τὴν ἑτοιμότητα τῆς κινήσεως
7. κατασκευὴ χρηστοτέρα· τὸ δὲ τῆς κεφαλῆς ἄρθρον
8. ἐκπτώσεως οὐκ ἀνέχεται, διότι κύριον ἱκανῶς ἐστι, καὶ
9. παραχρῆμα διαφθείρει τὸ ζῶον, ἢ οὐκ ἂν ἴσως οὐδὲ
10. τούτῳ ποικίλης κινήσεως ἐφθόνησεν. οὐδὲ γὰρ ἦν δήπου
11. χεῖρον εἰς τοσοῦτον ἑκατέρωσε τὴν κεφαλὴν περιφέρειν, ὡς
12. μὴ μόνα τὰ πλάγια δύνασθαι βλέπειν, ἀλλὰ καὶ τὰ κατόπιν.
13. ἀλλὰ γὰρ οὐκ ἐνεδέχετο χωρὶς χαλαρᾶς διαρθρώσεως
14. οὕτως εὔκολον ἐργάσασθαι κίνησιν. εἵλετο
15. γοῦν ἡ φύσις ὀλίγης κεφαλῇ κινήσεως ἀσφαλοῦς μεταδοῦναι
16. μᾶλλον, ἢ σφαλερᾶς ποικίλης· ὅθεν οὔθ’ ἁπλοῦν, οὔτε
17. χαλαρὸν αὐτῆς ἐδημιούργησε τὸ ἄρθρον, ἀλλὰ διττόν τε
18. ἅμα καὶ σύντονον.

Cliquer un n° de page pour en afficher l’image