1. Ὥρα δή σοι σκοπεῖν, ἐπειδὴ ταῦθ’ οὕτως
2. ἔχει, καὶ δέδεικται διττὸν χρῆναι γενέσθαι τὸ τῆς κεφαλῆς
3. ἄρθρον, καὶ ἐρωτᾷν, πότερον βέλτιον ἦν αὐτῇ, πρὸς
4. μὲν τὸν πρῶτον σπόνδυλον εἰς τὰ πλάγια κινήσεις ἴσχειν,
5. ὥσπερ νῦν ἔχει, πρὸς δὲ τὸν δεύτερον τὰς εὐθείας, ἢ κάλλιον
6. ἦν ἔμπαλιν αὐτὰ κατεσκευάσθαι, καὶ τῷ μὲν πρὸς τὸν
7. πρῶτον σπόνδυλον ἄρθρῳ ἐκτείνειν τε καὶ κάμπτειν αὐτὴν,
8. τῷ δὲ πρὸς τὸν δεύτερον εἰς τὰ πλάγια περιάγειν.
9. ἐνταῦθα οὖν ἐβουλόμην ἄν τινα διαλέγεσθαί μοι τῶν δεινῶν
10. κατηγόρων τῆς φύσεως, ἵν’, ὡς πολλάκις ἐρωτώμενοι
11. καθ’ ἕκαστον μόριον, εἴ τινα βελτίονα κατασκευὴν ἐπινοῆσαι
12. δύνανται, τὰ πολλὰ μὲν οὐδ’ ἄχρι τοῦ σμικρόν τι πιθανὸν
13. ἐξευρεῖν εὐποροῦσιν, ἐνίοτε δέ τινα ἐπιχειρήσαντες
14. λέγειν ἐσχάτως γίνονται καταγέλαστοι, κατὰ τὸν αὐτὸν, οἶμαι,
15. καὶ νῦν ἐρωτώμενοι τρόπον ἀποκρίνωνταί τι περὶ τῆς
16. προβεβλημένης αἱρέσεως. ἡμεῖς μὲν γὰρ ἴσως δόξαιμεν ἂν
17. ἑτέραν ἀμείνονα κατασκευὴν παραλιπεῖν, ὡς ἂν, οἶμαι,
18. φιλίαν ἔχοντες πρὸς τὴν φύσιν, χρῆναι δ’ οὐχ ἡμῶν εἰς
1. ἔλεγχον, ἀλλὰ τῶν τὸν ἄσπονδον αὐτῇ πόλεμον πολεμούντων.
2. ἐπεὶ δὲ οὐκ ἔστιν αὐτοὺς ἀποκρινομένους ποιῆσαι
3. κατὰ τὸ γράμμα, τῶν γοῦν ἀναγινωσκόντων ἑκάστῳ δυνατὸν
4. ἀποστάντι τοῦ βιβλίου πυθέσθαι τε παρ’ αὐτῶν, ἃ λέγουσι,
5. καὶ γνῶναι, ποτέρῳ τῶν σπονδύλων ἦν ἄμεινον ἐπιτρέψαι
6. τὴν εἰς τὰ πλάγια τῆς κεφαλῆς διάρθρωσίν τε καὶ
7. κίνησιν. ἐγὼ μὲν γὰρ ἐπιδείξω, ὅτι τῷ πρώτῳ, καὶ λόγοις
8. οὐ πιθανοῖς, οἵοις περ οὗτοι χρῶνται κατατρέχοντες τῆς
9. φύσεως, ἀλλ’ ἐπιστημονικοῖς καὶ μόνον οὐ γραμμικοῖς
10. ἀναγκάσω καὶ τοὺς οὐ βουλομένους ἐπαινεῖν αὐτὴν ἤδη
11. ποτὲ μεταστῆναι πρὸς τὰ βελτίω, εἰ μὴ μόνον σῶμα, ἀλλὰ
12. ψυχὴν ἀνθρωπίνην ἔχοιεν, καὶ εἴη τις αὐτοῖς νοῦς κᾂν σμικρός.
13. οὐδεὶς γὰρ οὕτως ἀκροατὴς ἐμοὶ βαρὺς, ὡς ὁ μή
14. παρακολουθῶν τοῖς λεγομένοις, ἐπεὶ τῶν γε συνιέντων οὐκ
15. οἶδ’ εἴ τις ἀπηλλάγη πόθ’ ἡμῶν εἴς τι κατεγνωκὼς ἀτεχνίαν
16. τῆς φύσεως. ὥσπερ οὖν τοῖς ὠσὶν ἐπιθέσθαι θύρας
17. τοὺς βεβήλους κελεύουσιν ἐν τοῖς μυστικοῖς λόγοις, οὕτω
1. κᾀγὼ νῦν οὐκ ἀνθρωπίνοις νομοθετήμασιν, ἀλλ’ αὐτοῖς τοῖς
2. ἀληθεστάτοις τελῶν μυστηρίοις, θύρας ἐπιθέσθαι κελεύω
3. τοῖς ὠσὶ τοὺς ἀποδεικτικῆς μεθόδου βεβήλους. ὄνοι γὰρ
4. ἂν θᾶττον λύρας, ἢ ἐκεῖνοι τῆς ἀληθείας τῶν ἐνταυθοῖ
5. λεγομένων αἴσθοιντο. καὶ μέντοι καὶ γινώσκων ὀλίγους παντάπασιν
6. ἔσεσθαι τοὺς ἀκολουθήσοντας τοῖς λεγομένοις, ὅμως
7. οὐκ ὤκνησα δι’ ἐκείνους ἐκφέρειν καὶ τοῖς ἀμυήτοις λόγους
8. μυστικούς. οὐ γὰρ διακρινεῖ γε τὸ βιβλίον, οὐδὲ διαγνώσεται
9. τῶν σκαιῶν οὐδεὶς, καὶ εἰ διαδράσεται, ταῖς χερσὶ δ’
10. ἑαυτὸ φέρον ἐνθήσει τῶν πεπαιδευμένων. καὶ μέντοι καὶ ὁ
11. δημιουργὸς ἡμῶν εἰδὼς ἀκριβῶς τῶν τοιούτων ἀνδρῶν τὴν
12. ἀχαριστίαν, ὅμως δημιουργεῖ. καὶ τὰς ὥρας τοῦ ἔτους ὁ
13. ἥλιος ἀπεργάζεται, καὶ τοὺς καρποὺς τελειοῖ, μηδὲν φροντίζων,
14. οἶμαι, μήτε Διαγόρου, μήτ’ Ἀναξαγόρου, μήτ’
15. Ἐπικούρου, μήτε τῶν ἄλλων τῶν εἰς αὐτὸν βλασφημησάντων.
16. ἀγαθῷ γὰρ οὐδενὶ περὶ οὐδενὸς ἐγγίνεται φθόνος,
17. ἀλλ’ ὠφελεῖν πάντα καὶ κοσμεῖν πέφυκεν. οὕτως οὖν
18. καὶ ἡμεῖς οὐκ ἀγνοοῦντες, ὡς ἐπηρεασθήσεται καὶ προπηλακισθήσεται
1. μυριάκις ὅδε ὁ λόγος, οἷα παῖς ὀρφανὸς ἐμπεσὼν
2. χερσὶ μεθυόντων, ὑπ’ ἀφροσύνης τε καὶ ἀπαιδευσίας
3. ἀνθρώπων, ὅμως ἐπιχειροῦμεν γράφειν τῶν ὀλίγων ἐκείνων
4. ἕνεκα, τῶν ἀκούειν ὀρθῶς καὶ κρίνειν δυναμένων τὰ λεγόμενα.
5. καὶ δὴ καὶ διαλεγόμεθα ἤδη τούτοις, ἀναλαβόντες
6. αὖθις τὸν λόγον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 12.6, ed. Kühn, 1822, vol. 4, p. 19-22. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩