Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.7, ed. Kühn, 1822, vol. 4, p. 22-29. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.7

7. Ὡς ἐπεί γε τῶν σπονδύλων ἕκαστος ἐν κύκλῳ
8. περιβέβληται τῷ νωτιαίῳ μυελῷ, τοιαύτην τε καὶ τηλικαύτην
9. ἔχοντι δύναμιν, οἵαν καὶ ὅσην πολλάκις εἰρήκαμεν,
10. οὐκ ἐνεδέχετο χαλαρὰν ἐργάσασθαι τὴν διάρθρωσιν
11. οὔτε τῆς κεφαλῆς πρὸς τοὺς πρώτους σπονδύλους, οὔτε τῶν
12. ἄλλων πρὸς ἀλλήλους. οὔκουν οὔτε κοιλότητας ἐχρῆν ζητεῖν
13. αὐτόθι μεγάλας τε καὶ ἀκριβῶς περιφερεῖς, οὔτε κεφαλὰς σφαιροειδεῖς,
14. οὔτε συνδέσμους λεπτοὺς, οὔτε μῦς ἀσθενεῖς. οὔθ’
15. ἁπλῆν διάρθρωσιν. ἀλλ’ εἴπερ διπλῆν εἶναι χρὴ τὴν διάρθρωσιν
16. (ἐντεῦθεν γὰρ ὁ λόγος ἐξετράπετο), καλῶς ἔφαμεν ἀπειργάσθαι
17. τῇ φύσει τοῦ μὲν πρώτου διττὴν κοιλότητα, τὰς κυρτότητας
1. τῆς κεφαλῆς περιλαμβάνουσαν, ἑκατέρωθεν μίαν ἀπόφυσιν,
2. ἀνάντη τε καὶ προμήκη τοῦ δευτέρου, διὰ ῥωμαλεωτάτου
3. συνδέσμου συναπτομένην τῇ κεφαλῇ. διὰ ταύτης μὲν
4. γὰρ ἔμελλεν ἐπινεύσειν τε καὶ ἀνανεύσειν, ἐπὶ δὲ τὰ πλάγια
5. κινηθήσεσθαι διὰ τῆς πρὸς τὸ πρῶτον ἄρθρον. ἐνταῦθ’ οὖν
6. χρὴ φυσικὸν γενέσθαι σε καὶ ἀνατομικὸν ἅμα, καὶ θεασάμενον
7. ἃς εἴρηται διαρθρώσεις, ἐπισκέψασθαι κατὰ σεαυτὸν,
8. εἰ δυνατὸν ἦν ἄνευ τοῦ ψαύειν ἀλλήλων τάς τε τῆς κεφαλῆς
9. ἐξοχὰς καὶ τὰς ὑποκειμένας αὐταῖς κοιλότητας εἰς
10. τὰ πλάγια περιφέρεσθαι τὴν ὅλην κεφαλήν. εἰ γὰρ ἀδύνατον
11. τοῦτο καὶ πάντως ἐχρῆν ἐν ταῖς τοιαύταις διαρθρώσεσιν
12. ὁμιλῆσαι τὸ τῆς κεφαλῆς ὀστοῦν τοῖς ὑποκειμένοις, ἐξ
13. ἀνάγκης ἕπεται τὸ πρὸς τὸν πρῶτον σπόνδυλον δεῖν αὐτὰ
14. γενέσθαι. πῶς οὖν ἡ δευτέρα διάρθρωσις, ἡ τῶν εὐθειῶν
15. ἐξηγουμένη κινήσεων, οὐδὲν ἧττον ταύτης ἀσφαλὴς κατασκευασθήσεται;
16. πῶς δ’ ἄλλως ἢ ὡς νῦν ἔχει, προμήκη τε
17. καὶ ἰσχυρὰν ἀπόφυσιν τοῦ δευτέρου σπονδύλου σχόντος,
18. ἀνατεινομένην μὲν ἐπὶ τὴν κεφαλὴν, συνδέσμῳ δ’ ἰσχυρῷ
1. στρογγύλῳ συναπτομένην, πρὶν ψαύοιεν αὐτῆς; ὀνομάζεται
2. μὲν οὖν ἡ ἀπόφυσις αὕτη πυρηνοειδὴς ὑπὸ τῶν νεωτέρων
3. ἰατρῶν, ἐπεὶ πρός γε τῶν παλαιοτέρων ὀδοὺς ἐκαλεῖτο, καὶ
4. Ἱπποκράτης οὕτως ὠνόμασεν. ἐπιβαίνει δὲ αὐτῆς τὸ ἄνω
5. πέρας τοῖς ἔνδον τῶν προσθίων μερῶν τοῦ πρώτου σπονδύλου.
6. ἐπειδὴ δὲ ψαύειν ἔμελλε κατὰ τοῦτο τοῦ νωτιαίου καὶ
7. θλίβειν καὶ θλάσειν αὐτὸν μάλιστα ἐν ταῖς κινήσεσι, διττὴν,
8. ὡς μηδὲν πάσχειν, ἡ φύσις ἐτεχνήσατο βοήθειαν, ἐγγλύψασα
9. μὲν τοῦ πρώτου σπονδύλου τὸ ταύτῃ μέρος, ἐπιθεῖσα
10. δὲ κατ’ αὐτὸ τὸν ὀδόντα, καὶ σύνδεσμον ἰσχυρὸν
11. ἐγκάρσιον ἔξωθεν αὐτῷ περιθεῖσα, διείργοντά τε ἅμα τοῦ
12. νωτιαίου καὶ κατέχοντα πρὸς τῇ τοῦ πρώτου σπονδύλου
13. κοιλότητι. καὶ εἴπερ ἀπολωλότα τοῦτον ἐπινοήσεις, οὐδεμίαν
14. ἐξευρήσεις ἑτέραν ἀμείνονα φυλακὴν τῷ νωτιαίῳ· οὐδὲ
15. γὰρ ἡ κοιλότης ἡ τοῦ πρώτου σπονδύλου μόνη κατέχειν
16. ἐφ’ ἑαυτῆς ἐν ἁπάσαις ταῖς κινήσεσιν ἱκανὴ τὸν
17. ὀδόντα χωρὶς τοῦ περικειμένου συνδέσμου, καὶ εἰ τοῦτο
18. καθ’ ὑπόθεσιν συγχωρηθείη, τό γε θλίβεσθαί τε καὶ
1. θλᾶσθαι τὸν νωτιαῖον οὐκ ἀνῄρηται. νυνὶ μὲν γὰρ ἐν
2. τῷ μεταξὺ κείμενος ὁ σύνδεσμος ἐκλύει τε τὴν βίαν τῆς
3. πυρηνοειδοῦς ἀποφύσεως καὶ πρόβλημα γίνεται τῷ νωτιαίῳ·
4. τότε δ’ ἂν οὐδὲν ἐκώλυε θλασθῆναι τελέως αὐτὸν, ἀσκεπάστῳ
5. καὶ πλανώδει περιπίπτοντα διὰ παντὸς ὀστῷ. τὸ δὲ
6. κᾀκ τῶν πρόσω μερῶν ἀποφῦναι τὸν ὀδόντα τοῦ δευτέρου
7. σπονδύλου καὶ τῶν πρόσω μερῶν τοῖς ἔνδον ἐπιβῆναι τοῦ
8. πρώτου, πῶς οὐ καὶ αὐτὸ δίκαιον ἐπαινεῖν; ἀσφαλεστέρα
9. γὰρ ἥδε ἡ χώρα τῆς ὄπισθεν, ὅ τε νωτιαῖος ἧττον ἔμελλεν
10. ὀχληθήσεσθαι. δῆλον οὖν ἐκ τούτων, ὡς οὐ μόνον τὸν
11. πρῶτον σπόνδυλον ἐχρῆν διηρθρῶσθαι πρὸς τὸ τῆς κεφαλῆς
12. ὀστοῦν, ἀλλὰ καὶ τὸν δεύτερον πρὸς αὐτόν. εἰ γὰρ δὴ
13. συνεπεφύκεσαν, ἐνεπόδιζον ἂν δήπου ταῖς ἀλλήλων κινήσεσιν,
14. ἀντισπῶν ἀεὶ καὶ κατέχων ὁ ἡσυχάζων τὸν ἐνεργοῦντα.
15. νυνὶ δ’ ἑκάτερος ἐν μέρει τὴν ἑαυτοῦ κίνησιν
16. οἷός τέ ἐστι κινεῖσθαι μόνος, θατέρου κατὰ χώραν μένοντος.
17. εἴπερ οὖν ἄμεινον ἦν διηρθρῶσθαι τοὺς πρώτους
18. σπονδύλους ἀπ’ ἀλλήλων, πάντως δήπου καὶ τὸ μάλιστα 
1. πρέπον εἶδος αὐτοῖς τῆς διαρθρώσεως ἡ φύσις ἔδωκε. τί
2. δὲ τὸ μάλιστα πρέπον ἐστίν; ἐμοὶ μὲν οὐδὲ μαινόμενος ἄν
3. τις ἕτερον ἐρεῖν τοῦ νῦν ὄντος δοκεῖ. ταῖς γὰρ ἐπικειμέναις
4. ἄνω τοῦ πρώτου σπονδύλου κοιλότησιν, αἷς ὑποδέχεται τὰς
5. ἐξοχὰς τῆς κεφαλῆς, ἕτεραί τινες ἐκ τῶν κάτω μερῶν ὑπόκεινται
6. παραπλήσιαι, τὰς κυρτότητας περιβεβληκυῖαι τοῦ
7. δευτέρου σπονδύλου. καὶ διὰ ταύτας οὔθ’ ἡ τοῦ δευτέρου
8. σύμφυσις πρὸς τὴν κεφαλὴν, ἧς ἔργον ἦν ἀνανεύειν τε καὶ
9. ἐπινεύειν, ἐνοχλεῖταί τι πρὸς τοῦ πρώτου, καίτοι μεταξὺ τεταγμένη,
10. οὔθ’ ἡ λοιπὴ τῶν κινήσεων, ἡ ἐπὶ τὰ πλάγια, διὰ τῆς
11. πρὸς τὸν πρῶτον γινομένη διαρθρώσεως, ἐμποδίζεταί τι πρὸς
12. τοῦ δευτέρου. τὸ μὲν δὴ γενέσθαι τῷ πρώτῳ σπονδύλῳ
13. κοιλότητας ἑτέρας ἴσως οὐ θαυμαστὸν, οὐδὲ δύο μὲν ἐν τοῖς
14. ἄνω τεθῆναι μέρεσιν αὐτοῦ, δύο δ’ ἐν τοῖς κάτω. τάχα δ’ ἄν
15. τις οὐδὲ τὸ κατ’ ἑκάτερον αὐτὰς εἶναι μέρος, τὰς μὲν ἐκ τῶν
16. δεξιῶν, τὰς δ’ ἐκ τῶν ἀριστερῶν, θαυμάσειε, καίτοι ταῦτα πάντα
17. χρηστῶς ἐγένετο. τάχα δ’ ἂν οὐδ’ ὅτι τὸ μέγεθος ἀκριβῶς
1. ἴσαι καὶ ταῖς ἐξοχαῖς εἰσιν αἱ κοιλότητες, οὐδὲ τοῦτό φησι
2. τεχνικῶς ἔχειν· αὐτομάτως γὰρ αὐτὸ καὶ οὐ κατὰ πρόνοιάν
3. τινα τοῦ δημιουργοῦ γεγονέναι. καὶ μέντοι μείζους μὲν
4. εἴπερ ἦσαν, χαλαρὸν ἂν ἤδη που καὶ πλανῶδες ἀπέδειξαν
5. τὸ ἄρθρον, ἐλάττους δ’ εἴπερ ἐγένοντο, δυσκίνητον ὑπό
6. στενοχωρίας. ἀλλὰ καὶ τὸ διεστάναι μὲν ἀπ’ ἀλλήλων πλέω
7. τὰς ἄνω κοιλότητας, ἐλάττω δὲ τὰς κάτω, καὶ τοσοῦτον
8. ἀκριβῶς εἶναι τὸ διάστημα καθ’ ἑκατέραν, ὅσον καὶ ταῖς
9. κυρτότησιν, ἃς ὑποδέχονται, καὶ τοῦτ’, εἰ βούλει, τύχης ἔργον
10. ἔστω· τὸ μέντοι τὰς μὲν ἔσωθεν ὀφρῦς τῶν κοιλοτήτων
11. ὑψηλοτέρας τε ἅμα καὶ πρὸς τὴν ἔσω χώραν ἐπεστραμμένας
12. γενέσθαι, τὰς δ’ ἔσωθεν ταπεινὰς καὶ οἷον ἔκρουν
13. τινὰ πρὸς τὴν ἐντὸς ἐχούσας εὐρυχωρίαν, ἐγὼ μὲν οὐκέτ’
14. ἂν τοῦτο συγχωρήσαιμι θαυμαστῶς οὕτως κατά τινα τύχην
15. ἀπειργάσθαι. δῆλον γάρ ἐστιν, ὡς ἡ προνοουμένη τῆς διαπλάσεως
16. τῶν μορίων φύσις ὑπὲρ τοῦ τὰς ἐμβαινούσας αὐταῖς
17. κυρτότητας ἐν ταῖς σφοδροτέραις κινήσεσιν, εἰ καὶ
18. παραλλάττοιέν ποτε βραχύ τι, μὴ πρὸς τοὐκτὸς ὑποχωρεῖν,
1. ἀλλ’ ἵνα περ ἀσφαλέστατόν ἐστι τῇ συμπάσῃ διαρθρώσει,
2. διὰ τοῦτ’ ἐπετεχνήσατο τὴν τοιαύτην ἰδέαν ταῖς κοιλότησιν.
3. ἀλλὰ καὶ τὰ περὶ τὴν ἀπόφυσιν τὴν κατὰ τὸν ὀδόντα
4. καὶ τὴν ὑποδεχομένην αὐτὸν χώραν τοῦ πρώτου σπονδύλου
5. πῶς ἄν τις ὑπονοήσειεν αὐτομάτως γεγονέναι; εἰ δ’
6. ἄρα καὶ ταῦτα, τό γε τῶν συνδέσμων, τοῦ τε τὸ πέρας τῆς
7. ἀνάντους ἀποφύσεως συνάπτοντος τῇ κεφαλῇ καὶ τοῦ σφίγγοντός
8. τε ἅμα τὸν ὀδόντα καὶ σκέποντος τὸν νωτιαῖον,
9. ἡγοῦμαι μηδένα σωφρονοῦντα τύχης ἔργον, οὐ τέχνης, εἶναι
10. νομίζειν. τὸ γὰρ δὴ, τεττάρων καὶ εἴκοσιν ὄντων σπονδύλων
11. τῆς ὅλης ῥάχεως, μήτ’ ἐν ἄλλῳ τινὶ τοιούτους γενέσθαι
12. συνδέσμους, ἀλλὰ μηδ’ ἐν τούτῳ καθ’ ἕτερόν τι χωρίον,
13. ἢ τὸ χρῇζον μόριον, οὐκ ἂν, οἶμαι, τὶς τολμήσειεν ἐρεῖν
14. αὐτομάτως γεγονέναι. τί δὲ τὰ τῶν ἀποφύσεών τε τῶν κατὰ
15. τοὺς σπονδύλους ἅπαντας καὶ τὰ τῶν τρημάτων; ἐμοὶ μὲν
16. γὰρ μὴ ὅτι καὶ ταῦτα τέχνης μόνον, ἀλλὰ καὶ θαυμαστῆς
17. τινος ἔχεσθαι δοκεῖ προνοίας. οὐ μὴν ἤδη γέ πω περὶ αὐτῶν
18. ἐξηγεῖσθαι καιρός· οὐ γὰρ ἁπλῶς περὶ ῥάχεως καὶ
1. σπονδύλων ἐνεχείρησα λέγειν, ἀλλὰ τῆς κεφαλῆς κινήσεις
2. διδάσκειν. ἐῤῥέθησαν δ’ αὗται διὰ τῶν πρὸς τὸν πρῶτον
3. καὶ δεύτερον διαρθρώσεων γιγνόμεναι. ταύτας οὖν χρὴ μόνας
4. ἐξηγεῖσθαι, νυνὶ δ’, εἴ τι σοφίας ἐστὶ μείζονος ἐπίδειγμα
5. περὶ τὴν ὅλην κατασκευὴν ἢ τούτων τῶν σπονδύλων, ἢ
6. καὶ ξυμπάσης τῆς ῥάχεως, εἰς τὸν ἑξῆς λόγον
7. ἀναβάλλεσθαι.

Cliquer un n° de page pour en afficher l’image