Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.8, ed. Kühn, 1822, vol. 4, p. 29-35. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.8

8. Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἴωμεν, ἀναμνήσαντες
9. πρῶτον, ὡς τὰς κινήσεις τῆς κεφαλῆς διά τε
10. τῶν συνδέσμων τὴν ἀρετὴν καὶ τῶν ἄρθρων τὴν ἀκρίβειαν
11. καὶ τῶν μυῶν τῶν κινούντων αὐτὰ τήν τε ῥώμην καὶ τὸ
12. πλῆθος οὕτω θαυμαστῶς ἔχειν ἐλέγομεν, ὡς οὔτε βέλτιον,
13. οὔτ’ ἀσφαλέστερον ἐπινοῆσαι δυνατὸν, καὶ τοῦτ’ ἔτι προσαναμνήσαντες,
14. ὡς τὰ δύο τῶν προτεθέντων ἀποδέδεικται.
15. περί τε γὰρ τῶν συνδέσμων καὶ τῶν ἄρθρων τῆς κεφαλῆς
16. εἰρηκότες ἐπὶ τὸ λοιπὸν ἔτι καὶ τρίτον ἤδη μεταβησόμεθα,
17. καὶ δείξομεν, εἴ τίς ἐστι καὶ ἡ περὶ τοὺς κινοῦντας
18. αὐτὴν μῦς τέχνη τῆς φύσεως. ἔστω δὲ μηδ’ ἐνταῦθα παραλειπόμενον
1. αὐτῶν τῆς κατασκευῆς μηδὲν, ἀλλὰ καὶ θέσεως
2. ἕκαστον πῶς ἔχει καὶ μεγέθους καὶ ῥώμης, ὅ τε σύμπας
3. ἀριθμὸς αὐτῶν ὁπόσος ἐστὶν, ὁ λόγος ἐξηγείσθω καὶ δεικνύτω
4. μηδ’ ἐνταῦθα μήτ’ ἀργῶς μήτ’ ἐλλιπῶς μήθ’
5. ὅλως ἑτέρως ἔχειν τι βέλτιον, ἢ ὡς νῦν ἔχει, δυνάμενον.
6. κάλλιστον μὲν οὖν αὐτῶν ἦν τῶν φαινομένων παρόντων
7. γίνεσθαι τήν τε δεῖξιν αὐτῶν καὶ τοὺς λόγους· οὐδὲ γὰρ
8. ἱκανὸς ἐκτυπῶσαι λόγος οὐδεὶς οὕτως ἀκριβῶς οὐδὲν τῶν
9. φαινομένων, ὡς ἁφὴ καὶ ὄψις. ἀλλ’ ἐπεὶ τὰ τῆς δείξεως
10. ἄπεστι, μεῖζον μὲν τοῦτο τὸ ἀγώνισμα τῷ λόγῳ, πειρατέον
11. δὲ, εἰς ὅσον οἷόν τε, μηδὲν ἀπολιπεῖν ἀσαφὲς, ἀρξαμένους
12. ἐνθένδε ποθέν. οἱ κινοῦντες τὴν κεφαλὴν μύες, τὸν ἀριθμὸν
13. ὄντες εἴκοσιν ὀκτὼ ἢ πλείους, οἷον χορός τις ἐν κύκλῳ περιεστῶτες
14. αὐτὴν, ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται. εἰσὶ δὲ αὐτῶν
15. ὀκτὼ μὲν ἐκ τῶν ἔμπροσθεν μερῶν, τεσσαρεσκαίδεκα δὲ τῶν
16. ὄπισθεν ἀντιτεταγμένοι κατὰ διάμετρον ἀλλήλοις, ἄλλοι δὲ
17. δύο καθ’ ἑκάτερον μέρος, οἱ μὲν ἐκ τῶν δεξιῶν, οἱ δ’ ἐκ τῶν 
1. ἀριστερῶν, ἀντιτεταγμένοι δὲ καὶ οἵδε πρὸς ἀλλήλους, πρῶτον
2. μὲν καὶ μάλιστα τὸν τράχηλον ἐφ’ ἑαυτοὺς ἕλκουσι, σὺν
3. ἐκείνῳ δὲ καὶ ὅλην τὴν κεφαλήν. ἐδείχθη γὰρ οὖν ἤδη
4. μυριάκις τά τ’ ἄλλα δικαίως ἡ φύσις διατάττουσα, καὶ
5. παντὶ τῷ κίνησίν τινα δημιουργοῦντι μυῒ τὸν τὴν ἐναντίαν
6. ἐκείνης ἐργασάμενον ἀντιτάττουσα, χωλὴν γὰρ ἂν,
7. εἰ μὴ τοῦτ’ ἔπραξε, γενέσθαι τὴν κίνησιν, ἢ καὶ τελέως
8. ἀπολέσθαι, διὰ τὸ μίαν ἑκάστου μυὸς ἐνέργειαν εἶναι, τὴν
9. εἰς αὐτὸν σύνοδον. αὐτίκα γέ τοι τῶν ἐπινευόντων τε καὶ
10. ἀνανευόντων τὴν κεφαλὴν μυῶν, ὀκτὼ μὲν ὄπισθεν ἀμφὶ
11. τὸ ἄρθρον αὐτὸ τετάχαται μικροὶ, μείζους δ’ αὐτῶν ἄλλοι
12. κατὰ παντὸς ἐκτείνονται τοῦ τραχήλου, διὰ μὲν τῶν πρώτων
13. ἰνῶν ταῖς τῆς κεφαλῆς μόνης ὑπηρετοῦντες κινήσεσιν,
14. ἃς πρὸς τὸν πρῶτόν τε κα δεύτερον σπόνδυλον ποιοῦνται,
15. διὰ δὲ τῶν ἑξῆς τοὺς ὑπολοίπους πέντε τοῦ τραχήλου κινοῦντες
16. σπονδύλους. ἀλλὰ τῶν μὲν ὀκτὼ τῶν μικρῶν οἱ
17. τέτταρες εὐθείας ἐξηγοῦνται κινήσεως, ἐκφυόμενοι μὲν ἐκ
18. τοῦ κατ’ ἰνίον ὀστοῦ μικρὸν ὑπεράνω τῆς διαρθρώσεως,
1. ἐμφυόμενοι δὲ εἴς τε τὴν ὀπίσθιον ἀπόφυσιν τοῦ δευτέρου
2. σπονδύλου καὶ τοῦ πρώτου τὸ ταύτῃ μέρος. τῶν δὲ ὑπολοίπων
3. τεττάρων οἱ δύο μὲν ὁμοίως τοῖς προειρημένοις ἐκφυόμενοι
4. τοῦ κατ’ ἰνίον ὀστοῦ, λοξοί τε πρὸς τοὐκτὸς ἀποχωροῦντες,
5. ἐμφύονται ταῖς πλαγίαις ἀποφύσεσι τοῦ πρώτου
6. σπονδύλου, λοξὴν ὅλῃ τῇ κεφαλῇ δημιουργοῦντες κίνησιν.
7. οἱ λοιποὶ δὲ δύο τὸν πρῶτον τῷ δευτέρῳ συνάπτοντες λοξοὶ
8. τὴν θέσιν ἐναντίαν ἔχουσι τοῖς προειρημένοις δύο μυσὶ, καὶ
9. τὴν κίνησιν ἀντιτεταγμένην. ἐκεῖνοι μὲν γὰρ τὴν κεφαλὴν
10. ἔχοντες λοξὴν, ἐπὶ τὸν πρῶτον σπόνδυλον ἅμα αὐτῷ συνεπάγονται
11. καὶ τὸν δεύτερον· οὗτοι δ’ εἰς τὸ κατὰ φύσιν,
12. ὅπερ ἦν, εὐθὺς τὴν γινομένην αὐτοῦ παρέγκλισιν ἐπανάγουσι.
13. καὶ γὰρ ἡ θέσις αὐτῶν ἐστιν, ὡς τρίγωνον ἑκατέρωθεν ἐργάζεσθαι
14. τὰς προειρημένας δύο τῶν μυῶν συζυγίας ἐπιζευγνύντας.
15. αἱ δὲ τῶν μεγάλων μυῶν τρεῖς συζυγίαι, δυνάμεναι
16. δὲ καὶ τέτταρες λέγεσθαι καὶ δύο διὰ τὴν ἐπιπλοκὴν
17. τῶν μυῶν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδήλωσα,
18. τὴν αὐτὴν μὲν ἔχουσι τοῖς ῥαχίταις ὀνομαζομένοις κίνησιν,
1. ἣν ὀλίγον ὕστερον ἐξηγήσομαι, κινοῦσι δὲ διὰ μὲν τῶν
2. πρώτων ἰνῶν; αἵ εἰς τὸν πρῶτόν τε καὶ δεύτερον
3. σπόνδυλον ἐμφυόμεναι μόνην τὴν κεφαλὴν, διὰ δὲ τῶν
4. ὑπολοίπων πρώτους μὲν τοὺς ἄλλους πέντε τοῦ τραχήλου
5. σπονδύλους, ἅμα δ’ αὐτοῖς συγκινοῦσι τὴν κεφαλήν. πάντες
6. οὖν οἱ τοιοῦτοι μύες ἀνανεύουσι τὴν κεφαλὴν ὀπίσω, καὶ
7. λοξὰς ἀτρέμα ποιοῦνται κινήσεις οἱ λοξοί. τῶν δ’ ἔμπροσθεν
8. οἱ μὲν ὑποκείμενοι τῷ στομάχῳ κατὰ μὲν τὰς πρώτας
9. ἶνας, αἳ εἰς τὸν πρῶτόν τε καὶ δεύτερον σπόνδυλον ἐμπεφύκασιν,
10. αὐτὴν μόνην ἐπινεύουσι τὴν κεφαλὴν μετὰ τοῦ
11. καὶ παρεγκλίνειν εἰς τὰ πλάγια ταῖς λοξαῖς ἰσὶ, καθ’ ἃς
12. καὶ μυῶν μικρῶν ἴσχουσιν ἰδίαν περιγραφήν· κατὰ δὲ τὰς
13. ὑπολοίπους κάμπτοντες τὸν τράχηλον ἅμα ἐκείνῳ συνεπινεύειν
14. ἀναγκάζουσιν ὅλην τὴν κεφαλήν. οἱ λοιποὶ δὲ ἓξ οὐκ
15. εὐθεῖαν, ὡς οὗτοι, τὴν ἐπίνευσιν, ἀλλὰ λοξὴν ἀτρέμα ἀπεργάζονται
16. μετὰ τοῦ καὶ συνεπιστρέφειν εἰς τὰ πρόσω τὴν κεφαλήν.
17. ἐκπεφυκότες γὰρ ὄπισθέν τε τῶν ὤτων καὶ ἐπ’
18. αὐτὰ καθήκουσιν, εἴς τε τὸ στέρνον καὶ τὴν κλεῖν ἀλλήλοις
1. συνεχεῖς, ὥστ’, εἰ καί τις ἕτερον αὐτῶν ἕνα φαίη τριπλοῦν
2. εἶναι, μὴ σφαλῆναι. λέλεκται δ’ ὑπὲρ πάντων μυῶν οὐ
3. μόνον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ἀλλὰ καὶ καθ’ ἕτερον
4. βιβλίον ἐν οἷς πρώτοις, ὡς καὶ κατ’ ἀρχὰς εἴρηταί μοι,
5. προγεγυμνάσθαι προσήκει τὸν ἀκριβῶς ἕπεσθαι τοῖς ἐνταῦθα
6. λεγομένοις ἐσπουδακότα. τέτταρες δ’ ἄλλοι μύες,
7. εὔρωστοί τε καὶ μεγάλοι, δύο καθ’ ἑκάτερον μέρος ἐκ δεξιῶν
8. τε καὶ ἀριστερῶν τεταγμένοι, κινοῦσι τὸν τράχηλον εἰς τὰ
9. πλάγια μέρη μετὰ βραχείας ἐγκλίσεως· εἰς μὲν γὰρ τὸ πρόσθεν
10. ἡ πρόσθιος αὐτῶν συζυγία βραχὺ παρεγκλίνουσα, εἰς
11. τοὔπισθεν δ’ ἡ λοιπή· τὴν δ’ ἔκφυσιν ἐκ μὲν τῆς
12. διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου τὸ πρόσθιον
13. ζεῦγος, ἐκ δὲ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου θάτερον
14. ἔχει. καί σοι σαφῶς ἤδη τό τε πλῆθος ἐφάνη τῶν
15. μυῶν, καὶ τὸ μέγεθος, καὶ ἡ θέσις, καὶ ὁ τῆς κινήσεως
16. τρόπος. ὅτι τε γὰρ εἴκοσι πλείους εἰσὶν, οὐδεὶς οὕτως ἀμαθὴς
17. λογισμῶν, ὥστ’ ἀγνοεῖν, ὅτι τέ τινες μὲν αὐτῶν μείζους,
18. τινὲς δ’ ἐλάττους, τὸ μέν που καὶ λέλεκται σαφῶς,
1. τὸ δὲ καὶ τοῖς εἰρημένοις ἐξ ἀνάγκης ἑπόμενον ἐπινοεῖν
2. ἱκανὸς, ὅτῳ συνέσεως μέτεστι. τὸν γὰρ εἰς τὴν κλεῖν καταφυόμενον
3. ἢ εἰς τὸ στέρνον οὐκ ἐνδέχεται μικρὸν εἶναι,
4. καθάπερ οὐδὲ τοὺς ἐπικειμένους ὄπισθεν αὐτῇ τῇ διαρθρώσει
5. μεγάλους. οὕτω δὲ καὶ ἡ πᾶσα θέσις αὐτῶν πρόδηλος
6. ἐπὶ ταῖς ἀρχαῖς τε καὶ τελευταῖς ἐγνωσμένη, ὡσαύτως δὲ καὶ
7. ἡ ἐνέργεια. κατὰ γὰρ τὸν τῆς θέσεως τῶν ἰνῶν γίνεται τρόπον,
8. ὡς ἤδη μυριάκις εἴρηται. τὰς ἶνας δ’ ὅτι πάντες οἱ
9. μύες ἔχουσι τοὐπίπαν ἐπὶ τὸ μῆκος ἑαυτῶν ἐκτεταμένας, εἴρηται
10. καὶ τοῦτο, καὶ ὡς σπάνιόν ἐστι, ἢ ἐγκαρσίας, ἢ λοξὰς
11. εὑρεῖν ἶνας, ὡς πρὸς τὸ μῆκος ὅλου τοῦ μυὸς, ὥστ’, εἰ μηδὲν
12. ἐπὶ τῇ ῥηθείσῃ θέσει τοῦ μυὸς ὑπὲρ τῶν ἰνῶν διοριζόμεθα,
13. νοεῖν χρὴ κατὰ τὸ σύνηθες αὐτὰς διακεῖσθαι ταῖς
14. ἄλλαις ἁπάσαις. οὐκοῦν ἔτι λείπει τῆς κατασκευῆς τῶν περὶ
15. τὴν κεφαλὴν μυῶν οὐδὲν, ἀλλ’ ἱκανῶς λέλεκται πάντα, καὶ
16. πλῆθος, καὶ θέσις, καὶ μέγεθος, καὶ κίνησις.

Cliquer un n° de page pour en afficher l’image