Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.9, ed. Kühn, 1822, vol. 4, p. 36-40. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.9

1. Ἑξῆς οὖν δεικνύσθω πάλιν, οὗπερ ἕνεκα
2. πάντ’ εἴρηται ταῦτα, τὸ μηδ’ ἐπινοῆσαι δύνασθαι κατασκευὴν
3. ἑτέραν ἀμείνω τῶν κινησόντων τὴν κεφαλὴν μυῶν.
4. ἐπειδὴ γὰρ ἅμα μὲν ἀσφαλεστάτην ἐχρῆν εἶναι τὴν διάρθρωσιν,
5. ἅμα δ’ ἐπὶ πλεῖστόν τε καὶ πάντη κινεῖσθαι βέλτιον
6. ἦν, ἐδείχθη δ’ ἀλλήλοις ταῦτα μαχόμενα, καὶ τὸ μὲν
7. ἀσφαλὲς τῆς κατασκευῆς ὀλίγας τε καὶ σμικρὰς ἐργαζόμενον
8. τὰς κινήσεις, ἡ δ’ ἐν ταύταις ἑτοιμότης τε καὶ ποικιλία
9. χαλαρᾶς διαρθρώσεως δεομένη, πρῶτον μὲν ἐπαινεῖν χρὴ τὴν
10. φύσιν ἑλομένην τὸ ἀναγκαιότερον, ἔπειτα δ’, ὅτι μηδὲ θατέρου
11. τελέως ἠμέλησεν, ἀλλὰ πολλαῖς ἐπιτεχνήσεσιν ἐπηνωρθώσατο,
12. θαυμάζειν ἤδη κατὰ τόδε τὸ ἔργον αὐτὴν, οὐ
13. μόνον ἁπλῶς ἐπαινεῖν. ἡ μὲν οὖν ἀσφάλεια τοῖς ἄρθροις
14. τῆς κεφαλῆς, ἐξ ὧν εἰρήκαμεν, ἐγένετο, τὴν δ’ ἐξ ἀνάγκης
15. ἑπομένην αὐτῇ βλάβην τῶν κινήσεων ἐπηνωρθώσατο τῷ τε
16. πλήθει καὶ τῷ μεγέθει καὶ τῷ πολυειδεῖ τῆς θέσεως τῶν
17. μυῶν. ὅτι μὲν οὖν πολλοί τέ εἰσι καὶ μεγάλοι, πρόδηλον
1. παντὶ, καὶ μέν γε καὶ ὅτι πολυειδὴς αὐτῶν ἡ θέσις, ἐκ
2. τοῦ πανταχόθεν ἐστεφανωκέναι τὴν κεφαλὴν ἐναργῶς ἐπιδείκνυται.
3. διὰ τοῦτ’ οὐδὲ κινήσεως οὐδεμιᾶς ἀπορεῖ· πρὸς ὅ τι
4. γὰρ ἂν ἐθελήσῃς αὐτὴν ἀποκλίνειν, ἑτοίμως δυνήσῃ, τοῦ
5. κατ’ ἐκεῖνα τὰ μέρη μυὸς ἐνεργήσαντος. ὅτι δὲ καὶ τὰ μεγέθη
6. πάμπολυ διαφέροντα κατὰ λόγον ἐκτήσατο, τοῦτ’ ἤδη
7. δίειμι. μικρότατοι μέν εἰσιν ἁπάντων οἱ ὄπισθεν, οἱ ἀνανεύοντες
8. αὐτὴν, ὡς ἂν μόνοι κατειληφότες ἀκριβῶς τὴν
9. διάρθρωσιν. ὃ γὰρ τοῖς ἄλλοις τοῖς πέριξ ἐκ τοῦ μεγέθους,
10. τοῦτ’ ἐκείνοις ἐκ τῆς ἐπικαίρου θέσεως γίνεται. μόνη
11. γ’ ἄλλη μία συζυγία μυῶν ἐπίκαιρον ὁμοίως ἔχει τὴν θέσιν,
12. ὥσπερ γε καὶ τὴν κίνησιν ἀντιτεταγμένην, ἡ πρώτη
13. μοῖρα τῶν ὑποβεβλημένων τοῦ στομάχου μυῶν. καθάπερ
14. γὰρ οἱ ὄπισθεν οἱ τὴν διάρθρωσιν κατειληφότες ἀνανεύουσι
15. μόνην τὴν κεφαλὴν, οὕτως ἡ πρώτη μοῖρα τῶν μυῶν τούτων
16. ἐπινεύειν αὐτὴν πέφυκεν· ὅσον δ’ ὑπόλοιπον αὐτῶν,
17. ἄχρι τοῦ πέμπτου τῶν κατὰ τὸν θώρακα σπονδύλων προέρχεται,
1. καμπὴν εὐθεῖαν ἐργαζόμενον σύμπασί τε τοῖς σπονδύλοις,
2. οἷς ἐπιτέταται, καὶ σὺν αὐτοῖς ὅλῃ τῇ κεφαλῇ. ἐπεὶ
3. δὲ καὶ τῶν ὀκτὼ μυῶν τῶν μικρῶν τῶν ὄπισθεν ὅσοι πρὸς
4. τὸ πλάγιον ἐγκλίνουσιν, εὐθεῖαν μὲν ἀνάνευσιν ἐργάζονται,
5. κατὰ συζυγίαν ἐνεργοῦντες, λοξὴν δ’, ὅταν ὁ ἕτερος ἐξ αὐτῶν
6. μόνος, ὡσαύτως δὲ καὶ οἱ κατ’ αὐτῶν ἐπικείμενοι μείζονες,
7. οἱ μέχρι τοῦ τραχήλου πάντως ἐκτεταμένοι, καὶ διὰ
8. τοῦτ’ ἀναγκαῖον ἦν ἀντιτάξαι τινὰς αὐτοῖς ἔμπροσθεν μῦς
9. λοξὴν καμπὴν ἐργαζομένους, οἱ καθήκοντες εἰς τὴν κλεῖν
10. καὶ τὸ στέρνον ἐδημιουργήθησαν ἕξ μύες, ἅμα μὲν ἐπινεύειν
11. τὴν κεφαλὴν, ἅμα δ’ εἰς τὸ πρόσω περιάγειν ἱκανοί.
12. οὕτω δὲ καὶ τῶν τεττάρων μυῶν, τῶν εἰς τὰ πλάγια καμπτόντων
13. τὸν τράχηλον, εἰ μὲν εἷς μόνος ἐνεργήσειεν, πρὸς
14. ἐκεῖνον ἐγκλίνεται, εἰ δὲ σύμπασα ἡ πρόσθιος συζυγία, βραχύ
15. τι νεύει πρόσω, μηδαμῶς ἐπεγκλίνων εἰς τὸ πλάγιον, ὥσπερ
16. γε καὶ, τῆς ὄπισθεν ἐνεργούσης, ἀνανεύει μὲν ὀλίγον, οὐκ
17. ἐγκλίνεται δὲ οὐδετέρωσε, πάντων δ’ ἐνεργησάντων ἅμα τῶν
1. τεττάρων, ἀῤῥεπὴς ἀκριβῶς διαμένει. καὶ φαίνεται κᾀνταῦθ’
2. ἡ φύσις οὐκ ἐπιλελησμένη τοῦ μυριάκις ἤδη δεδειγμένου,
3. τοῦ πολλὰ κατασκευάζειν ὄργανα μιᾶς ἐνεργείας ἕνεκεν ἢ
4. διὰ σφοδρότητα τῆς κινήσεως, ἢ διότι μεγάλην τῷ ζώῳ
5. τὴν χρείαν παρέχει. καὶ γὰρ οὖν καὶ ἡ τῆς κεφαλῆς κίνησις
6. ὅτι τε χρησιμωτάτη τοῖς ζώοις ἐστὶν ἐν τοῖς μάλιστα,
7. τί ἂν ἐγὼ δεοίμην λέγειν; ὅτι τε διὰ τὸ τοῦ μέρους μέγεθος
8. εὐρώστων δεῖται τῶν ἐνεργούντων μυῶν, οὐδὲ τοῦτ’
9. ἄδηλον ὑπάρχει. καὶ γὰρ δὴ καὶ τοῦτ’ αὐτῇ σχεδὸν ἐξαίρετόν
10. τε καὶ οἷον οὐδὲ καθ’ ἕν ἐστιν ἄλλο τῶν διαρθρουμένων
11. ὀστῶν· οὐδαμόθι γὰρ ἄλλοθι |τοσαύτην ὑπεροχὴν
12. ἔστι θεάσασθαι θατέρου παρὰ θάτερον, ὅσην ἐπὶ κεφαλῆς
13. καὶ τῶν πρώτων σπονδύλων. οὐ γὰρ δὴ διπλάσιόν γε ἢ
14. τριπλάσιον αὐτῆς ἐρεῖς τὸ μέγεθος, ἀλλ’ οὐδὲ τετραπλάσιον
15. ἢ πενταπλάσιον, καίτοι κᾂν εἰ τοῦτ’ ἦν, ὑπερεῖχεν
16. ἂν, οἶμαι, πολλῷ. νυνὶ δ’ οὐχ οὕτως ἔχει τἀληθὲς,
17. ἀλλ’ ἕκαστον τῶν κατ’ αὐτὴν ὀστῶν ἑκατέρου τῶν σπονδύλων
18. πολλαπλάσιόν ἐστι, καίτοι χωρὶς τῆς κάτω γένυος ἑπτακαίδεκα
1. τὰ πάντ’ ἐστὶν, ἐκείνης δὲ προστιθεμένης (ὥσπερ οὖν
2. καὶ δίκαιον προστίθεσθαι τῆς ὅλης κεφαλῆς ὑπάρχουσαν
3. αὐτὴν μόριον) οὐδὲ λογίσασθαι δυνατὸν, ὁσάκις ἑκάτερος
4. τῶν πρώτων σπονδύλων ἀναμετρεῖ τὸ σύμπαν τῆς κεφαλῆς
5. ὀστοῦν. οὔκουν οἷόν τ’ ἦν μέγιστον ὀστοῦν ἔχειν τοὺς μῦς
6. εἰς ἑκάτερον ἐκείνων ἐμφυομένους, ἀλλ’ ἀνάγκη πᾶσα, τῆς
7. μὲν κεφαλῆς αὐτοὺς ἐξῆφθαι πάντας, ἐμφύεσθαι δ’ οὐ πάντας
8. εἰς τοὺς πρώτους σπονδύλους, ἀλλ’ ἐκείνους μόνους, ὅσοις
9. ἦν δυνατόν. ἦν δ’, οἶμαι, δυνατὸν ἤτοι τοῖς εὐθείας ἀκριβῶς
10. ἐκπορίζουσι τῇ κεφαλῇ κινήσεις, ἤ τινα τῶν ἐπ’ ὀλίγον
11. λοξῶν. εὐλόγως οὖν οὐδὲ σύμπαντες οἱ μύες οἱ κινοῦντες
12. αὐτὴν εἰς τοὺς πρώτους σπονδύλους ἐμπεφύκασιν, ἀλλ’
13. ὄπισθεν μὲν οἱ μικροὶ μόνοι, ἔμπροσθεν δ’ ἡ πρώτη μοῖρα
14. τῶν ὑποβεβλημένων τῷ στομάχῳ μυῶν, ἐκ δὲ τῶν πλαγίων
15. οἱ τὸν πρῶτον σπόνδυλον τῇ κεφαλῇ συνάπτοντες μύες
16. μικροί.

Cliquer un n° de page pour en afficher l’image