ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ν.
1. Διαιρουμένης δὲ τῆς ὄπισθεν χώρας τῶν
2. σπονδύλων εἰς τρεῖς μοίρας, τήν τ’ ἀκριβῶς ὄπισθεν, ἵνα
3. πέρ ἐστιν ἡ ἄκανθα, καὶ δύο τὰς ἐφ’ ἑκάτερα ταύτης, ἃς
4. ὁρίζουσιν αἱ ῥίζαι τῶν ἐγκαρσίων ἐκφύσεων, ὅτι μὲν ἐπὶ
5. τῆς ἀκριβῶς μέσης οὐ μόνον οὐκ ἦν ἄμεινον, ἀλλ’ οὐδὲ
6. δυνατὸν τὰς διαρθρώσεις αὐτῶν ἐργάσασθαι, φθανούσης γε
7. δὴ τῆς ἀκάνθης αὐτὴν κατειληφέναι, πρόδηλον παντί.
8. λοιπῶν δ’ οὐσῶν δυοῖν χωρῶν, κατὰ μὲν τὴν ἑτέραν αὐτῶν
1. εἰ οἱ σπόνδυλοι πρὸς ἀλλήλους διηρθροῦντο, κατὰ δὲ τὴν
2. ἑτέραν ἀσφαλῶς ξυνεδοῦντο, πρῶτον μὲν ἂν ἐπελέληστο τῆς
3. δικαιοσύνης ἡ φύσις, ὁμοίαις χώραις ἄνισα νείμασα, δεύτερον
4. δ’ ἂν καὶ τὴν ῥάχιν αὐτὴν ὅλην ἑτερόῤῥοπον ἀπειργάσατο,
5. καὶ τρίτον ἐπὶ τοῖσδε τῶν ἐνυπαρχουσῶν αὐτῇ κινήσεων
6. ἐκώλυσεν ἂν ἐξ ἀνάγκης καὶ διέφθειρε τὸ ἥμισυ
7. μέρος. οὔτε γὰρ ἑκατέρωσε περιάγειν αὐτὴν ὁμοίως ἂν ἠδυνάμεθα,
8. χωλὴν κατὰ θάτερα γεγενημένην· ἐπικυπτόντων
9. δὲ τῶν σπονδύλων τὸ ἀδιάρθρωτον αὐτῆς μέρος, ἀδυνατοῦν
10. ἕπεσθαι τῷ διηρθρωμένῳ, καὶ τὴν ἐκείνου κίνησιν ἔβλαπτεν
11. ἂν, ὥστε ταύτῃ γε οὐ τὸ ἥμισυ μόνον, ἀλλ’ ὀλίγου δεῖν
12. ἅπασαν ἀπόλλυσθαι τὴν ἐνέργειαν. αὗται μὲν αἱ χρεῖαι
13. τοῦ καθ’ ἑκατέραν τὴν ὄπισθεν χώραν διαρθρωθῆναι πρὸς
14. ἀλλήλους ἅπαντας τοὺς σπονδύλους.