Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 13.10, ed. Kühn, 1822, vol. 4, p. 119-123. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.10

16. Καιρὸς οὖν ἤδη τὰ κατὰ τὰς ὠμοπλάτας
17. προχειρίζεσθαι μόρια, καὶ δεικνύναι καὶ τὴν ἐν τούτοις
18. τέχνην τῆς φύσεως. εἰ δὴ νοήσαις ἐξῃρημένας αὐτὰς τοῦ ζώου
1. καὶ μηκέτ’ οὔσας, οὐχ ἕξεις ὅπως γεννήσεις τῷ λόγῳ τὸ
2. κατ’ ὦμον ἄρθρον. ἡ γὰρ τοῦ βραχίονος κεφαλὴ δεῖται
3. πάντως ἐπιβαίνειν κοιλότητι πρὸς τὴν γένεσιν αὐτοῦ, καὶ
4. ταύτης ἕνεκα τῆς κοιλότητος ὅ τ’ αὐχὴν τῶν ὠμοπλατῶν
5. ἀποπέφυκε, καί τις ἐπ’ αὐτῷ κατὰ τὸ πέρας ἐγγέγλυπται
6. κοιλία, τηλικαύτη τὸ μέγεθος, ἡλίκη μάλιστ’ ἐπιτήδειός ἐστι
7. διαρθρωθῆναι τῇ κεφαλῇ τοῦ βραχίονος. αὕτη μὲν ἡ χρεία
8. πρώτη τέ ἐστι καὶ μεγίστη, δι’ ἣν ὠμοπλάτας ἡ φύσις
9. ἐποίησεν. ἐξ ἐπιμέτρου δ’ ἄλλη προσέρχεταί τις, οὐδ’ αὐτὴ
10. σμικρὰ, τῶν ταύτῃ τοῦ θώρακος μερῶν ἡ φρουρά. τὰ μὲν
11. γὰρ ἔμπροσθεν αὐτοῦ φυλάττομεν ἐκ πολλοῦ προορώμενοι τὰ
12. λυπήσοντα καὶ φθάνοντες ἢ μεταπηδᾷν, ὡς ἐκκλῖναι τελέως
13. τὸ ἐπιφερόμενον, ἢ προβαλέσθαι τι τῶν στέρνων ἀλεξητήριον,
14. ἢ ἐπὶ ταῖς χερσὶν ἀμυντήριον ἑλέσθαι. πολλάκις δὲ
15. καὶ μόναις αὐταῖς καὶ γυμναῖς προκινδυνεύομεν, ἄμεινον
16. εἶναι καὶ τρωθῆναί τι τῶν κατὰ ταύτας, καὶ θλασθῆναι,
17. καὶ συντριβῆναι, καὶ ἀποκοπῆναι νομίζοντες, ἢ συγχωρῆσαι
18. προσπεσεῖν τοῖς στέρνοις τὸ λυπῆσον. αὐτὸς μὲν γὰρ ὁ
1. θώραξ ἀναπνοῆς ἐστιν ὄργανον, ὥσπερ οὖν καὶ ὁ περιεχόμενος
2. ὑπ’ αὐτοῦ πνεύμων, ἡ καρδία δὲ ἀρχὴ τῆς συμπάσης
3. ζωῆς. οὔκουν ἀκίνδυνον οὐδενὸς τῶν ὀστῶν τοιούτων ἡ
4. βλάβη. ἐκ δὲ τῶν ὀπίσω μερῶν ὁ μὲν κίνδυνος ἴσος, ἡ
5. δὲ πρόγνωσις τῶν ἀδικησόντων οὐκ ἴση, μὴ παρόντων
6. ὀφθαλμῶν. ἐχρῆν γοῦν τι κᾀνταῦθα τῇ δικαίᾳ φύσει σοφὸν
7. ἐξευρῆσθαι μηχάνημα, καὶ μὴ παντάπασιν ἠμελῆσθαι τὰ
8. χωρία. διὸ πρῶτον μὲν οἷον χάρακά τινα πολυειδῆ τοῖς
9. κατὰ ῥάχιν σπονδύλοις ἐνεπήξατο τὰς πολλὰς ἐκείνας ἀποφύσεις,
10. ἃς ἔμπροσθεν εἶπον, ἀνάντεις καὶ κατάντεις ἐργασαμένη,
11. καὶ λοξὰς εἰς τὰ πλάγια παραγαγοῦσα, καὶ κατὰ
12. τὸ μῆκος ἅπαν ὀρθίας ἀνατείνασα, τὰ δὲ τῆς ῥάχεως ἐφ’
13. ἑκάτερα τὰ μέχρι τῶν πλευρῶν αὐταῖς μὲν πρῶτον καὶ
14. μάλιστα ταῖς ὠμοπλάταις, ἤδη δὲ καὶ πλήθει σαρκῶν δαψιλεῖ
15. σκεπάσασα. δι’ αὐτὸ γάρτοι τοῦτο καὶ ῥάχιν
16. ἰδίαν ἑκατέρᾳ τῶν ὠμοπλατῶν ἀπέφυσεν, ἕτερον τοῦτον χάρακα
17. τῶν τῇδε τοῦ θώρακος μερῶν προβαλλομένη. ταύτῃ 
1. δ’ αὐτῇ πάλιν τῇ ῥάχει συγχρῆται καλῶς καὶ πρὸς ἕτερον.
2. βραχὺ γὰρ ἐπαυξήσασα τὸ ἄνω πέρας αὐτῆς, καὶ ἐπὶ τὸ ὄρθιον
3. ἀνατείνασα, κᾀνταῦθα τῇ κλειδὶ συνάψασα, τὸ καλούμενον
4. ἀκρώμιον ἐγέννησεν, ἅμα μὲν σκέπην τε καὶ φρουρὰν
5. ἐσόμενον τῆς κατ’ ὦμον ἐναρθρώσεως, ἅμα δὲ καὶ κωλῦσον
6. ἐκπίπτειν ἄνω τὴν κεφαλὴν τοῦ βραχίονος, εὐθὺς δὲ
7. καὶ τὴν ὠμοπλάτην αὐτὴν ἀφεστηκυῖαν τοῦ θώρακος φυλάξον.
8. εἴτε γὰρ μηδὲν ἐνταῦθα προὐτέτακτο τῆς διαρθρώσεως,
9. ἑτοίμως μὲν ἂν ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν
10. ἐβλάπτετο, ῥᾳδίως δ’ ἂν ὑπερέβαινεν ἡ κεφαλὴ τοῦ
11. βραχίονος ἐπὶ τὸν αὐχένα τῆς ὠμοπλάτης, ὡς ἂν μήτε κοτύλην
12. ἐν ἑαυτῷ βαθεῖαν ἔχοντα, μήτε ἄμβωνας μεγάλους·
13. εἴτε μὴ συνῆπτο κατὰ τοῦτο ἡ κλεὶς, οὐδὲν ἂν ἐκώλυεν
14. ἀστήρικτον οὖσαν ὅλην τὴν ὠμοπλάτην ἐπιπίπτειν τε τῷ
15. θώρακι καὶ στενοχωρεῖν ἐνταῦθα τὸ κατ’ ὦμον ἄρθρον, καὶ
16. πολλὰς τῶν τοῦ βραχίονος κινήσεων ἐμποδίζειν. ἐν γὰρ τῷ
17. πλεῖστον ἀφεστάναι τοῦ θώρακος τὸ πολυειδῶς αὐτὸ κινεῖσθαι
18. μάλισθ’ ὑπάρχει. εἰ δέ γ’ ἔψαυεν αὐτοῦ τῶν πλευρῶν,
1. ἢ ὅλως ἐγγὺς ἐτέτακτο, καθάπερ ἐπὶ τῶν τετραπόδων ἔχει,
2. τὰς παρὰ τὸ στέρνον τε καὶ τὸν ἀντικείμενον ὦμον, ἐπωμίδα
3. τε καὶ τράχηλον, οὐκ ἂν οἷόν τ’ ἦν ἡμῖν ποιεῖσθαι περιφορὰς
4. τῶν χειρῶν, ὥσπερ οὐδὲ νῦν, ἐπειδὰν ἐξαρθρήσας ὁ
5. βραχίων προσπέσῃ ταῖς πλευραῖς. πρὸς οὐδὲν γὰρ τῶν ἀντικειμένων
6. μερῶν ἐν τοῖς τοιούτοις παθήμασιν ἀνατεῖναι
7. δυνάμεθα τὰς χεῖρας, ὡς ἂν προσπιπτούσης μὲν τῷ βραχίονι
8. τῆς τῶν πλευρῶν ἐν τοῖς τοιούτοις παθήμασιν κυρτότητος,
9. ἀπωθουμένης δ’ αὐτὸν εἴς τε τἀκτὸς καὶ τὰ πλάγια.
10. ταῦτ’ οὖν ἐγίνετ’ ἂν ἡμῖν τὰ παθήματα κᾀν τῷ
11. κατὰ φύσιν ἔχειν. πλεῖστον μὲν γὰρ ἀπήχθη τοῦ στέρνου
12. τὸ ἀκρώμιον, ἐν δὲ τῷ μεταξὺ καθάπερ στήριγμα τὴν κλεῖν
13. ἡ φύσις κατέθετο.

Cliquer un n° de page pour en afficher l’image