14. Πάλιν οὖν μοι κᾀνταῦθα σκόπει τὴν διαπλάττουσαν
15. τὰ ζῶα τέχνην, ὡς ἔστιν ἐν ἅπασι δικαία,
16. καίτοι γ’ ἐπ’ ἀνθρώπου μόνον ἠπειγόμην περαίνειν τὸν
17. λόγον. ἀλλὰ γὰρ οὐκ ἐγχωρεῖ πολλάκις, οὐδ’ ἂν πάνυ φυλάττηταί
18. τις, ἀπέχεσθαι τῆς τῶν ἀλόγων ζώων κατασκευῆς.
1. οὐ γὰρ ὡς ἔτυχεν οὐδὲ μάτην ἡ φύσις οὔτ’ ἀνθρώπῳ
2. ποῤῥωτάτω τοῦ θώρακος ἀπήγαγε τὸ κατ’ ὦμον ἄρθρον,
3. οὔτε τοῖς τετράποσι ζώοις ἐγγυτάτω κατέθετο, ἀλλ’ ὅτι τῷ
4. μὲν χερσὶ μέλλοντι χρῆσθαι πολυειδῶς ἔδει τῆς κινήσεως,
5. καὶ διὰ τοῦτο εὐρυχώρου τῆς θέσεως, ἐν ἐκείνοις δ’, (οὔτε
6. γὰρ χεῖρές εἰσι, τά τ’ ἔμπροσθεν κῶλα παραπλησίως τοῖς
7. ὄπισθεν εἰς βάδισιν μόνην ὑπηρετεῖ,) διὰ τοῦθ’ ὑπερηρεῖσθαι
8. τῷ θώρακι βέλτιον ἦν τὰ σκέλη. ταῦτ’ ἄρα καὶ τὰ στέρνα
9. τοῖς μὲν πλατέα, τοῖς δ’ ὀξέα καὶ στενὰ γεγένηται. καίτοι
10. γ’, εἴπερ ἔμπαλιν ἔχοντα κατεσκευάσθη, τοῖς μὲν ἀνθρώποις
11. τὰς προειρημένας τῶν χειρῶν ἐνεργείας ἐνεπόδιζεν ἂν ἁπανταχῇ,
12. καθάπερ εἰ καὶ νῦν ἐπιθείης μέσῳ τῷ στέρνῳ πρόμηκες
13. ξύλον ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ὑποχονδρίων διῆκον·
14. τοῖς δ’ ἄλλοις ζώοις, εἴπερ ἦν πλατέα, διεκώλυεν ἂν ὑπερηρεῖσθαι
15. καλῶς τῷ θώρακι τὰ πρόσθια κῶλα. φαίνεται γοῦν
16. κᾀνταῦθα, καθάπερ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἀκριβῶς ἡ φύσις
17. δικαία, τῷ μὲν δίποδι καὶ ὀρθῷ ζώῳ πλατὺν μὲν τὸν
1. θώρακα ποιήσασα, τὸ κατ’ ὦμον δ’ ἄρθρον ἔξωθεν
2. καταθεῖσα, τοῖς δ’ αὖ τετράποσιν ὀξὺν μὲν ἐργασαμένη
3. τὸν θώρακα, συνάψασα δ’ αὐτῷ τὰς ὠμοπλάτας, ὑπερείσασα
4. δὲ τὰ σκέλη. τῆς δ’ αὐτῆς ἔχεται προνοίας καὶ ἡ τῆς
5. κλειδὸς γένεσις· ἐπεὶ γὰρ ἀνατρέπεσθαι πρὸς τοὐκτὸς ἔδει
6. τὰς ὠμοπλάτας, ἑκατέραν αὐτῶν ἡ φύσις ἐν τῷ μεταξὺ τοῦ
7. τε κατὰ τὸ στέρνον ὀστοῦ καὶ τοῦ πέρατος τῆς ἐν ἐκείναις
8. ῥάχεως κατέθετο. μακροῦ δ’ ὄντος τοῦ στέρνου, (διήκει γὰρ
9. ἀπὸ τῶν σφαγῶν ἄχρι τῶν ὑποχονδρίων,) οὐκ ἂν εὕροις ἐπιτηδειοτέραν
10. χώραν τῆς πρὸς τὰς κλεῖς διαρθρώσεως ἑτέραν
11. τῆς νῦν ὑπαρχούσης αὐτῷ· καὶ γὰρ πλατύτατον ἐνταῦθ’
12. ἐστὶ καὶ ἰσχυρότατον, καὶ οὐκέτ’ οὐδεμία τῶν πλευρῶν
13. αὐτῷ διαρθροῦται. κατὰ δὲ ταὐτὰ καὶ ἡ πρὸς τὰς ὠμοπλάτας
14. αὐτῶν σύζευξις ἐν ἐπικαιροτάτῳ γεγένηται πρός τε
15. τὸ καλῶς ἀνατρέπειν ἐκτὸς καὶ πρὸς τὸ φρουρεῖν τὸ κατ’
16. ὦμον ἄρθρον καὶ πρὸς τὸ κωλύειν ἐκπίπτειν ἄνω. δεόντως
17. οὖν ἄνθρωπος οὐδ’ εἰ βουληθείη βαδίζειν ἐπὶ τῶν
18. τεττάρων κώλων δύναιτ’ ἂν, ἀπηγμένων αὐτῷ πόῤῥω τοῦ
1. θώρακος τῶν κατὰ τὰς ὠμοπλάτας ἄρθρων. εὐλόγως δὲ
2. καὶ πίθηκος, ὥσπερ τἄλλα κατὰ τὸν ἔμπροσθεν λόγον ἐδείκνυτο
3. μίμημα γελοῖον ἀνθρώπου γεγενημένος, οὕτω κᾀν
4. τοῖς κώλοις διάκειται. τὰ μὲν γὰρ σκέλη πόσον ἀποδεῖ
5. τῶν ἀνθρωπείων σκελῶν, ἐν τοῖς ἰδίοις αὐτῶν ἐδείχθη λόγοις,
6. ὥσπερ οὖν καὶ ἡ τῆς ἄκρας χειρὸς κατασκευή. τὰ δὲ κατ’
7. ὠμοπλάτας καὶ κλεῖς ἀνθρώπῳ καὶ μάλιστα προσέοικεν,
8. καίτοι γ’ οὐ δεόμενος ἐοικέναι ταύτῃ τοῖς ἀνθρώποις εἰς
9. ὠκύτητα βαδίσεως. ἀπαμφοτερίζει τοιγαροῦν ἑκατέροις τοῖς
10. γένεσιν, καὶ οὔτε δίπουν ἐστὶν ἀκριβῶς, οὔτε τετράπουν,
11. ἀλλὰ καὶ ὡς δίπουν χωλὸν, (οὐ γὰρ ἀκριβῶς ὀρθὸν στῆναι
12. δύναται,) καὶ ὡς τετράπουν ἀνάπηρόν τε ἅμα καὶ βραδὺ,
13. διὰ τὸ πλεῖστον ἀπῆχθαι τοῦ θώρακος αὐτὸ τὸ κατ’ ὦμον
14. ἄρθρον, καθάπερ εἰ καὶ τῶν ἄλλων τινὸς ζώων ἀποσπασθὲν
15. τοῦ θώρακος ἐκτὸς ἀποχωρήσειεν. ὥσπερ δὲ πιθήκῳ,
16. διότι γελοῖόν ἐστι τὴν ψυχὴν ζῶον, διὰ τοῦτο καὶ σῶμα πᾶν
17. διάκειται γελοῖον, οὕτως ἀνθρώπῳ, διότι λογικόν ἐστι τὴν
1. ψυχὴν τὸ ζῶον, καὶ θεῖον μόνον τῶν ἐπὶ γῆς, διὰ
2. τοῦτο ἄριστα τὸ σῶμα κατεσκεύασται πρὸς τὴν τῆς ψυχῆς
3. δύναμιν. ὅτι μὲν γὰρ ὀρθὸν ἵσταται μόνον τοῦτο τῶν
4. ζώων, πρόσθεν ἐδείξαμεν. ὅτι δὲ καὶ χερσὶ χρῆται μόνον
5. καλῶς, δέδεικται μὲν καὶ τοῦτ’ ἔμπροσθεν· ἀλλὰ καὶ νῦν
6. οὐδὲν ἧττον φαίνεται, εἰ τό τε κατ’ ὦμον ἄρθρον ἐπιβλέψαις
7. καὶ τὸ τοῦ σύμπαντος θώρακος σχῆμα καὶ τὴν τῆς κλειδὸς
8. γένεσιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν τέχνην τῆς φύσεως
9. ἐνδείξασθαι, πολὺ δ’ αὐτῶν ἔτ’ ἐναργέστερον δείξει
10. τὰ λεχθησόμενα. τί δή ποτε γὰρ οὐκ ὀρθὴν ἀπὸ τοῦ
11. στέρνου τὴν κλεῖν ἐπὶ τὰς ὠμοπλάτας ἐξέτεινεν, ἀλλὰ
12. πρὸς αὐτῇ μὲν τῇ σφαγῇ κυρτὴν μὲν τἀκτὸς, τὰ δ’ ἔνδον
13. κοίλην, ἐφεξῆς δ’ ἔμπαλιν ἔξωθεν μὲν ἀτρέμα κοίλην,
14. ἔσωθεν δὲ κυρτοτέραν; οὐ γὰρ οὖν οὐδὲ τούτων οὐδὲν εἰκῇ
15. καὶ μάτην ὑπὸ τῆς φύσεως ἐγένετο, ἀλλὰ τὰ μὲν πρὸς τῇ
16. σφαγῇ διὰ τὴν αὐτὴν τῷ στέρνῳ χρείαν ὁμοίως ἐκείνῳ
17. κοίλη κατὰ τὴν ἐντὸς ἐγένετο χώραν, ἐπιτήδειον παρέξουσα
18. εὐρυχωρίαν τοῖς ἄνωθεν κάτω καὶ τοῖς κάτωθεν ἄνω διὰ
1. τοῦ τραχήλου φερομένοις ὀργάνοις· ὁπότε δ’ ἀποχωρεῖν
2. ἀπήρξατο τῆς σφαγῆς, ὑποστρέψασα κατὰ βραχὺ τοσοῦτον εἰς
3. τὸ πρόσω μέρος ἄχρι τῆς ἀκρωμίας, ὅσον ἀπεχώρησεν ὀπίσω
4. τὸ πέρας τοῦ κυρτωθέντος μορίου κατ’ αὐτὴν, ὡς, εἴγε ὀπίσω
5. μόνον ὡδοιπόρησεν, εἰς τὰ πλάγια τοῦ τραχήλου φερομένη,
6. τὴν πρὸς τὸν θώρακα διάστασιν ἀξιόλογον οὐκ ἂν ἔσχε. συνδεῖ
7. δ’ αὐτὴν ἐνταῦθα τῇ ῥάχει τῆς ὠμοπλάτης μικρὸν ὀστοῦν
8. χονδρῶδες, ὃ μηδ’ αὐτὸ ζήτει ἐν πιθήκοις· ὥσπερ
9. γὰρ ἐν ἄλλοις τισὶν, οὕτω κᾀν τῷδε τῆς ἀνθρωπείας κατασκευῆς
10. ἀπολείπονται. ἀλλ’ ἄνθρωπός γε καὶ ταῦτα πλεονεκτεῖ
11. πρὸς ἀσφάλειαν, ὅτι μὴ διὰ συνδέσμων μόνον ὑμενωδῶν
12. συνάπτεται τὰ δύο πέρατα τῶν ὀστῶν, ἀλλ’ ἐξ ἐπιμέτρου
13. τρίτον ἄλλο κατ’ αὐτῶν ἐπικείμενον ὀστοῦν χονδρῶδες ἑτέροις
14. τισὶ συνδέσμοις ἰσχυροῖς, ὑφ’ ὧν κατακρύπτεται, συνάπτει
15. τοῖς ὑποκειμένοις ὀστοῖς ἑαυτῷ. διὰ τί δὲ χονδρῶδες ἐγένετο,
16. μέλλον ἐκκεῖσθαι καὶ πρῶτον τῶν προσπιπτόντων ἔξωθεν
17. ἐκδέξεσθαι τὴν βίαν, ἔμπροσθεν εἴρηταί μοι, κοινῇ περὶ
18. πάντων τῶν τοιούτων διεξιόντι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.11, ed. Kühn, 1822, vol. 4, p. 123-128. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩