1. Ἀλλὰ νῦν γε καιρὸς ἐπὶ τὸ κατ’ ὦμον ἄρθρον
2. αὐτὸ μετιέναι τῷ λόγῳ, καὶ πρῶτον μὲν δεικνύναι,
3. ὡς ἡ φύσις εὐλόγως αὐτήν τε τοῦ βραχίονος τὴν κεφαλὴν
4. ἀκριβῶς ἀπειργάσατο περιφερῆ, τήν τε περικειμένην κοιλότητα
5. τῷ τῆς ὠμοπλάτης αὐχένι σμικράν τε ἅμα καὶ ὑπτίαν·
6. ἔπειτα δὲ καὶ τοὺς κινοῦντας μῦς αὐτὸ, τίνες τέ εἰσι καὶ
7. πόσοι καὶ πηλίκοι, καὶ τίνα χρείαν ἕκαστος αὐτῶν παρέχεται,
8. καὶ ὡς οὔτε πλείους, οὔτ’ ἐλάττους τὸν ἀριθμὸν, ἀλλ’
9. οὐδὲ μείζους, ἢ μείους, ἢ ἑτέραν τινὰ θέσιν ἔχοντας ἄμεινον
10. ἦν αὐτοὺς γεγονέναι. τοῦ μὲν δὴ τὴν κεφαλὴν τοῦ
11. βραχίονος γενέσθαι περιφερῆ, καὶ τὴν κοιλότητα τῆς ὠμοπλάτης
12. ἐπιπολῆς τε ἅμα καὶ ὑπτίαν, ἡ χρεία πρόδηλος,
13. εἴ τις τῶν ἐν τοῖς πρώτοις γράμμασιν εἰρημένων μνημονεύει.
14. πολλαῖς τε γὰρ ἅμα καὶ ποικίλαις κινήσεσιν ἡ σύμπασα
15. χεὶρ παρεσκευασμένη τὴν μὲν κεφαλὴν τοῦ βραχίονος ἐδεῖτο
16. περιφερῆ κεκτῆσθαι, (τούτου γὰρ οὐδὲν ἂν εὕροιμεν ἐπιτηδειότερον
17. σχῆμα πρὸς ἑτοιμότητα κινήσεως,) τὴν δ’ ὑποτεταγμένην
18. αὐτῇ κοιλότητα μήτε βαθεῖαν ἱκανῶς, μήτ’ εἰς
1. ὀφρῦς μεγάλας τελευτῶσαν. εἰ γὰρ κατεκλείσθη μὲν βραχείᾳ
2. κοιλότητι τὸ τοῦ βραχίονος ἄρθρον, ἐσφίγχθη δ’ ἐν
3. κύκλῳ μεγάλοις ἄμβωσιν, οὐκ ἂν πάντη περιφέρεσθαι ῥᾳδίως
4. ἠδύνατο τοῦτο, οὐδ’ ἦν αὐτῷ μᾶλλον ἡ τῆς ἀσφαλείας
5. χρεία· τούτου γὰρ ἕνεκα καὶ σύμπασα χεὶρ ἐγεγόνει. κινδυνεύει
6. τοίνυν ὀλίγου δεῖν ἔξαρθρος ἡ κεφαλὴ τοῦ βραχίονος
7. εἶναι διὰ παντὸς, ὡς ἂν ἐπὶ μικρᾶς οὕτως ὀχουμένη κοιλότητος,
8. ὥστε ἐκπίπτον τὸ πλεῖστον αὐτῆς μέρος ἀστήρικτον
9. αἰωρεῖσθαι. πῶς οὖν οὐκ ἐκπίπτει διὰ παντὸς ἐπὶ
10. ταῖς σφοδραῖς κινήσεσιν; ὅσον μὲν γὰρ ἐπὶ τῇ προειρημένῃ
11. κατασκευῇ, τοῦτ’ ἐχρῆν αὐτῇ πάντως ἔσεσθαι. θαυμάσεις
12. πάλιν ἐνταῦθα τῆς φύσεως τὴν τέχνην, εἰ τὰς τῆς ἀσφαλείας
13. θεάσαιο μηχανάς. τρεῖς μὲν συνδέσμους ἰσχυροὺς τὸ
14. τοῦ βραχίονος ὀστοῦν τῷ τῆς ὠμοπλάτης αὐχένι ξυνάπτοντας
15. εἰργάσατο ἐπὶ τῷ κοινῷ ξυμπάντων τῶν ἄρθρων τῷ
16. περιφερεῖ, δύο δ’ ἀποφύσεις καμπύλας τῆς ὠμοπλάτης
17. φρουρούσας αὐτὸ, καὶ τούτων ἑκατέρωθεν μῦς μεγίστους
18. σφίγγοντας. ὁ μὲν δὴ πλατὺς σύνδεσμος ὁ ὑμενώδης, ὁ
1. πᾶσι τοῖς ἄρθροις ὑπάρχων, ἐκφύεται μὲν ἐκ τῶν χειλῶν
2. τῆς ἐν ὠμοπλάτῃ κοιλότητος, ἅπασαν δ’ ἀκριβῶς ἐν κύκλῳ
3. περιερχόμενος τὴν διάρθρωσιν εἰς τὴν ἀρχὴν καταφύεται
4. τῆς κεφαλῆς τοῦ βραχίονος. τῶν δ’ ἄλλων τῶν τριῶν οἱ
5. δύο μὲν ἀκριβῶς εἰσι στρογγύλοι, καθάπερ νεῦρα, πλατὺς
6. δ’ ἀτρέμας ὁ τρίτος. ἐκφύεται δ’ ὁ μὲν πρῶτος ἐκ τοῦ
7. πέρατος τῆς ἀγκυροειδοῦς ἀποφύσεως, ὁ δὲ δεύτερος ὁ τούτου
8. μείζων ἐκ τοῦ τῆς ὠμοπλάτης αὐχένος, κατ’ ἐκεῖνο μάλιστα
9. τὸ μέρος, ἔνθα τῆς ἐπικειμένης αὐτῷ κοιλότητος
10. ὀφρύς ἐστιν ὑψηλοτάτη. τούτῳ μὲν οὖν ἡ κεφαλὴ τοῦ βραχίονος
11. ἐπίβασιν ἀσφαλῆ παρέχει, τηλικαύτην ἐν τοῖς
12. ἄνω τε καὶ πρόσω μέρεσιν ἑαυτῆς ἔχουσαν κοιλότητα κατάντη,
13. τομῇ πλατείᾳ παραπλησίαν, ἡλίκος περ καὶ αὐτὸς
14. ὁ σύνδεσμός ἐστιν. ὁ δὲ ἕτερος ὁ πρότερος εἰρημένος ἐκ
15. τῶν ἔνδον μερῶν τῆς κεφαλῆς τοῦ βραχίονος παρατέταται.
16. λοιπὸς δ’ ὁ τρίτος ἐκ μὲν τῆς αὐτῆς τῷ δευτέρῳ χώρας
17. ἐκφύεται, λοξὸς δ’ ὑποφυόμενας αὐτῷ καταφύεται καὶ αὐτὸς
18. εἰς τὴν πρώτην ἀρχὴν τῆς κεφαλῆς τοῦ βραχίονος
1. ὁμοίως τῷ πλατεῖ τῷ πᾶν ἐν κύκλῳ περιλαμβάνοντι τὸ ἄρθρον,
2. ἔστι γάρ πως ἐκείνου μέρος. οἱ δέ γε προειρημένοι
3. δύο καθήκουσιν εἰς τὸν ἐπικείμενον τῷ βραχίονι μῦν, ὃν
4. ἐν τοῖς περὶ τῆς χειρὸς λόγοις εἰς τὴν κεφαλὴν τῆς κερκίδος
5. ἔλεγον ἐμφύεσθαι. καὶ γὰρ οὖν κᾀνταῦθα τὸ τῆς φύσεως
6. εὐμήχανόν ἐστιν ἰδεῖν, ὅπερ ἤδη δέδεικται μυριάκις,
7. τὸ, ὡς ἓν ὄργανον ἐνίοτε τῷ τῆς θέσεως ἐπικαίρῳ πολλαῖς
8. ἐξαρκοῦν ἀπεργάζεται χρείαις. δεομένων γὰρ ἁπάντων μυῶν,
9. ὡς καὶ τοῦτ’ ἐν τοῖς ἰδίοις αὐτῶν ἀποδέδεικται λόγοις, μετέχειν
10. τῆς τῶν συνδέσμων οὐσίας, ἅμα μὲν τῷ μυῒ χρησίμους
11. αὐτοὺς, ἅμα δὲ καὶ τῷ κατ’ ὦμον ἄρθρῳ κατεσκεύασε.
12. τουτὶ μὲν γὰρ σφίγγοντές τε καὶ συνέχοντες ἐκπίπτειν
13. κωλύουσιν, εἰς δὲ τὸν μῦν διασπειρόμενοι καὶ τούτῳ παρέχουσιν
14. αὐτάρκη τὴν ἐξ αὑτῶν ὠφέλειαν. ὑπὸ μὲν τῶν
15. συνδέσμων οὕτω φρουρεῖται τὸ κατ’ ὦμον ἄρθρον, ὑπὸ δὲ
16. τῶν ὑποφύσεων τῆς ὠμοπλάτης, ἄνωθεν τῆς κατὰ τὸ ἀκρώμιον,
17. ἣν ἐκεῖνοι κορακοειδῆ προσαγορεύουσιν, ἔξωθεν δὲ
1. τῆς ἀγκυροειδοῦς τε καὶ σιγμοειδοῦς ὀνομαζομένης, ἐν κύκλῳ
2. δὲ πανταχόθεν ὑπὸ μεγίστων μυῶν καὶ τενόντων
3. σφίγγεται τῶν κινούντων ὅλην τὴν διάρθρωσιν, ὑπὲρ ὧν
4. λέγειν ἤδη καιρός.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.12, ed. Kühn, 1822, vol. 4, p. 129-133. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩