5. Ἐμφύονται μὲν αὐτῶν αἱ τελευταὶ τῷ τοῦ
6. βραχίονος ὀστῷ, τινὲς μὲν ἀνατείνουσαι τὸ κῶλον, ἔνιαι δὲ
7. κατασπῶσαι, προσάγουσαι δ’ ἄλλαι τῷ στήθει, καί τινες
8. ἀπάγουσαι πρὸς τοὐκτὸς, ἔνιαι δ’ ἐξ αὐτῶν κυκλοτερῶς
9. περιστρέφουσαι. τῷ μὲν οὖν στήθει προσάγουσιν ὅ τ’ ἐκ
10. τοῦ κατὰ τὸν τιτθὸν χωρίου πεφυκὼς μῦς, μέτριος τὸ μέγεθος,
11. εὐθὺς δὲ καὶ κατασπῶν τὸν βραχίονα πρὸς
12. τὸ κάτω μέρος ἀτρέμα, ὡς εἶναι ταπεινοτέρας προσαγωγῆς
13. αἴτιος· ἕτερος δ’ ἔμπαλιν τῷδε, τῶν ὑψηλῶν τοῦ στέρνου
14. μερῶν ἐκπεφυκὼς, ὑψηλῆς προσαγωγῆς ἐστιν αἴτιος. ἄλλος
15. δ’ ἐπ’ αὐτοῖς τρίτος διφυὴς ἢ δύο συμφυεῖς (ἑκατέρως γὰρ
16. ὑπὲρ αὐτῶν ἔνεστιν ἀληθεύειν λέγοντας) ἐκφύονται μὲν ἐξ
17. ὅλου τοῦ κατὰ τὸ στέρνον ὀστοῦ, προσάγουσι δὲ τῷ στήθει
18. τὸ τοῦ βραχίονος ὀστοῦν ὅλον ἰσόῤῥοπον, ἐπειδὰν ἀμφότεροι
1. ταθῶσιν. εἰ δέ γ’ ὁ ἕτερος αὐτῶν ἐνεργήσειε μόνος, ὁ μὲν
2. ἐκ τῶν κάτω μερῶν τοῦ στέρνου πεφυκὼς ταπεινὴν ἐργάζεται
3. προσαγωγὴν, ὁ δ’ ἕτερος ὑψηλοτέραν· οὔτε δ’ οὗτος
4. ὑψηλὴν οὕτως, ὡς ὁ δεύτερος τῶν εἰρημένων, οὔτε εἰς τοσοῦτον
5. ταπεινὴν ὁ ἕτερος, ὡς ὁ πρῶτος. διαδέχεται δὲ τὸν
6. μὲν ταπεινότατον τῶν εἰρημένων τεττάρων μυῶν ὁ ἀπὸ τῶν
7. παρὰ τὸν τιτθὸν χωρίων ἀναφερόμενος μικρὸς μῦς, τὸν δὲ
8. ὑψηλότατον ἡ ἑτέρα μοῖρα τοῦ κατὰ τὴν ἐπωμίδα μυὸς,
9. ἡ τῆς κλειδὸς ἐκπεφυκυῖα. δύο γὰρ ἔχει κεφαλὰς ὁ μῦς
10. οὗτος· ἐκ μὲν τῶν ἔνδον μερῶν τῆς ἐπωμίδος αὐτὸ δὴ τοῦτο
11. τὸ τῆς κλειδὸς ἐκπεφυκὸς, ἐκ δὲ τῶν ἔξω παραπεφυκός τι
12. τῇ ῥάχει τῆς ὠμοπλάτης ἐν τοῖς ταπεινοτέροις αὐτῆς μέρεσιν.
13. ἀλλ’ ἡ μὲν τούτου μόνου ταθέντος ἐνέργεια πρὸς
14. τὴν ἐκτὸς χώραν ἀνατείνει τὸν βραχίονα, βραχὺ τῆς μέσης
15. τε καὶ ἀκριβῶς εὐθείας ἀνατάσεως ἐγκλίνουσα πρὸς τὸ πλάγιον·
16. ἡ δὲ θατέρου τοῦ πρὸς τὴν κλεῖν εἰκότως ἐπὶ τὴν
17. ἐντὸς χώραν ὁμοίως ἐγκλίνει. ταθέντων δ’ ἀμφοτέρων ἰσοσθενῶς,
18. τὴν ἀκριβῶς εὐθεῖάν τε καὶ μέσην ἀνάτασιν ὁ βραχίων
19. λαμβάνει, μηδαμόσε παρεγκλίνων. καὶ μὴν καὶ ἄλλοι
1. δύο μύες ἑκατέρωθεν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁμοίαν τῷ
2. προειρημένῳ τὴν ἐνέργειαν ἔχουσιν, εἰ μὲν ἅμα ταθεῖεν,
3. ἐξαίροντες, ὑψηλὸν ἀκριβῶς τὸν βραχίονα, καταμόνας δ’ ἑκάτερος,
4. ἅμα βραχεῖ τινι πρὸς τὸ πλάγιον ἐγκλίσει. ὄγδοος
5. δ’ ἄλλος ἐπὶ τοῖς εἰρημένοις μῦς ἐκπεφυκὼς τοῦ πλείστου
6. μέρους τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς ἐπὶ τὴν ἐκτὸς
7. χώραν ἀπάγει τὸ κῶλον, ἀντιτειαγμένος τοῖς κατὰ στῆθος,
8. οἳ προσαγωγῆς ὑψηλῆς ἦσαν δημιουργοί. δύο δ’ ἐφεξῆς τῇδε
9. μυῶν κινήσεις εἰσὶ, περιστρέφουσαι τὸν βραχίονα πρός τε
10. τὴν ἐκτὸς καὶ κάτω χώραν. ἀλλ’ ἐπὶ πλέον μὲν ἀπάγει πρὸς
11. τὴν ἐκτὸς ὁ τοῦ κάτω πέρατος ἐκπεφυκὼς τῆς ταπεινῆς ἐν
12. ὠμοπλάτῃ πλευρᾶς· ὁ δ’ ἕτερος τὸ σιμὸν αὐτῆς ἅπαν κατειληφὼς
13. ἧττον μὲν ἐκτὸς, ἐπὶ πλέον δὲ κάτω περιστρέφει
14. τὸν βραχίονα. λοιπὸς δ’ ἄλλος εἷς μῦς ἐστι κατασπῶν τὸν
15. βραχίονα μετὰ τῆς εἰς τοὐπίσω φορᾶς, ὃν ὁ προειρημένος
16. ἐκδέχεται μῦς ὁ μικρὸς, ἀπαρεγκλίτους ἐργαζόμενος τὰς
17. κάτω φορὰς τοῦ βραχίονος. ἠρκέσθη γὰρ ἡ φύσις τούτῳ
18. καίτοι σμικροτάτῳ πάντων ὑπάρχοντι διὰ τὴν φυσικὴν τῆς
1. χειρὸς εἰς τὰ κάτω ῥοπήν. ἰσχυρᾶς μὲν γὰρ δυνάμεώς ἐστιν
2. ἀνατείνειν βάρος τηλικοῦτον, κάτω δὲ φέρεσθαι δύναται
3. πᾶν σῶμα καὶ χωρὶς ψυχικῆς ἐνεργείας. ταῦτά τοι θαυμάζειν
4. ἄξιον τὴν φύσιν, ἕνεκα μὲν τῆς ἀνατάσεως τοῦ κώλου
5. τόν τε τῆς ἐπωμίδος μῦν εὔρωστόν τε καὶ διφυῆ κατασκευασαμένην
6. καὶ δύο ἄλλους ἑκατέρωθεν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως·
7. ἑνὶ δὲ σμικρῷ μυῒ τὴν ἀντιτεταγμένην αὐτοῖς κίνησιν
8. ἀνατίθησι. συνεπιλαμβάνουσι μὲν οὖν τι τοὐπίπαν τῷδε
9. καὶ οἱ ταπεινοὶ τῶν ἀπὸ τοῦ στήθους, ὡς ἂν καὶ συμφυῆ
10. τὴν ἀπονεύρωσιν ἔχοντες αὑτῶν, συνεπιλαμβάνει δέ ποτε
11. καὶ ὁ ἀπὸ τῶν κάτω τοῦ μεταφρένου. ταθέντων γὰρ ἅμα
12. τῶν τεττάρων εἴς τινας τῶν σφοδροτέρων ἐνεργείας, ἤ χεὶρ
13. κατασπᾶται βιαίως, ἔνθα δ’ οὐδεμιᾶς ἐνεργείας σφοδρᾶς
14. ἐστι χρεία, καὶ ὁ μικρὸς μῦς ἐξαρκεῖ μόνος. ὥσπερ δ’ ἐν
15. τούτοις τὰ μεγέθει τῶν μυῶν ἡ φύσις ἐμέτρησε δικαίως,
16. οὕτω κᾀν τοῖς ἄλλοις ἅπασι. τὸν γοῦν ἀπὸ τοῦ στέρνου
17. τὸν διφυῆ μέγιστον εἰργάσατο, καταφύεσθαι μέλλοντα τῷ
1. τοῦ βραχίονος ὀστῷ κατὰ μῆκος ὑπὲρ τοῦ παντὶ τῷ θώρακι
2. προσάγειν τὸ κῶλον. εἰ δ’, ὅπερ ἄμεινον, οὐχ ἕνα
3. διφυῆ ὀνομάζεις τὸν μῦν τοῦτον, ἀλλὰ δύο συμφυεῖς, ἔτι
4. δὴ καὶ μᾶλλον ἐπαινέσεις αὐτῆς τὴν δικαιοσύνην, τὸν ὑψηλότερον
5. πολὺ μείζονα τοῦ ταπεινοτέρου κατασκευασάσης, ἐπειδὴ
6. σφοδροτέραν ἐνέργειαν ἐπεπίστευτο. λέλεκται γὰρ ἤδη καὶ
7. μικρὸν ἔμπροσθεν, ὡς οἱ μὲν ἀνατείνοντες τὰ κῶλα μύες
8. ἰσχυροτέρας ἐνεργείας δέονται, τὴν τῶν σωμάτων ἐπὶ τὰ
9. κάτω ῥοπὴν ἀντιπράττουσαν ἔχοντες, οἱ κατασπῶντες δ’,
10. οὐ μόνον ἀδικούμενοί τι πρὸς αὐτῆς, ἀλλὰ καὶ βοηθούμενοι
11. τὰ μέγιστα, συμπραττούσης ἐφ’ ὃ σπεύδουσι, καὶ μετὰ βραχείας
12. ἰσχύος ἱκανοὶ γίνονται τὴν οἰκείαν ἐνέργειαν ἐπιτελεῖν.
13. διὰ τοῦτ’ οὖν αὐτὸ καὶ οἱ περιστρέφοντες τὰ κῶλα μύες ἐν
14. ἁπάσαις ταῖς διαρθρώσεσιν αὐτοί τ’ εἰσὶ ῥωμαλέοι καὶ
15. τοὺς τένοντας ἔχουσι νευρωδεστάτους, ὅτι βιαιοτάτη τῶν
16. κινήσεών ἐστιν ἡ τοιαύτη, πολλαπλασία κατὰ τὴν δύναμιν
17. ὑπάρχουσα τῆς ἁπλῆς. ὡς γὰρ, εἰ πολλὰς κινήσεις ἀλλήλας
18. διαδεχομένας νοήσειας, ἕτοιμον ἦν συλλογίσασθαι,
1. πόσῳ πλεονεκτοῦσι τῆς μιᾶς, οὕτω μοι νόει τὴν ἑλίττουσαν
2. τὸ κῶλον ἀνάλογον ἔχειν πολλαῖς ἐφεξῆς τεταγμέναις. ἴσως.
3. δ’ ἄν σοι δόξειε τῆς δικαιοσύνης ἡ φύσις ἐπιλελῆσθαι
4. θεασαμένῳ τὸν ἀπὸ τῶν κάτω μερῶν τοῦ μεταφρένου μῦν
5. ἀναφερόμενον· οὐ γὰρ ἐχρῆν μέγαν αὐτὸν γεγονέναι, κατασπᾷν
6. μέλλοντα τὸν βραχίονα. καὶ δεόντως ἐγκαλέσεις, εἰ
7. τοῦτο μόνον εἰργάσατο· νυνὶ δ’, ἐπειδὴ πρὸς τούτῳ διττὰς
8. ἄλλας κινήσεις ἐκπορίζει τῷ ζώῳ, περιστρέφων μὲν ὀπίσω
9. τὸν βραχίονα, κατασπῶν δ’ ὅλην τὴν ὠμοπλάτην, οὐκ ἂν
10. ἔτι προσηκόντως ἐγκαλοίης. ἀλλὰ μεταβὰς ἤδη πρὸς τὸν
11. περ τῆς ὠμοπλάτης λόγον, ἐπειδὴ κατὰ τὴν κοινωνίαν τῶν
12. πραγμάτων ἐμνημονεύσαμεν ἑνὸς τῶν κινούντων αὐτὴν μυῶν,
13. ἐπίσκεψαι περὶ ταύτης, ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν
14. προκειμένου μυὸς, ὃν μόνον ἡ φύσις ἀντέταξε παμπόλλοις
15. τοῖς ἀνατείνουσιν αὐτὴν, ἐκφύσασα μὲν ἐκ τοῦ κάτω τοῦ
16. θώρακος σπονδύλου, περιφύσασα δ’ αὐτίκα τοῖς ἐνταῦθα
17. μέρεσι τῆς ὠμοπλάτης. ἐκ ταύτης γάρ τοι τῆς κοινωνίας
18. κατασπᾷν αὐτὴν πέφυκεν, ὡς τό γ’ ἀναφερόμενον αὐτοῦ
1. μέρος ἐπὶ τὸν βραχίονα τὸ συνεχὲς τῷδε τῆς ἐκείνου κινήσεως
2. ἕνεκα γέγονεν, ἣν ἀρτίως ἐξηγούμενος πέπαυμαι, ἀλλὰ
3. τό γε κάτω τῆς ὠμοπλάτης πεφυκὸς αὐτοῦ μέρος ἐκείνην κατασπᾷ.
4. βέλτιον γὰρ ἦν οὐ μόνον τὴν κατ’ ὦμον διάρθρωσιν,
5. ἀλλὰ καὶ τὴν ὠμοπλάτην ὅλην ἐνίοτε κινεῖν, οὐκ ἀνασπῶντας
6. μόνον ἢ κατασπῶντας, ἀλλὰ καὶ πρὸς τὴν ῥάχιν
7. ἀπάγοντας ὀπίσω καὶ πρόσω, πρός τε τὸν τράχηλον ὅλον
8. καὶ τὸ στῆθος. ἀνασπᾷ μὲν οὖν αὐτὴν ὁ κατὰ τῆς ῥάχεως
9. ἐκπεφυκὼς πλατὺς καὶ μέγας μῦς εἰς τὸ κατ’ ἰνίον
10. ὀστοῦν τῆς κεφαλῆς ἀνατεταμένος, ἀνασπᾷ δὲ καὶ ὁ λεπτὸς
11. μῦς, ὁ τῶν μὲν αὐτῶν ὀστῶν τῆς κεφαλῆς ἐκπεφυκὼς, ἐμφυόμενος
12. δ’ αὐτῇ κατὰ τὴν βάσιν τῆς ῥάχεως, ὀπίσω δ’
13. ἀπάγουσιν ἐπὶ τὴν ὅλην τοῦ ζώου ῥάχιν ἕτεροι δύο μύες,
14. ἐκκλίνων εἰς ὕψος ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους ὁ
15. ὑψηλότερος αὐτῶν, ἀπάγων δ’ ὁ λοιπὸς ἐπὶ τοὺς τοῦ μεταφρένου.
16. ταθέντων δ’ ἀμφοῖν ἅμα κατ’ εὐθὺ τῆς οἰκείας
17. θέσεως, ἡ πρὸς τὸν νῶτον αὐτῇ γίνεται φορά. καὶ
18. μὲν δὴ καὶ ὁ ἐκ τῆς πλαγίας ἀποφύσεως τοῦ πρώτου
1. σπονδύλου τὴν ἔκφυσιν ἔχων μῦς, ἐμφυόμενος αὐτῆς τοῖς
2. πρὸς ἀκρωμίῳ πέρασι, μάλιστα μὲν τοῦτο ἐπισπᾶται, σὺν
3. αὐτῷ δὲ καὶ ὅλην τὴν ὠμοπλάτην εἰς τὰ πλάγια τοῦ τραχήλου
4. μέρη, καθάπερ γε καὶ πρὸς τὴν πρόσω χώραν ὁ ἐκ
5. τοῦ λαμβδοειδοῦς ἀρχόμενος ὁ λεπτὸς μῦς· καὶ γὰρ οὗτος
6. ἐμφύεται τῷ τῆς ὠμοπλάτης ὀστῷ πλησίον τῆς ἀκρωμίας.
7. καὶ μέν γε καὶ τῶν ἀπὸ τοῦ στέρνου μυῶν ἐπ’ αὐτὴν ἀναφερομένων
8. ὁ ὑψηλότερος οὐ μόνον μοι δοκεῖ τοῦ βραχίονος
9. ἐπισπᾶσθαι τὴν κεφαλὴν, ἀλλὰ καὶ τὴν ὠμοπλάτην, ὡς ἂν
10. ἐμφυόμενος τῷ περιέχοντι τὴν διάρθρωσιν ὅλην συνδέσμῳ.
11. συνεπισπῶνται γὰρ οἱ τοιοῦτοι τένοντες οὐκ ἐκεῖνα μόνον
12. τῶν ὀστῶν, οἷς ἐμπεφύκασιν, ἀλλ’ ἐνίοτε καὶ τὰ κοινωνοῦντα
13. καθ’ ὁντιναοῦν τρόπον αὐτοῖς. φαίνεται δ’ ὁ μῦς οὗτος
14. ἀπονευρώσει πλατείᾳ τῇ κεφαλῇ τοῦ βραχίονος ἐμφυόμενος
15. καὶ τοῦ τῆς διαρθρώσεως ὅλης συνδέσμου τῇ πρόσω χώρᾳ.
16. τούτοις ἅπασι τοῖς μυσὶν εἷς μόνος ἀντιτέτακται κάτωθεν,
17. ὁ πρῶτος ἁπάντων εἰρημένος, ὃν ἐχρῆν δήπου δι’ αὐτό τε
18. τοῦτο μὴ παντάπασιν εἶναι σμικρὸν, ἔτι τε διὰ τὰς ὑπολοίπους
1. δύο χρείας· καὶ γὰρ καὶ κατασπᾷ τὸν βραχίονα,
2. καὶ περιστρέφει πρὸς τοὐκτός. ὥρα δή μοι καταπαύειν
3. ἤδη καὶ τόνδε τὸν λόγον. ἐν δὲ τῷ μετὰ ταῦτα ἐπὶ τὰ
4. γεννητικὰ μόρια μεταβὰς ἐξηγήσομαι καὶ τὴν ἐν τούτοις
5. τέχνην τῆς φύσεως.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.13, ed. Kühn, 1822, vol. 4, p. 133-141. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩