15. Τοῦ δὲ τοῖς μὲν προμήκεις γενέσθαι
16. τὰς ἀποφύσεις καὶ διττὰς, τοῖς δ’ ἁπλᾶς τε καὶ
17. βραχείας, ἡ κατὰ τὸ μέγεθος αὐτῶν ἀνισότης αἰτία. βέλτιον
18. μὲν γὰρ τὸ διττὸν καὶ πρόμηκες εἰς ἀσφάλειάν τε
1. ἅμα καὶ κινήσεως ὁμοιότητα· τὸ δ’ ἁπλοῦν ἄρθρον καὶ
2. βραχὺ, πρὸς τῷ ῥᾳδίως ὀλισθαίνειν, ἐλλιπῆ καὶ τὴν κίνησιν
3. ἔχει. καὶ εἴπερ οἷόν τ’ ἦν ἅπαντας τοὺς σπονδύλους
4. ἀσφαλῶς συνταχθῆναι διπλαῖς τε ἅμα καὶ προμήκεσιν ἀποφύσεσιν,
5. οὐκ ἂν ἡμῖν ἡ φύσις οὐδὲ τοῦτ’ ἐφθόνησεν. ἀλλὰ
6. γὰρ οὐκ ἐνεδέχετο λεπτῶν τε ἅμα καὶ μικρῶν σπονδύλων
7. ἅμα μὲν διττὰς καὶ προμήκεις, ἅμα δὲ δυσπαθεῖς ἐργάσασθαι
8. τὰς ἀποφύσεις. ἰσχναὶ γὰρ ἂν ἐξ ἀνάγκης οὕτω γε
9. καὶ στεναὶ παραπλησίως αὐτοῖς τοῖς σπονδύλοις γενόμεναι
10. συνετρίβοντό θ’ ἑτοίμως καὶ κατεθραύοντο. ἐπεὶ τοίνυν
11. ἕκαστος αὐτῶν ἄνωθέν τε καὶ κάτωθεν ὁμιλεῖ τοῖς ἑκατέρωθεν,
12. εὐλόγως ἀνάντεις μὲν ἀποφύσεις δύο, κατάντεις δ’
13. ἕτεραι δύο γεγόνασιν. ἀλλ’ αὗται μὲν ἁπάντων σπονδύλων
14. κοιναί· ἐξ ἐπιμέτρου δ’, ὡς εἴρηται, τοῖς μεγάλοις ἕτεραι
15. δύο κατάντεις εἰσίν. ἐπειδὴ γὰρ, ἐπιβαινουσῶν τῶν καταντῶν
16. ἀποφύσεων, ταῖς ἀνάντεσι διαρθρώσεις ἐγίνοντο τοῖς σπονδύλοις,
17. ἀσφαλείας ἕνεκα τὴν ἑτέραν τῶν καταντῶν ὑπέθηκεν
1. ἡ φύσις ὅλην τῇ διαρθρώσει, καὶ σύνδεσμόν γε κατὰ τὸ
2. πέρας αὐτῆς ἰσχυρὸν ἐκφύσασα παρέτεινε καὶ τοῦτον ὑπὸ
3. πᾶσαν τὴν ἀνάντη πρὸς τὸ μηδέποτε, βιαίας κινήσεως καταλαβούσης
4. τὸ ζῶον, ἐξίστασθαι τῆς οἰκείας ἕδρας τὸ ἄρθρον.
5. ἀλλ’ εἰ πρὸς ταῖς ἔμπροσθεν εἰρημέναις ἐκφύσεσι
6. ταῖς τρισὶ, τῇ τε μεγίστῃ πασῶν, ἥτις τὴν ἄκανθαν εἰργάσατο,
7. καὶ ταῖς ἐγκαρσίαις, δύο προσθείης, ἀνάντεις μὲν
8. δύο, κατάντεις δὲ τέτταρας, ἐννέα δηλονότι γίνονται σύμπασαι,
9. καὶ δὴ φαίνονται τοσαῦταί τε καὶ τοιαῦται τοῖς
10. κατ’ ὀσφὺν ὑπάρχουσαι σπονδύλοις, ὥσπερ αὖ τοῖς κατὰ
11. τράχηλον ἕνδεκα, χωρὶς τῆς πρώτης τῆς μεγάλης τῆς κατάντους·
12. αὕτη γὰρ αὐτὸ τὸ σῶμα τῶν σπονδύλων ἐστίν.
13. ἀλλ’ αἵ γε σαφεῖς ἐκφύσεις αὐτῶν, ἥ τε τὴν ἄκανθάν ἐστιν
14. ἐργαζομένη, καὶ τῶν ἐγκαρσίων ἑκατέρα, δίκρους γινομένη,
15. καθάπερ εἴρηται, καὶ αἱ τοῖς ἄρθροις ἀνακείμεναι τέτταρες.
16. ἐξ ἐπιμέτρου δ’ ἕτεραι δύο προσέρχονται τοῖς ἄνω πέρασιν
17. αὐτῶν, ἑκατέρωθεν ὑποκείμεναι, τὴν ὑποδεχομένην τὸ κάταντες
18. ἑκάστου τῶν σπονδύλων σῶμα συνεπαύξουσαι κοιλότητα.
1. καὶ χρὴ μόνον θεάσασθαι καὶ ταύτας, ὡς ἥ γε
2. χρεία πρόδηλος ἅμα τῇ θέᾳ. διὰ τί δὲ προμήκεις εἰς τὸ
3. κάτω μέρος οἱ κατὰ τὸν τράχηλον ἐγένοντο σπόνδυλοι,
4. ἐροῦμεν ἐπὶ τελευτηθέντι τῷ νῦν ἐνεστηκότι λόγῳ. τοῖς
5. γὰρ δὴ κατὰ τὸ μετάφρενον σπονδύλοις ἀποφύσεις ἑπτὰ
6. γεγόνασιν ἑκάστῳ, καίτοι γ’ οὐχ ὁμοίαν ἔχουσιν ἅπασι τὴν
7. ἰδέαν. ὅτι μὲν γὰρ ἄνωθεν οἱ ἐννέα μεγίστην τὴν ὀπίσθιον
8. ἐκτήσαντο, καθότι προείρηται, καὶ τὰς ἐγκαρσίας
9. παχυτάτας, καὶ ἀνάντεις τε καὶ κατάντεις, ὁμοίως ταῖς ἐν
10. τραχήλῳ βραχεῖς τε ἅμα καὶ πλατεῖς. ὁ δ’ ἐφεξῆς αὐτῶν
11. δέκατος τὰ μὲν ἄλλα παραπλήσιος, οὐ μὴν οὔτε τὴν ὄπισθεν
12. ἀπόφυσιν ὁμοίως τοῖς ἄλλοις ἔχει προμήκη τε καὶ
13. κατάντη καὶ λεπτὴν, οὔτε τὰς τέτταρας, αἷς διαρθροῦται
14. ταῖς ἑκατέρωθεν, ἀλλ’ αἱ μὲν ἄνωθεν δύο ταῖς τῶν προτεταγμένων
15. ἐννέα σπονδύλων ἐοίκασιν ἀνάντεσιν, αἱ
16. κατάντεις δὲ λοιπαὶ δύο ταῖς τῶν ὑπολειπομένων κατάντεσι
17. ἐοίκασι. μόνῳ γὰρ δὴ τούτῳ τῶν σπονδύλων ἁπάντων
1. ἐξαίρετον ὑπάρχει τὸ κατ’ ἀμφοτέρας διαρθρώσεις ἐπιβαίνειν
2. ἑκατέρῳ τῶν ὁμιλούντων σπονδύλων, ὡς τοῖς γε λοιποῖς
3. ἅπασιν, ὅσοι μὲν ἐν τοῖς κάτω μέρεσι τοῦδε τετάχαται,
4. κοίλας μὲν τὰς ἀνάντεις ἀποφύσεις, κυρτὰς δ’ ἔχειν
5. τὰς κατάντεις ὑπάρχει. καὶ διὰ τοῦτο ταῖς μὲν κυρταῖς
6. ἐπιβαίνουσι τοῖς ὑποτεταγμένοις σπονδύλοις, ταῖς δ’ ἀνάντεσιν
7. ὑποδέχονται τοὺς ὑπερκειμένους. ὅσοι δ’ ἐν τοῖς ἄνω
8. μέρεσι τοῦδε κατὰ τὸ μετάφρενόν τ’ εἰσὶ καὶ τὸν τράχηλον,
9. οὗτοι πάντες ὑποδέχονταί τε ἅμα καὶ περιβαίνουσι
10. ταῖς κατάντεσιν ἀποφύσεσι τὰς ἀνάντεις ἀτρέμα κυρτὰς γινομένας.
11. ἀλλ’ ὅ γε δέκατος, ὁ κατὰ τὸ μετάφρενον, ὡς
12. εἴρηται, μόνος ἁπάντων σπονδύλων ἑκατέρων τῶν ἀποφύσεων
13. τὰ πέρατα κυρτὰ μετρίως κτησάμενος ἐπιβαίνει τοῖς παρακειμένοις,
14. εἴς τινας ὀφρυώδεις κοιλότητας τελευτῶσιν. οἱ
15. δ’ ἐφεξῆς αὐτοῦ δύο τὰς τὴν ἄκανθαν ἐργαζομένας ἀποφύσεις,
16. ὡσαύτως δὲ καὶ τὰς ἀνάντεις καὶ κατάντεις, αἷς
17. πρὸς ἀλλήλους διαρθροῦνται, τοῖς κατὰ τὴν ὀσφὺν σπονδύλοις
18. ὁμοίας ἔχουσιν, ἀλλὰ καὶ τὰς λοιπὰς δύο τὰς κατάντεις
19. ἐκ τῶν κάτω μερῶν ἕνεκα φρουρᾶς τῶν ἄρθρων
1. ὑποβεβλημένας, ἀφ’ ὧν συνδέσμους τινὰς ἰσχυροὺς ἔφην ἐκφύεσθαι
2. κατ’ αὐτὰς, ἔχουσιν οἱ τοῦ μεταφρένου τελευταῖοι
3. δύο σπόνδυλοι. τὰς μέντοι λοξὰς τὰς ἑκατέρωθεν, ἃς ἐγκαρσίας
4. ἔμπροσθεν ὠνομάσαμεν, οὗτοι μόνοι τῶν πάντων
5. σπονδύλων οὐκ ἔχουσι. τίς οὖν καὶ ἡ τῆς τούτων ἀνομοιότητος
6. αἰτία, λέγειν ἂν ἑπόμενον εἴη· μάτην μὲν γὰρ οὐδὲν
7. ἡ φύσις ἐργάζεται. τὸν μέσον τῆς ῥάχεως ὅλης σπόνδυλον
8. εἰς περιφερῆ τελευτῶντ’ ἄκανθαν οἷον ψαλίδα, μόνον εὐλόγως
9. ἐδείκνυμεν ὀρθὴν καὶ ἀῤῥεπῆ τὴν ὄπισθεν ἔχειν
10. ἀπόφυσιν. ἀλλ’ οὗτός γε ὁ μέσος οὐκ ἄλλος τίς ἐστιν
11. ἢ ὁ δέκατος τοῦ μεταφρένου. διεῖλε γὰρ κᾀνταῦθα τὴν
12. ὅλην ῥάχιν ἡ φύσις ἀκριβῶς ἰσομερῆ. τοὺς ὄγκους τῶν σπονδύλων,
13. οὐ τὸν ἀριθμὸν ἐκλογισαμένη. πολλῷ μὲν γὰρ
14. πλείους οἱ ἄνωθεν, ἀλλὰ τοσούτῳ μείζους αὐτῶν οἱ κάτωθεν
15. ὑπάρχουσι κατὰ τὸν ὄγκον τοῦ σώματος, ὅσῳ τὸ πλῆθος
16. ἀπολείπονται. καὶ θαυμάζειν αὐτὴν ἄξιον ὡς ἀκριβῶς
17. δικαίαν, οὐ τὸ κατὰ τὴν πρόχειρον φαντασίαν ἴσον, ἀλλὰ
18. τὸ κατ’ ἀλήθειαν ἑλομένην. εἰκότως οὖν οὗτος ὁ σπόνδυλος,
1. ὡς τὴν θέσιν ἐξαίρετον ὑπὲρ τοὺς ἄλλους ἔσχε, καὶ σὺν
2. αὐτῇ τὴν ὄπισθεν ἀπόφυσιν, οὕτω καὶ τὰς διαρθρώσεις.
3. ἵνα γὰρ ἡ ῥάχις ὁμοίως ἁπάσαις κάμπτοιτο, μένειν μὲν
4. ἐχρῆν δήπου κατὰ σφετέραν χώραν τὸν μέσον, ἀφίστασθαι
5. δ’ ἀπ’ ἀλλήλων τε καὶ τούτου τοὺς ἄλλους ἅπαντας ἀποχωροῦντας
6. ἀτρέμα, τοὺς μὲν ὑπερκειμένους ἄνω, τοὺς δ’ ὑποτεταγμένους
7. κάτω. καὶ πρὸς ταύτην ἄρα τὴν κίνησιν εὐθὺς
8. ἐξ ἀρχῆς ἡ φύσις ἐπιτηδείους ἐργαζομένη τὰς διαρθρώσεις,
9. τῶν μὲν ὑπερκειμένων τοῦ μέσου τὰς μὲν ἀνάντεις
10. ἀποφύσεις κυρτὰς, κοίλας δ’ ἠρέμα τὰς κατάντεις ἐδημιούργησεν,
11. ἔμπαλιν δὲ τῶν ὑποτεταγμένων κοίλας μὲν
12. τὰς ἀνάντεις, κατάντεις δὲ τὰς κυρτάς. ἐπειδὴ γὰρ, ὡς
13. ἐδείκνυτο πρόσθεν, ἐκ τῶν ἐπὶ βραχὺ λοξῶν κινήσεων ἡ
14. ῥάχις ἐκτήσατο τὰς εὐθείας, αἱ δ’ οὕτως ἀτρέμα λοξαὶ φύσιν
15. εἶχον ἀμφὶ ταῖς κυρτότησι μενούσαις ἑδραίαις, τῶν κοιλοτήτων
16. ἑκατέρωσε περιφερομένων, ἀποτελεῖσθαι, κατὰ λόγον
17. ἀκίνητον μὲν ἐν ἑκατέραις ταῖς διαρθρώσεσι τὸν μέσον
18. ἐδημιούργησε σπόνδυλον, τῶν δ’ ἄλλων ἁπάντων τοὺς μὲν
19. ὑποτεταγμένους ταῖς κάτω, τοὺς δ’ ὑπερκειμένους ταῖς ἄνω.
1. ἐχρῆν γὰρ δήπου τοὺς μὲν ὑποκειμένους εἰς τὰ κάτω μέρη
2. μεθίστασθαι κυρτουμένης τῆς ῥάχεως, ἄνω δ’ ἰέναι τοὺς
3. ὑπερκειμένους. καὶ μέν γε καὶ ἀνακυπτόντων τε καὶ ὀρθουμένων,
4. ἔμπαλιν ἐχρῆν κινεῖσθαι τοὺς σπονδύλους
5. κάτω μετιόντας τοὺς ὑπερκειμένους, ἄνω δὲ τοὺς ὑποτεταγμένους.
6. ὅρος γὰρ ἑκατέρου τοῦ σχήματος, ἐπικαμπτόντων
7. μὲν ἀποχωρεῖν ἀλλήλων τοὺς σπονδύλους, ὅσον οἷόν
8. τε πλεῖστον, ὡς εἰ καὶ μείζονος δεομένης τηνικαῦτα γίνεσθαι
9. τῆς ῥάχεως, ἀνακυπτόντων δ’, ἔμπαλιν συνιέναι πάντας εἰς
10. ταὐτὸν ἀλλήλοις τῷ μέσῳ σπονδύλῳ προσχωροῦντας, ὡς ἂν
11. καὶ νῦν βραχείας ἀναγκαζομένης γίνεσθαι τῆς ὅλης ῥάχεως.
12. ὅτι δ’ ἐπιτηδειόταται ταῖς λοξαῖς κινήσεσιν αἱ τῶν διαρθρουμένων
13. ἀλλήλαις ὀστῶν κοιλότητες, ἀμφὶ ταῖς κυρτότησιν
14. ἐπιστρεφόμεναι πρὸς ἑκάτερον, τήν τε τῆς κερκίδος
15. ἀναμνησθέντι σοι κίνησίν τε ἅμα καὶ διάρθρωσιν, ἣν πρὸς
16. τὸν βραχίονα ποιεῖται, καὶ τὴν τοῦ καρποῦ πρὸς τὴν
17. λεπτὴν τοῦ πήχεως ἀπόφυσιν, ἣν ὀνομάζουσιν ἔνιοι στυλοειδῆ,
18. τρίτου παραδείγματος εἰς ἐνέργειαν νοήσεως οὐκ ἔτ’
1. οἶμαι δεήσειν. εἰ δ’ ἄρα καὶ δέῃ, τήν τε τοῦ σκαφοειδοῦς
2. αὖθις ἀναμιμνήσκου πρὸς ἀστράγαλον καὶ ἀστραγάλου πρὸς
3. ταρσὸν, ὡς ἐν ἁπάσαις ταύταις περὶ τὰς κυρτότητας ἑδραίας
4. μενούσας τῶν κοιλοτήτων ἑκατέρωσε περιφερομένων αἱ λοξαὶ
5. κινήσεις ἀποτελοῦνται. μία μὲν οὖν κοιλότης περὶ μίαν
6. ἐξοχὴν στρεφομένη τῶν εἰς τὰ πλάγια κινήσεων τῶν λοξῶν
7. μόνων δημιουργὸς γίνεται. δύο δ’ εἰ συντεθεῖεν λοξαὶ,
8. βραχὺ τῆς μέσης περιάγουσαι τὸ μόριον ἐφ’ ἑκάτερα, ὅτι
9. σύνθετον ἐξ αὐτῶν ἀνάγκη γενέσθαι μίαν εὐθεῖαν, ἐπειδὰν
10. ἐνεργῶσιν ἀμφότεραι, δέδεικται καὶ τοῦτ’ ἤδη πολλάκις.
11. ἀλλὰ καὶ ὅτι ἐπὶ τῆς ῥάχεως ἄμεινον ἦν ἐκ τῶν λοξῶν τὰς
12. εὐθείας γεννᾶσθαι, καὶ τοῦτ’ ἔμπροσθεν δέδεικται. καὶ εἰ
13. πάντων ἅμα μνημονεύοις, οἶμαί σε μεγάλως ἤδη τεθαυμακέναι
14. τῆς φύσεως τὴν τέχνην, καὶ σύνθεσιν ἀρίστην ἐξευρούσης
15. τοῖς σπονδύλοις, καὶ κίνησιν ἐπιτηδειοτάτην, καὶ
16. πλῆθος ἀποφύσεων καὶ μέγεθος, καὶ, συλλήβδην φάναι,
17. πάντ’ ἀλλήλοις τε καὶ ταῖς χρείαις ἁπάσαις τῆς ῥάχεως
18. ὁμολογοῦντα. καὶ γὰρ οὖν καὶ οἱ λοιποὶ δύο τῶν κατὰ
1. τὸ μετάφρενον σπονδύλων οἱ κάτωθεν ἁπάντων οὐκ ἀλόγως
2. ἀντὶ τῶν ἐγκαρσίων ἀποφύσεων τὰς ὑποκειμένας τοῖς
3. ἄρθροις τὰς κατάντεις ἐκτήσαντο, τοῦ μὲν ἑτέρου τὴν
4. ὑστάτην τῶν νόθων πλευρῶν ἔχοντος ἐπιβεβηκυῖαν, αὐτήν
5. τε βραχεῖαν πάνυ καὶ λεπτὴν ὑπάρχουσαν, ἀμυδρῶς τε καὶ
6. σμικρὰ κινουμένην, θατέρου δὲ τὴν ἐπίφυσιν τῶν φρενῶν.
7. οὔκουν ἐδέησεν αὐτοῖς ὁμοίως τοῖς ἄλλοις τοῦ θώρακος
8. σπονδύλοις ἐγκαρσίων ἀποφύσεων ἰσχυρῶν, ὑπερηρεισμένων
9. τε ἅμα καὶ διηρθρωμένων ἀσφαλῶς τοῖς ταύτῃ μέρεσι τῶν
10. κατὰ πλευρὰς ὀστῶν, ἀλλ’ ἀντὶ τούτων τὰς κατάντεις ἔσχον
11. τοῖς γειτνιῶσι τῆς ὀσφύος σπονδύλοις ὁμοιωθέντες.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.2, ed. Kühn, 1822, vol. 4, p. 73-82. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩