12. Ἆρ’ οὖν ἐν τούτοις μὲν ἅπασιν ἡ φύσις
13. ἀκριβῶς δικαία, μόνῳ δὲ τῷ πρώτῳ κατὰ τὸν τράχηλον
14. σπονδύλῳ τῆς ὄπισθεν ἀποφύσεως ἐφθόνησεν ἀδίκως; ἢ καὶ
15. τοῦτο βέλτιον ἦν οὕτω κατεσκευάσθαι; νομίζω σε τῶν ἐν τῷ
16. πρὸ τούτου λόγῳ προγεγραμμένων ἀναμνησθέντα μηκέτ’ ἀποδείξεως
17. δεήσεσθαι μακροτέρας. ὅτι γὰρ οἱ ἀνανεύοντες ὅλην
18. τὴν κεφαλὴν μῦς οἱ εὐθεῖς καὶ βραχεῖς ἅπασαν αὐτῆς κατειλήφασιν
1. τὴν διάρθρωσιν, ἐν ἐκείνῳ λέλεκται. δεόντως
2. οὖν καὶ ἡ κατὰ τοῦτο τὸ μέρος ἀπόφυσις οὐκ ἐγένετο τῷ
3. πρώτῳ σπονδύλῳ, φθασάντων αὐτὴν καταλαβεῖν τῶν
4. μυῶν. οὔτε γὰρ ἀφελέσθαι τὰ ζῶα τὴν τοιαύτην κίνησιν
5. εὔλογον ἦν, οὔτε, φυλαττομένης αὐτῆς, οἷόν τε προυποτιθέναι
6. τοῖς μυσὶν ὀξεῖαν ὀστῶν ἀπόφυσιν. οὐ μόνον γὰρ ἂν
7. ἀπεστέρησεν αὐτοὺς τῆς ἕδρας, ἀλλὰ καὶ κινουμένοις ἐμποδὼν
8. ἐγίνετο, θλῶσα καὶ κεντοῦσα καὶ τιτρώσκουσα καὶ
9. παντοίως ἀδικοῦσα. διὰ ταῦτα μὲν δὴ τῷ πρώτῳ σπονδύλῳ
10. τὴν ὄπισθεν ἀπόφυσιν οὐκ ἐποίησε. καὶ μάλιστά σε τοῖς
11. τοιούτοις ἔργοις τῆς φύσεως προσέχειν ἀξιῶ τὸν νοῦν, ἐν
12. οἷς ἀποχωροῦσα τῆς ὁμοίας κατασκευῆς τῶν ὁμοίων ὀργάνων,
13. οὐχ ὡς ἔτυχεν ἐκτρέπεται τῆς ὁμοιότητος, οὐδ’ ἀντὶ
14. ταύτης αἱρεῖται τὸ τυχὸν, ἀλλ’ ὃ τοῖς δημιουργουμένοις
15. ἔχειν προσήκει μόνοις. οὔτε γὰρ ὁ δέκατος τοῦ μεταφρένου
16. σπόνδυλος εἰκῆ καὶ ὡς ἔτυχε μόνος ἐξ ἁπάντων σπονδύλων
17. ὀρθὴν τὴν ὄπισθεν ἀπόφυσιν ἔχει, εἰ καὶ τῶν ἄλλων
18. ἕκαστος κυρτὴν, οὔθ’ οἱ μετ’ αὐτὸν δύο μάτην ἀπολωλέκασι
1. τὰς ἐγκαρσίας, ὥσπερ οὐδ’ ὁ κατὰ τὸν τράχηλον ὁ πρῶτος
2. τὴν ὄπισθεν. ἀλλ’ ἕκαστον τούτων ἡ φύσις φαίνεται, διότι
3. βέλτιον ἦν οὕτω κατεσκευάσθαι, διὰ τοῦθ’ ἑλομένη, ὥσπερ
4. γε καὶ μόνῳ τῷ πρώτῳ σπονδύλῳ τὰ τρήματα, δι’ ὧν ἐκπίπτει
5. τὰ παρὰ τοῦ νωτιαίου νεῦρα, μὴ κατὰ τὸν αὐτὸν
6. ἅπασι τοῖς ἄλλοις τοῦ τραχήλου σπονδύλοις ἐγγεγλύφθαι
7. τρόπον. τοῖς μέν γε, καθ’ ἃ συνάπτουσιν ἀλλήλοις, ἐκ τῶν
8. πλαγίων μερῶν ἡμικυκλἱῳ παραπλήσιον ὑπάρχει τὸ τρῆμα
9. πρόμηκες, εἴσω μέχρι τοῦ νωτιαίου διῆκον, ὡς ἐξ ἀμφοῖν
10. μίαν χώραν γεννᾶσθαι τηλικαύτην εὖρος, ἡλίκον μάλιστα
11. τῷ πάχει τὸ δι’ αὐτῆς ὁδοιποροῦν ἐστι νεῦρον. ὁ δὲ πρῶτος
12. σπόνδυλος οὔτ’ ἐν τοῖς πρὸς τὸν δεύτερον αὑτοῦ διηρθρωμένοις
13. μέρεσιν, οὔτε πολὺ μᾶλλον ἐν τοῖς ἄνω τοῖς
14. πρὸς τὴν κεφαλὴν οὐδὲν ἔσχε τρῆμα τοιοῦτον, προμηθῶς
15. κᾀνταῦθα τῆς διαπλαττούσης τέχνης τὰ ζῶα προϊδομένης
16. τε ἅμα καὶ φυλαξαμένης ἐν ἅπασι τοῖς ἀπὸ τοῦ νωτιαίου νεύροις
17. τὴν ἀκολουθοῦσαν αὐτοῖς τε τοῖς νεύροις καὶ προσέτι
18. τοῖς σπονδύλοις, εἰ κατ’ ἄλλο τι χωρίον ἐκφύοιτο, βλάβην.
1. ἔνεστι γοῦν κᾀνταῦθα θεασαμένῳ σοι τὰ τρήματα λογίσασθαι,
2. πῶς ἅμα τε τοῖς σπονδύλοις ἄμεινον ἦν ἐνταῦθα
3. διατετρῆσθαι μόνον, ἅμα τε τοῖς νεύροις ἀσφαλέστατον.
4. ὑπὸ γὰρ δὴ ταῖς ῥίζαις κείμενα τῶν ἀνάντων τε καὶ κατάντων
5. ἀποφύσεων αὐτά τε τὰ τρήματα καὶ τὰ δι’ αὐτῶν
6. ἐκφυόμενα νεῦρα φρουρεῖται πανταχόθεν, ἄμεινον ἑτέρωθεν
7. ταχθῆναι μὴ δυνάμενα. τὸ μὲν γὰρ ὀπίσω τῶν ἀποφύσεων
8. ἀπαχθῆναι τοῖς νεύροις αὐτοῖς οὐκ ἦν ἀσφαλὲς, ὡς ἂν
9. διὰ μακροῦ τε μέλλουσιν ὁδοιπορήσειν εἰς τὰ πρόσω τοῦ
10. ζώου καὶ πάσης φυλακῆς ἀφρουρήτοις ἔσεσθαι· τὸ δὲ
11. μᾶλλον ἔμπροσθεν, ἢ νῦν ἐστι, μετατεθῆναι καὶ τοὺς σπονδύλους
12. ἔβλαψεν ἂν βαθείας ὀπαῖς ἐγγλυφθέντας, καὶ τὸν
13. σύνδεσμον δ’ αὐτῶν ἀσθενέστερον ἀπειργάσατο, καὶ τοῖς
14. ἐπικειμένοις ὀργάνοις κατὰ ταῦτα τὰ μέρη τῆς ῥάχεως ἐλυμῄνατο.
15. καίτοι τούτων οὐδὲν εὐκαταφρόνητόν ἐστιν, οὐδ’
16. ἄξιον ἀμεληθῆναι σοφῷ δημιουργῷ. τὸ μὲν γὰρ τῶν νεύρων
17. τι παραβλάπτεσθαι τῷ σφαλερῷ τῆς ὁδοῦ τοῖς πρόσω
18. μέρεσι τοῦ ζώου διέφερεν ἂν, εἴπερ αὐτῶν ἔμελλεν αἰσθήσεώς
1. τέ καὶ κινήσεως ἅμα μεταλήψεσθαι. τὸ δὲ τοὺς σπονδύλους,
2. ἵν’ εἰσὶν αὐτοὶ σφῶν αὐτῶν παχύτατοι καὶ κατ’
3. ἀλλήλων ἐπιβεβήκασι, κατὰ τοῦτο διατίτρασθαι τὴν ἀσφάλειαν
4. αὐτῶν τῆς συνθέσεως ἐξ ἀνάγκης ἄν τι παρέβλαψεν,
5. ὡς εἰ καὶ τεῖχος ὀπαῖς εὐρείαις τε καὶ πολλαῖς διατρήσειας.
6. ὁ δὲ συνάπτων αὐτοὺς σύνδεσμος ἰσχυρότερος εἶναι δεόμενος,
7. ὡς ἔν τε τοῖς ἔμπροσθεν εἴρηται κᾀν τοῖς μετὰ ταῦτα
8. λεχθήσεται, πάντως ἄν που καὶ αὐτὸς ἀσθενέστερος ἐγένετο,
9. μηκέτι συνεχὴς ὅλος ἑαυτοῦ φυλαττόμενος, ἀλλ’
10. οἷον διασπώμενός τε καὶ διαβιβρωσκόμενος πολλαχόθι πολλάκις,
11. καθάπερ εἰ καὶ νῦν αὐτῷ τι τοιοῦτο συμβαίη. τὰ
12. δ’ ἔμπροσθεν ἐπικείμενα τοῖς σπονδύλοις ἐν μὲν τῷ μεταφρένῳ
13. φλέβες τέ τινές εἰσιν· αἱ τὸν θώρακα τρέφουσαι
14. καὶ ἡ μεγίστη πασῶν ἀρτηρία καὶ ὁ στόμαχος, ἐν δὲ τοῖς
15. κατὰ τὴν ὀσφὺν αὐτῆς τε τῆς εἰρημένης ἀρτηρίας τὸ κάτω
16. μέρος καὶ τῆς κοίλης φλεβὸς ἡ ταύτῃ μοῖρα καὶ
17. μέγιστοι μύες, οὓς ψόας ὀνομάζουσιν, ἐν δὲ τοῖς κατὰ τὸν
18. τράχηλον οἵ τ’ ἐπινεύοντές εἰσι μύες τὴν κεφαλὴν, ἥ τε ἄνω
1. μοῖρα τοῦ στομάχου. πάντα ταῦτα τὰ προειρημένα μόρια
2. τὴν πρόσω χώραν ἐπέχοντα τῆς ῥάχεως οὐδαμόσε μετατεθῆναι
3. βέλτιον ἠδύνατο. καλῶς οὖν ἡ φύσις προνοουμένη, ἵνα
4. πρῶτον αὐτῶν παύεται τὰ πλάγια, κατὰ ταῦτα τὴν ἔκφυσιν
5. ἐποιήσατο τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ὡς ἂν μήτ’ ἐνοχλοῖτό
6. τι, μήτε τὴν σύνθεσιν ἀσθενεστέραν ἐργάζοιτο τῆς
7. ῥάχεως, ἢ τῶν συνδέσμων διακόπτοι τὸ συνεχὲς, ἢ διὰ μακροῦ
8. τε ἅμα καὶ ἀσφαλεστέρου χωρίου φερόμενα κινδυνεύοι
9. τι πάσχειν. ἡ γὰρ δὴ νῦν αὐτοῖς δεδομένη χώρα παντοίως
10. ἀσφαλής ἐστι, καὶ τὰς ἀνάντεις τε καὶ κατάντεις ἀποφύσεις
11. οἷον χάρακά τινα προβεβλημένη. κατὰ μέν γε τὴν ὀσφὺν
12. (ἀπὸ ταύτης γὰρ ἀρκτέον τῷ λόγῳ, διότι μεγίστους ἔχουσα
13. τοὺς σπονδύλους ἀξιολόγους ἐκτήσατο καὶ τὰς ἀποφύσεις)
14. εἰ κατασκέπτοιο σαφῶς τὴν ἑτέραν τῶν κατάντων, ἣν ἔμπροσθεν
15. ἔλεγον εἰς ἰσχυρὸν σύνδεσμον τελευτῶσαν ὄφελος οὐ
16. σμικρὸν εἶναι ταῖς τὰς διαρθρώσεις ἐργαζομέναις ἀποφύσεσι
17. ταῖς ἀνάντεσιν, οὐκ εἰς τοῦτο μόνον εὑρήσεις χρηστὴν,
1. ἀλλὰ πολὺ δὴ μᾶλλον εἰς τὴν πρώτην ἔκφυσιν τοῦ νεύρου
2. παρεσκευασμένην. ἐξόπισθεν γὰρ αὐτοῦ παρατεταμένη τεῖχος
3. ὄντως ἐστὶ καὶ πρόβλημα τῶν ὁπωσοῦν προσπιπτόντων
4. αὐτῷ, πρώτη πάντων ἐκδεχομένη καὶ ἀποστέγουσα, κᾂν εἰ
5. τρωθῆναί τε καὶ συντριβῆναι δέοι, καὶ ὁπωσοῦν ἄλλως πονῆσαι,
6. πρὶν τὸ νεῦρον παθεῖν, αὐτὴ πάνθ’ ὑπομένουσα.
7. ταύτην οὖν τὴν ἀπόφυσιν ἔν τε τοῖς τῆς ὀσφύος σπονδύλοις
8. ἰδεῖν ἐστιν ἔτι μεγάλην, ὡς ἂν καὶ αὐτοῖς οὖσι μεγίστοις,
9. κἀν τοῖς ἐσχάτοις δύο τοῦ θώρακος ὁμοίως ἔχουσαν.
10. ἐν δὲ τοῖς ἄλλοις δέκα τὴν ταύτης χρείαν τοῖς νεύροις
11. παρέχουσιν αἱ πλάγιαι τῶν ἀποφύσεων, αἷς ἐπιβέβηκέ τε
12. καὶ διήρθρωται τὰ τῶν πλευρῶν ὀστᾶ. ἅτε γὰρ ἤδη μικρότεροι
13. τῶν κάτω γεγενημένοι καὶ δεόμενοι τὴν ἀπόφυσιν
14. ταύτην ἀξιόλογον κεκτῆσθαι, χώραν ἑτέραν οὐκέτ’ εἶχον ἐκφύσεως
15. κατάντους, ἀλλ’ ἀναγκαῖον ἐγένετο τῇ φύσει συγχρήσασθαι
16. τῷ δι’ ἕτερόν τι κατεσκευασμένῳ καὶ πρὸς ἄλλο.
17. καὶ γὰρ δὴ καὶ μεγάλη τε ἦν καὶ ἰσχυρὰ, καὶ θέσεως
18. ἐπικαιροτάτης ὡς πρὸς τὴν τοῦ νεύρου φυλακὴν τετυχυῖα.
1. λοιποὶ δ’ οἱ κατὰ τὸν τράχηλον σπόνδυλοι τὰς τῶν νεύρων
2. ἐκφύσεις ὑπὸ τῶν ἐγκαρσίων ἀποφύσεων, ἃς δίκρους ἔφαμεν
3. εἶναι, σκεπομένας τε καὶ φρουρουμένας ἀσφαλῶς ἐκτήσαντο.
4. πᾶσι μὲν δὴ τούτοις, πλὴν τοῦ πρώτου σπονδύλου, καθ’
5. ἑκάτερον τῶν πλαγίων ἐν αὐτοῖς περάτων αἱ τῶν νεύρων ἐκφύσεις
6. ἐγένοντο, κατὰ μὲν τὸν τράχηλον ἑκατέρου τῶν
7. ὁμιλούντων ἀλλήλοιν σπονδύλων, ὡς εἴρηται πρόσθεν,
8. ἴσως ὡς ἔνι μάλιστα συντελοῦντος εἰς τὴν τοῦ παραπέμποντος
9. τὸ νεῦρον τρήματος γένεσιν· ἐν δὲ τοῖς κατὰ τὴν
10. ὀσφὺν ὅλην ἐπιβαίνει σχεδόν τι τῷ πέρατι τοῦ προτεταγμένου
11. σπονδύλου τὸ νεῦρον, ὡς ἂν ἐντεῦθεν μὲν ἐκφυομένης
12. τῆς φρουρούσης ἀποφύσεως αὐτὸ, μεγάλων δὲ καὶ αὐτῶν
13. τῶν σπονδύλων ὑπαρχόντων, καὶ διὰ τοῦτο χώραν ἱκανὴν
14. καὶ θατέρου μόνου τῷ νεύρῳ παρασχεῖν δυναμένου. κατὰ
15. δὲ τὸν τράχηλον ἡ μικρότης τῶν σπονδύλων οὐκ ἦν ἱκανὴ
16. μόνη τὴν ὁδὸν παρασχεῖν τῷ νεύρῳ. δι’ αὐτὸ γάρ τοι
17. τοῦτο καὶ κατὰ τὸ πέρας ἑκάστου παρενέγλυψεν ἡ φύσις
18. οἷον ἡμικύκλιόν τι, φυλαξαμένη διατιτράναι τοὺς οπονδύλους
19. αὐτοὺς, ὡς ἂν, εἰ τοῦτ’ ἔπραξεν, ἐξελέγχουσά τε τὴν
1. λεπτότητα αὐτῶν, καὶ αὐτοὺς ἀσθενεῖς ἐσχάτως ἀποφαίνουσα.
2. ταῦτά τοι καὶ τὰ σώματα αὐτῶν αὐτὰ κατ’ ἀλλήλων
3. ἐπιβαίνοντα, προμήκη μὲν κάτω, κοῖλα δ’ ἐκ τῶν ἄνωθεν
4. ἐποιήσατο μερῶν, ἵν’ αἱ τῶν ὑποτεταγμένων ἀνάντεις ἀποφύσεις,
5. αἱ τήν τε κοιλότητ’ αὐτῶν γεννῶσαι καὶ περιλαμβάνουσαι
6. τὸ πρόμηκες πέρας τοῦ προτεταγμένου, συντελῶσί
7. τι καὶ αὐταὶ πρὸς τὴν τοῦ κοινοῦ τρήματος γένεσιν. ἔξωθεν
8. γὰρ τούτων τὸ οἷον ἡμικύκλιόν ἐστι, καὶ μετ’ αὐτὸ τὰ τῶν
9. σπονδύλων ἄρθρα, μέσον δ’ ἀμφοῖν ἀνίσχει τὸ νεῦρον, ἅμα
10. μὲν ὑπὸ πασῶν τῶν περικειμένων ἐξοχῶν σκεπόμενον, ἅμα
11. δ’ ἑκατέρου τῶν σπονδύλων ὀλίγον τι παρεγγλύψαν, ὃ διαστήσας
12. σὺ καὶ χωρίσας ἀπ’ ἀλλήλων τελέως τοὺς σπονδύλους,
13. οὐκ ἂν οὐδὲ παρεγγεγλύφθαι δόξαις, ἀλλ’ ἐξ ἀνάγκης
14. ἠκολουθηκέναι ταῖς ἑκατέρων ἀποφύσεσιν. οὕτως ἱκανῶς
15. ἡ φύσις προὐνοήσατο τῆς δυσπαθείας τῶν ἄλλων μὲν
16. ἁπάντων σπονδύλων, μάλιστα δὲ τῶν κατὰ τὸν τράχηλον,
17. ὡς ἂν μικροτάτων ὑπαρχόντων, καὶ πάντ’ ἐτεχνήσατο πρὸς
18. τὸ μὴ διατρῆσαι τὰ σώματ’ αὐτῶν, μηδ’ ἀσθενεῖς ἀπεργάσασθαι
1. αὐτοὺς, μήθ’ ὅλως τῆς ῥάχεως τὴν σύνθεσιν, ὡς
2. ἂν τρόπιν τέ τινα καὶ θεμέλιον ὑπάρχουσαν ἅπαντος τοῦ
3. ζώου τῆς συμπήξεως. ἐν μὲν δὴ τοῖς κατὰ τὴν ὀσφὺν, ὡς
4. εἴρηται, πλαγίοις τῶν κάτω μερῶν ἑκάστου σπονδύλου σαφῶς
5. ἐστιν ἐπιβεβηκέναι τὸ νεῦρον. ἐν δὲ τοῖς κατὰ τὸ μετάφρενον,
6. ἐπιβαίνει μὲν κᾀνταῦθα τῷ πέρατι τοῦ προτεταγμένου
7. σπονδύλου, σαφῶς μὲν οὐκέθ’ ὁμοίως, ἀλλ’ ὥστε καὶ
8. τοῦ κάτωθεν ἐφάπτεσθαι δοκεῖν. ἐπὶ δὲ τῶν κατὰ τὸν
9. τράχηλον, ὅτι σμικρότατοι πάντων ἦσαν, ἕκαστος τῶν σπονδύλων
10. ἴσον εἰς τὴν ὁδὸν τοῦ νεύρου συνετέλεσεν, ἐν τῷ
11. μεταξὺ τῶν ἀποφύσεων ἑκατέρας κοιλότητά τινα τῆς φύσεως
12. ἐργασαμένης οὕτως ἀσαφῶς, ὡς μηδὲ παρεγγεγλύφθαι
13. τι δοκεῖν αὐτῶν, ἀλλ’ ἐξ ἀνάγκης ἠκολουθηκέναι. πότερον
14. οὖν εἰς μόνας τῶν εἰρημένων τρημάτων τὰς γενέσεις ἡ φύσις
15. ἀποβλέπουσα προμήκη μὲν κάτω, κοῖλα δ’ ἐκ τῶν ἄνω
16. μερῶν ἀπειργάσατο τὰ σώματα μόνων τῶν κατὰ τὸν τράχηλον
17. σπονδύλων, ἢ καί τι χρηστότερον ἄλλο προορωμένη;
18. καὶ τί δή ποτε τοὺς ἄλλους ἅπαντας σπονδύλους εἰς ὁμαλὸν
1. καὶ λεῖον ἴσον τε πανταχόθεν καὶ ἀκριβῶς ἐπίπεδον κύκλον
2. περατοῦσα, καὶ κατὰ τοῦτο πρὸς ἀλλήλους συνάπτουσα,
3. μόνων τῶν κατὰ τὸν τράχηλον οὐ τὴν αὐτὴν ἐποιήσατο
4. σύνταξιν; ὅτι, διττὸν ἑκάστου τῶν σπονδύλων ἔχοντος τὸν
5. πρῶτον σκοπὸν τῆς κατασκευῆς, ἕδραν μὲν ἀσφαλῆ τῆς ὅλης
6. ῥάχεως, ὡς ἂν τρόπεώς τέ τινος οὔσης καὶ οἷον θεμελίου,
7. κίνησιν δὲ, ὡς ἂν ζώου μορίου, τοῖς μὲν ἄλλοις ἅπασι σπονδύλοις
8. κάτω τοῦ τραχήλου μείζων τῆς ἀσφαλείας ἐστὶ χρεία,
9. τοῖς δ’ ἄνω τῆς κινήσεως. ἐννοήσας γὰρ, ὡς εἰς πλείους
10. ἐνεργείας δεόμεθα πολυειδῶς τε ἅμα καὶ ταχέως καὶ μέχρι
11. πλείονος ἐπινεύειν καὶ ἀνανεύειν καὶ περιφέρειν εἰς τὰ
12. πλάγια τὸν τράχηλον, ἤπερ ὅλην κινεῖν τὴν ῥάχιν, ἐπαινέσεις,
13. οἶμαι, τὴν φύσιν ἑλομένην ἑκατέρῳ τῷ μέρει τῆς
14. ῥάχεως τὸ πρόσφορον, τῷ μὲν τραχήλῳ τὴν κίνησιν, τῷ
15. δ’ ἄλλῳ παντὶ τὴν ἕδραν. ἀλλ’ οὔτε ἀσφαλῶς ἐπ’ ἀλλήλων
16. βεβηκέναι τοῖς κάτω σπονδύλοις οἷόν τ’ ἦν ἄνευ πλατείας
17. τε βάσεως καὶ δεσμοῦ συντόνου, οὔτε κινεῖσθαι τοῖς ἄνω
18. ῥᾳδίως ἄνευ προμήκους ἀποφύσεως ἢ συνδέσμου χαλαροῦ.
1. πάντα γοῦν, ὡς ἐδείχθη, τὰ πολυειδῶς κινούμενα τῶν ἄρθρων
2. εἰς σφαιροειδεῖς τελευτᾷ κεφαλάς. καὶ εἴ γε
3. μηδὲν ὅλως ἐφρόντισε τῆς ἀσφαλοῦς ἕδρας ἡ φύσις ἐν τοῖς
4. κατὰ τὸν τράχηλον σπονδύλοις, ἀλλ’ εἰς ἑτοιμότητα κινήσεως
5. μόνους αὐτοὺς παρεσκεύασεν, ὥσπερ βραχίονα καὶ
6. μηρὸν, εἰς σφαιροειδεῖς ἂν, ὥσπερ κᾀκεῖνα τὰ κῶλα, κεφαλὰς
7. αὐτοὺς ἐπεράτωσεν. ἀλλὰ γὰρ οὐκ ἐπελέληστο καὶ
8. τῆς ἑτέρας χρείας αὐτῶν, καὶ διὰ τοῦτο εἰς τοσοῦτον προμήκεις
9. ἐποίησεν, εἰς ὅσον ἔπρεπεν αὐτοῖς οὐ ῥᾳδίως μόνον,
10. ἀλλὰ καὶ ἀσφαλῶς κινεῖσθαι. συλλαμβάνει δ’ εἰς τὴν
11. ἀσφάλειαν οὐ σμικρὰ καὶ τἄλλα, τὰ μὲν κοινὰ τῶν σπονδύλων
12. ἁπάντων, τὰ δ’ ἐξαίρετα καὶ μόνων τῶν κατὰ τὸν
13. τράχηλον ἴδια.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.3, ed. Kühn, 1822, vol. 4, p. 82-93. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩