14. Οἱ μὲν δὴ σύνδεσμοι πάντες οἱ περικείμενοι
15. πανταχόθεν αὐτοῖς, οἵ τ’ ἐν ταῖς πλαγίαις ἀποφύσεσι
16. καὶ πολὺ δὴ μᾶλλον ἐν ταῖς ὀπίσω, κοινοὶ πάντων εἰσὶ
17. τῶν σπονδύλων· ἡ δὲ τῶν μυῶν ἰσχὺς τῶν τῇδε καὶ τὸ
18. πλῆθος καὶ τὸ μέγεθος ἐξαίρετον καὶ ἴδιον ὑπάρχει τοῖς ἐν
1. τραχήλῳ σπονδύλοις. μικροῖς γὰρ οὖσιν αὐτοῖς πολλοὶ καὶ
2. μεγάλοι καὶ ἰσχυροὶ περίκεινται μύες. καὶ μὲν δὴ καὶ τὰ
3. πέρατα αὐτῶν τὰ πλάγια, τὰ γεννῶντα τὴν ἄνωθεν ἅπασαν
4. κοιλότητα, σφίγγει δήπου καὶ αὐτὰ τὰς ἐμβαινούσας αὐτῶν
5. τῶν ὑπερκειμένων σπονδύλων ἐξοχάς. ἐξ ὧν ἁπάντων εἰς
6. ἀσφάλειαν οὐδὲν ἧττον παρεσκευάσθησαν τῶν ἄλλων σπονδύλων,
7. εἰ καὶ ὅτι μάλιστα πολὺ χαλαρωτέραν αὐτῶν ἐκτήσαντο
8. τὴν σύνθεσιν. οὕτω μὲν δὴ τά τ’ ἄλλα τοὺς σπονδύλους
9. τῆς ῥάχεως ὅλης ἡ φύσις ἀσφαλῶς ἐκόσμησεν, καὶ
10. τῶν νεύρων τὰς ἐκφύσεις ἐποιήσατο, καθ’ ὃν ἐχρῆν μάλιστα
11. τρόπον. ἐπὶ δέ γε τοῦ πρώτου σπονδύλου πολὺ τῶν ἄλλων
12. διαλλάττοντος, εἴ τι μεμνήμεθα τῶν διαρθρώσεων αὐτοῦ
13. κατὰ τὸν ἔμπροσθεν λόγον εἰρημένων, οὔτ’ ἐκ τῶν ἄνω μερῶν,
14. οἷς διήρθρωται πρὸς τὴν κεφαλὴν, οὔτ’ ἐκ τῶν κάτω,
15. καθ’ ἃ τῷ δευτέρῳ περιβέβηκεν, ἀλλ’ οὐδ’ ἐκ τῶν πλαγίων,
16. ὥσπερ τοῖς ἄλλοις, ἀσφαλὲς ἦν ἐκφύεσθαι τὸ νεῦρον. ἰσχυρὰ
17. γὰρ ἡ κίνησίς ἐστιν αὐτοῦ, καὶ πολὺ παραλλάττουσαν ἐργαζομένη
18. τὴν θέσιν, ἐνίοτε μὲν ἀκριβῶς περιβαίνοντος ἢ ταῖς
1. τῆς κεφαλῆς ἐξοχαῖς, ἢ ταῖς τοῦ δευτέρου κυρτότησιν,
2. ἐνίοτε δ’ ἀποχωροῦντος ἐπὶ πλεῖστον. ἐκινδύνευσεν ἂν οὖν,
3. εἰ κατὰ τὰς διαρθρώσεις αὐτὰς τὸ νεῦρον ἐτέτακτο, θλᾶσθαι
4. μὲν, ὁπότ’ ἀκριβῶς συνήρχετο, διασπᾶσθαι δ’, ὁπότ’
5. ἐπὶ πλεῖστον ἀφίστατο, πρὸς τῷ μηδὲ τὸν σπόνδυλον αὐτὸν
6. ἐγγλυφθῆναι δύνασθαι ταύτῃ λεπτὸν ὑπάρχοντα. διὰ τοῦτ’
7. οὖν, ἐπειδὴ μήτ’ ἐκ τῶν πλαγίων μερῶν, ὥσπερ τοῖς ἄλλοις,
8. μήτε καθ’ ἃ περιβαίνει τὸν δεύτερον σπόνδυλον ἡ τῆς
9. κεφαλῆς κορώνη, δυνατὸν ἦν ἀσφαλῶς ἐκφῦναι τοῖς νεύροις,
10. ἔνθα παχύτατός ἐστιν ὁ πρῶτος σπόνδυλος, ἐνταῦθα διέτρησεν
11. ἡ φύσις αὐτὸν ἐγγὺς τῶν ἄνω διαρθρώσεων ὀπαῖς
12. λεπτοτάταις, ἐκ πάντων, ὡς οἷόν τε, τὴν δυσπάθειαν
13. αὐτῷ τε τῷ σπονδύλῳ καὶ τῷ νεύρῳ παρασκευάζουσα.
14. τὸ μὲν δὴ νεῦρον ὅτι τῶν ἄρθρων ἀπαχθὲν ἀσφαλέστερον
15. ἔμελλεν τετάξεσθαι, παντὶ δῆλον. ὁ δὲ σπόνδυλος,
16. ἵν’ ἐστὶ παχύτατος ἑαυτοῦ, διατρηθεὶς ὀπαῖς ἐσχάτως
17. λεπταῖς, εὔδηλον ὡς οὐδ’ αὐτὸς ἄν τι δεινὸν πάθοι.
1. ὅθεν οὐδ’ εἰ πάντα τις τἄλλα τοῖς σπονδύλοις ἅπασιν,
2. ὅσα καθ’ ὅλον εἴρηται τὸν λόγον ὑπάρχειν ἀγαθὰ, μὴ
3. κατὰ πρόνοιάν τινα καὶ τέχνην, ἀλλ’ ὑπὸ τύχης φαίη
4. γεγονέναι, προσθεῖναι τοῖς ἄλλοις οὐκ ἂν, οἶμαι, τολμήσαι
5. τοῦτο, ὡς καὶ τὰ τοῦ πρώτου σπονδύλου τρήματα
6. κατὰ τύχην ἐγένετο. φαίνεται γὰρ ἐναργῶς, ὅτι καθ’
7. ἑκάτερον αὐτοῦ τῶν περάτων οὐκ ἦν ἄμεινον ἐκφῦναι
8. τινὰ νεῦρα, διὰ τοῦτο τρηθεὶς αὐτὸς, ὅτι τε κίνδυνος
9. ἦν τρηθῆναι λεπτῷ σπονδύλῳ, διὰ τοῦτο καὶ στενότατα
10. σχὼν αὐτὰ, καὶ κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ μάλιστα παχύτατος
11. ἦν ἑαυτοῦ. καὶ γάρτοι καὶ αὐτὸ τοῦτο, παχύτατον
12. ἑαυτοῦ κατ’ ἐκεῖνα γενέσθαι τὸν πρῶτον σπόνδυλον, ἡ
13. φύσις προπαρεσκεύασεν οὐκ ἀργῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ
14. πρῶτον μὲν, ἵνα τρηθείη κατὰ τοῦτ’ ἀσφαλῶς, ἔπειτα δ’
15. ὑπὲρ τοῦ κάτωθεν μὲν τὰς τοῦ δευτέρου σπονδύλου κυρτότητας,
16. ἄνωθεν δὲ τὰς ἐξοχὰς τῆς κεφαλῆς ὑποδέξασθαι.
17. καθ’ ἃ γὰρ ἔμελλε μάλιστα πονήσειν, κατὰ
18. ταῦτα καὶ διαφερόντως αὐτὸν ἰσχυρὸν ἀποτελεσθῆναι βέλτιον
19. ἦν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.4, ed. Kühn, 1822, vol. 4, p. 93-96. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩