Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 13.5, ed. Kühn, 1822, vol. 4, p. 97-104. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.5

1. Ἆρ’ οὖν ἅπαντα μὲν ταῦτα καλῶς ἡ φύσις
2. ἐδημιούργησεν, ἑκάτερον δὲ τῶν ἐκπιπτόντων νεύρων εἰς ἃ
3. μὴ χρὴ μόρια διέσπειρεν, ἢ κᾀν τούτῳ θαυμάζειν αὐτὴν
4. προσῆκεν, εἰς τοὺς ἐπικειμένους τε καὶ παρακειμένους τῷ
5. σπονδύλῳ μῦς διανείμασαν ἀμφότερα; κινεῖσθαι γὰρ αὐτοὺς
6. δεομένους εὔλογον ἦν ἐκ τῶν πλησιαζόντων μερῶν τοῦ νωτιαίου
7. δέχεσθαι νεῦρον. τί δὲ τοὺς ἄλλους ἅπαντας μῦς
8. τοὺς περικειμένους τῷ τραχήλῳ, τοὺς κινοῦντας τὴν κεφαλὴν,
9. οὐχὶ καὶ αὐτοὺς μέντοι βέλτιον ἦν αὐτόθεν ποθὲν ἐκ
10. τοῦ κατὰ τὸν τράχηλον νωτιαίου τὰς ἀρχὰς τῶν νεύρων
11. λαμβάνειν; καὶ τοίνυν ἐπειδὴ, τῆς πρώτης συζυγίας λεπτῆς
12. ὑπαρχούσης, ἀδύνατον ἦν ἀπονεῖμαί τινα τῇ κεφαλῇ μοῖραν,
13. ἐκ τῆς δευτέρας ἐργάζεται τοῦτο, καὶ διεκπίπτει γε τῶν
14. ἐπικειμένων μυῶν ἑκάτερον τῶν νεύρων. λοξὸν μὲν πρῶτον
15. εἰς τοὐπίσω τε ἅμα καὶ ἄνω, λοξὸν δ’ αὖθις ἐκ
16. τῶνδε πρός τε τὸ πρόσω καὶ ἄνω προερχόμενον εἰς
17. ἅπαν οὕτω διασπείρεται τῆς κεφαλῆς τά τε περὶ τὰ ὦτα
18. μόρια καὶ τὰ ὄπισθεν ἄχρι τῆς κορυφῆς τε καὶ τῆς
1. ἀρχῆς τοῦ βρέγματος· καὶ λεχθήσεταί γε περὶ αὐτῶν αὖθις
2. ἐν τῇ τῶν νεύρων ἐξηγήσει κατὰ τὸν ἑκκαιδέκατον λόγον.
3. ὅσον δ’ ὑπόλοιπον ἔμεινε κάτω τῆς δευτέρας συζυγίας τῶν
4. νεύρων, εἰς τοὺς πλησίον ἅπαντας ἐνεμήθη μῦς, ἀφ’ ὧν αἱ
5. τῶν πρώτων σπονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν
6. γίνονται κινήσεις. ἔστι δ’ ἡ τῶν νεύρων τούτων ἔκφυσις
7. οὔτ’ ἐκ τῶν πλαγίων τρημάτων, ὥσπερ ἐπί τε τῆς τρίτης
8. συζυγίας καὶ τῆς μετ’ αὐτὴν, οὔτ’ αὐτοῦ διατιτραμένου
9. τοῦ δευτέρου σπονδύλου, καθάπερ ὁ πρῶτος. ἐκ μὲν γὰρ
10. τῶν πλαγίων ἀδύνατον ἦν διὰ τὴν ἐπὶ τοῦ πρώτου λελεγμένην
11. αἰτίαν· ἐπ’ ἄλλου δ’ οὐκέτ’ οὐδενὸς αὐτοῦ μέρους ἐνεχώρει
12. γενέσθαι, περιβεβληκότος αὐτὸν τοῦ πρώτου σπονδύλου.
13. καθ’ ὃ τοίνυν ἦν μόνον δυνατὸν, ἑκατέρωθεν τῆς
14. ἀκάνθης ἐγένετο, χώραν τινὰ τῆς φύσεως ἐργασαμένης ἐνταῦθα
15. μεταξὺ τοῦ πρώτου καὶ δευτέρου σπονδύλου, δι’
16. ἧς ἡ δευτέρα συζυγία τῶν νεύρων ἐξέρχεται, μηδὲν ἐκ τῆς
17. κινήσεως αὐτῶν βλαπτομένη. ἡ δὲ δὴ τρίτη συζυγία τῶν
18. ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ τοῦ κοινοῦ τρήματος ἀνίσχει τοῦ
1. δευτέρου καὶ τρίτου σπονδύλου, διανεμομένη τοῖς τε τὰς
2. γνάθους κινοῦσι μυσὶ καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχηλον
3. ὀπίσω μετὰ τῆς συμπάσης κεφαλῆς. ἐπιμίγνυται δ’
4. αὐτῆς τὸ πρόσω φερόμενον μέρος ἀμφοτέραις ταῖς συζυγίαις,
5. τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μελλούσῃ λεχθήσεσθαι
6. τῇ τετάρτῃ. καὶ τήν γ’ ἀκριβῆ νομὴν, ἣν ἐν τοῖς
7. πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις αὐτῶν ἴσχει,
8. κατὰ τὸν ἑκκαιδέκατον ἐξηγήσομαι λόγον. ἐν δὲ τῷ παρόντι
9. χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία
10. τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ κεφαλῆς μυσὶν αὐτὴ
11. χορηγεῖ τὰ νεῦρα, καὶ τοῖς τὰς γνάθους κινοῦσι, ὥσπερ γε
12. καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσιν. ἡ δ’ ἐφεξῆς τῶν
13. εἰρημένων τεττάρων συζυγιῶν ἡ πέμπτη τὴν μὲν ἔκφυσιν
14. ἔχει, καθ’ ὃ συμβάλλει ὁ τέταρτος σπόνδυλος τῷ πέμπτῳ,
15. διανέμεται δ’ εὐθὺς ἀνίσχουσα ταῖς προειρημέναις
16. ὁμοίως. τὸ μὲν γάρ τι μέρος αὐτῆς ὀπίσω φέρεται διὰ
17. βάθους εἰς τοὺς κοινοὺς τραχήλου τε καὶ κεφαλῆς μῦς, ἕτερον
18. δὲ πρόσω πρός τε τοὺς τὰς γνάθους κινοῦντας
1. καὶ τὴν κεφαλὴν ἐπινεύοντας· ἄλλο δὲ τρίτον ἐν μέσῳ τῶν
2. εἰρημένων ἐστὶ μορίων αὐτῆς, ἐπὶ τὸ τῆς ὠμοπλάτης ὑψηλὸν
3. ἀνατεινόμενον. ἀλλὰ τοῦτο μὲν τοῖς ταύτῃ μυσὶν ἅμα τῷ
4. περικειμένῳ διανέμεται δέρματι, καθάπερ γε καὶ τῶν προειρημένων
5. ἕκαστον ἀποφύει τι καὶ πρὸς τὸ δέρμα. κατὰ δὲ
6. τὴν ῥίζαν τῶν νεύρων ἐπιμίγνυταί τι μέρος αὐτῆς ἑκατέρῳ
7. τῶν πλησίον συζυγιῶν ἕκτῃ καὶ τετάρτῃ, καὶ τό γε καταβαῖνον
8. ἀπὸ τῆς τετάρτης εἰς αὐτὴν, ἰσχνὸν ὂν, ἐκείνῳ μάλιστα
9. φαίνεται μιγνύμενον αὐτῆς τῷ μέρει, καθ’ ὃ τὴν μεγίστην
10. μοῖραν ἐκ τῶν ταύτης σπονδύλων ἀθροιζομένην ἴσχει
11. τὸ τοῦ διαφράγματος νεῦρον, ἓν ἑκατέρωθεν καὶ τοῦτο τῶν
12. διαφραττόντων ὑμένων τὸν θώρακα φερόμενον κάτω. τῆς
13. δὲ ἕκτης συζυγίας ἐφεξῆς τῇδε μετὰ τῶν πέντε σπονδύλων
14. ἐκπιπτούσης ἐπιμιξία μεγάλη γίνεται πρὸς τὰς περιεχούσας
15. ἀμφοτέρας, ἀλλὰ τό γε πλεῖστον μέρος αὐτῆς ἀποτείνεται
16. πρὸς τὰ σιμὰ τῶν ὠμοπλατῶν. αὔξει δέ πως ἐκ τῶν πρόσω
17. μερῶν καὶ τὸ τοῦ διαφράγματος νεῦρον, ὥσπερ καὶ τοῖς ἄλλοις
18. ἅπασι τοῖς τῇδε σπονδύλοις ἀποφύσεις τινὰς πέμπει σμικρὰς
1. ὁμοίως ταῖς ἄλλαις συζυγίαις τῶν νεύρων τῶν κατὰ τὸν τράχηλον,
2. ὧν τὴν κατὰ μέρος ἅπασαν νομὴν ἐν τῷ τῶν νεύρων ἰδίῳ
3. λόγῳ δηλώσω. κατὰ δὲ τὸν ἐνεστῶτα τόνδε τὸ κεφάλαιον αὐτὸ
4. μόνον ἑκάστης τῶν συζυγιῶν διηγήσασθαι προὐθέμην, οἷον
5. καὶ ὅτι τῆς ἑβδόμης ἀνισχούσης μετὰ τὸν ἕκτον σπόνδυλον
6. ἐκ τοῦ κοινοῦ τρήματος αὐτῷ πρὸς τὸν ἕβδομον ἐπιμιξία
7. μεγάλη γίνεται πρὸς ἀμφοτέρας τὰς περιεχούσας συζυγίας,
8. ἀποτείνουσα τὸ πλεῖστον αὐτῆς ἐπὶ τὸν βραχίονα, καθάπερ
9. γε καὶ τῆς ὀγδόης συζυγίας ἐκφυομένης τοῦ νωτιαίου μετὰ
10. τὸν ἕβδομον σπόνδυλον εἰς τὸν πῆχυν ἥκει τὸ πλεῖστον,
11. ἀναμιγνυμένης καὶ τῆσδε καὶ διαπλεκομένης ταῖς περιεχούσαις.
12. οὕτω δὲ καὶ τῆς μετὰ τὸν ὄγδοον ἀναμιγνυμένης τῇ
13. πρὸ αὐτῆς μέρος οὐκ ὀλίγον κατ’ ἄκρας ἔρχεται τὰς χεῖρας.
14. ἔστι δὲ ταῦτα τὰ νεῦρα κατὰ τὸ πρῶτον μεσοπλεύριον
15. ἐλαχίστην ἔχοντα χώραν, ὡς ἂν καὶ τῶν πλευρῶν τῶν
16. πρώτων μικροτάτων οὐσῶν. καὶ διὰ τοῦτό γε μετὰ τὸν ἕβδομον
17. σπόνδυλον ἡ φύσις ἀπήρξατο διαπλάττειν τὸν θώρακα, 
1. καίτοι μηδέπω τῶν χειρῶν ἐχουσῶν τὸ σύμπαν, ὅτι τῇ μετὰ
2. τὸν ὄγδοον συζυγίᾳ δυνατὸν ἦν αὐτῇ πρὸς ἄμφω χρήσασθαι,
3. τό τε πρῶτον μεσοπλεύριον καὶ τὴν χεῖρα. καὶ μὲν
4. δὴ καὶ τῷ διαφράγματι τὰ νεῦρα θαυμαστῶς πάνυ κατήγαγεν
5. ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καὶ τοῖς γε μεσοπλευρίοις
6. μυσὶν ἐκ τῶν ψαυόντων ἑκάστου σπονδύλων
7. ἄγουσα. διαφερόντως γὰρ ἔχει ταῖς φρεσὶ πρὸς τοὺς ἄλλους
8. ἅπαντας μῦς, οὐ κατὰ τὸ σχῆμα μόνον, ἀλλὰ καὶ τὴν θέσιν
9. καὶ τὴν ἐνέργειαν· κυκλοτερὲς μὲν γὰρ αὐτῶν τὸ σχῆμα,
10. λοξὴ δὲ ἡ θέσις, ἐν μὲν τοῖς πρόσω καὶ ἄνω μέρεσι πρὸς
11. τὸ στέρνον ἀνήκουσα, τοὐντεῦθεν δ’ ἀεὶ πρός τε τοὐπίσω
12. καὶ κάτω φερομένη, μέχρι τοῦ ψαῦσαι τῆς ῥάχεως, ᾗ καὶ
13. συμφύεται τὸ διάφραγμα κατ’ ὀσφύν. ἡ κεφαλὴ δὲ, ἐφ’ ἣν
14. ἀναρτῶνται τοῖς μυσὶν ἅπασιν αἱ ἶνες, οὐχ, ὡς ἂν
15. οἰηθείη τις, ἐν τοῖς κατὰ τὸ στέρνον ὑπάρχει χωρίοις, ὥσπερ
16. οὐδ’ ἐν τοῖς κατ’ ὀσφὺν, ἀλλ’ ἐν τῷ παντὸς τοῦ διαφράγματος
17. μεταξὺ τῷ νευρώδει. καὶ τοίνυν εἰς τοῦτο καθήκειν τὰ
18. νεῦρα τὰ κινοῦντα αὐτὰς ἐξ ὑψηλοῦ τινος ἀναγκαῖον ἦν,
1. ἵν’ εἰς ἅπαν μέρος ἰσόῤῥοπον ἐκτείνῃ τὴν ἐνέργειαν. οὕτω
2. γὰρ ἔχοντος τοῦ διαφράγματος, ὡς ἔχει νῦν, ἀναγκαῖον ἦν
3. ἤτοι τὸ μέσον αὐτοῦ τὴν κεφαλὴν ἔχειν τοῦ μυὸς, ἢ τά
4. ἀντικείμενα τῷδε τὸν περιγράφοντα κύκλον ὅλον αὐτοῦ, καθ’
5. ὃ συμφύεται τοῖς πέριξ. ἀλλ’ εἴπερ ἕνεκα τοῦ κινῆσαι τὸν
6. θώρακα γέγονεν, ἀναγκαῖον ἦν ἔσχατα μὲν αὐτοῦ, καθ’ ἃ
7. συμφύεται πρὸς αὐτὸν, γενέσθαι, τὴν κεφαλὴν δ’ ἀντιτετάχθαι
8. πᾶσιν, οὐκέτ’ οὐδ’ ἄλλην οὐδεμίαν ἔχουσα ἐπιτηδειοτέραν
9. χώραν τοῦ μέσου τῶν φρενῶν, εἰς ὃ φαίνεται τὸ
10. ζεῦγος τῶν νεύρων καθῆκον. εἰ δ’ ἐξ ἐκείνων τῶν μερῶν
11. ἐνεφύετο τῷ διαφράγματι τὰ νεῦρα, καθ’ ἃ συμφύεται τῷ
12. θώρακι, τὴν τελευτὴν ἂν ἔσχε περὶ τὸ νευρωδέστατόν τε καὶ
13. μέσον αὐτοῦ. οὐ μὴν εἴς γε τὴν τελευτὴν τῶν μυῶν, ἀλλ’
14. εἰς τὰ πρῶτ’ αὐτῶν καταφύεσθαι χρὴ τὰ κινήσοντα νεῦρα.
15. κατὰ τοῦτο μὲν δὴ τὸ διάφραγμα μόνον τῶν μετὰ τὰς
16. κλεῖς μορίων ἐκ τοῦ κατὰ τράχηλον νωτιαίου λαμβάνει
17. νεῦρα, τῶν δ’ ἄλλων οὐδὲν ἔτι τῶν κάτω· διὰ μακροῦ
1. γὰρ ἄγειν αὐτὰ, παρὸν ἐκ τῶν πλησίον ἐπιπέμπειν μορίων,
2. ἀγνοοῦντος ἦν τὸ βέλτιον δημιουργοῦ. διὰ ταύτην μὲν δὴ
3. τὴν χρείαν εἰς τὸ διάφραγμα καθήκει νεῦρα μετέωρα, διερχόμενα
4. τὸν θώρακα σύμπαντα. καὶ μέντοι, διότι μετέωρα
5. πάντως ἐχρῆν αὐτὰ φέρεσθαι, καὶ τῷ μετεώρῳ τοῦ διαφράγματος
6. ἐμφύεσθαι μέλλοντα, διὰ τοῦθ’ ἡ φύσις ἐχρήσατο
7. τοῖς διαφράττουσιν ὑμέσι τὸν θώρακα πρὸς τὴν ἀσφάλειαν
8. αὐτῶν τῆς φορᾶς· τούτοις γὰρ παρατεταμένα καὶ τούτοις
9. παραφερόμενα κρατεῖταί τε καὶ στηρίζεται παρ’ αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image