10. Καὶ μὲν δὴ καὶ ὁ θώραξ αὐτὸς ἤρξατο
11. συμπήγνυσθαι μετὰ τὸν ἕβδομον σπόνδυλον, ἡνίκ’ οὐκέτ’
12. εἰς οὐδὲν οὔτε τῶν κάτω μορίων οὔτε τῶν κατὰ τὸν τράχηλον
13. ἢ τὰς χεῖρας ἐχρῆν ἐπιπεμφθῆναι νεῦρα. ἄμεινον
14. γὰρ ἦν τὸν κατ’ αὐτὸν νωτιαῖον τὰς ἀποφύσεις ἐγγύθεν χορηγεῖν
15. ἅπασι τοῖς τῇδε μορίοις, καὶ διὰ τοῦτο τῶν καθ’
16. ἕκαστον μεσοπλεύριον νεύρων ἐκπίπτει διὰ τῶν μυῶν εἰς
17. τὰ ἐκτὸς οὐ σμικρὰ μοῖρα, παρὰ μὲν τὰς ῥίζας αὐτῶν
18. τῶν πλευρῶν εἰς τὰ κατὰ ῥάχιν ὄργανα διασπειρόμενα,
1. μετὰ δὲ ταῦτα παρὰ τὰ κυρτὰ μάλιστα καθ’ ἑκάστην πλευρὰν
2. εἰς τὰ περικείμενα τῷ θώρακι σώματα, καθάπερ γε
3. καὶ πλησίον τοῦ στέρνου τοῖς ταύτῃ μέρεσι διασπειρόμενα.
4. κατὰ λόγον οὖν, ἐπειδὴ τὰ μὲν ἄνω πάντα τοῦ θώρακος
5. ἐχρῆν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου πλησίον ὄντος
6. ἴσχειν τὰ νεῦρα, τὰ δὲ παρὰ τῷ θώρακι πάντα καὶ ταῦτα
7. ἐκ τοῦ πλησίον τοῦ νωτιαίου τοῦ κατὰ τὸ μετάφρενον ἴσχειν
8. τὰ νεῦρα, ἑνὶ δὲ μόνῳ τῶν κάτω μορίων τῷ διαφράγματι
9. παρὰ τοῦ κατὰ τὸν τράχηλον ἐπιπέμπεσθαι τὰ νεῦρα, καὶ
10. παντὰ εἴληφε τὰς ἀποφύσεις ἐκ τῶν εἰρημένων σπονδύλων,
11. ἐπαύσατο μὲν ὁ τράχηλος ἐνταῦθα, μετ’ αὐτὸν δ’ ἀπήρξατο
12. τῆς τοῦ θώρακος δημιουργίας ἡ φύσις. ὥστ’ εἰκότως
13. ἀνθρώπῳ καὶ πιθήκῳ, καὶ τοῖς ἄλλοις ζώοις, ὅσα μὴ πόῤῥω
14. τὴν φύσιν τούτων ἐστὶν, ἐξ ἑπτὰ σπονδύλων ὁ τράχηλος
15. ἐγένετο. δύο γὰρ ἐδείχθησαν αὐτοῦ χρεῖαι, πρώτη
16. μὲν ἐφ’ ἡμῶν, ἕνεκα τῆς τοῦ λάρυγγος δημιουργίας, ἑτέρα
17. δ’ ἐπὶ τῶν μακροσκελῶν, οἷς ἐκ τῆς γῆς ποριζομένοις τὴν
18. τροφὴν, ἀντὶ χειρῶν αὐτοῦ τὸ μῆκος ὑπάρχει. περὶ μὲν οὖν
1. ἐκείνων οὐ πρόκειται νῦν. ἀνθρώπῳ δὲ καὶ τοῖς ὁμοίοις
2. εἰκότως ἐξ ἑπτὰ σπονδύλων ὁ τράχηλος συμπέπηγε, τοῦ λάρυγγος
3. ἐπὶ τῷ τηλικούτῳ μεγέθει συμμέτρως ἔχοντος, ἁπάντων
4. τε τῶν μορίων, οἷς βέλτιον ἢν ἐκ τοῦ κατὰ τράχηλον
5. νωτιαίου τὰ νεῦρα λαμβάνειν, αὐτάρκως εἰληφότων. ὁ γάρτοι
6. λάρυγξ ἐδείχθη μὲν ἐν τοῖς περὶ τῆς φωνῆς ὑπομνήμασι,
7. τὸ πρῶτον αὐτῆς ὄργανον, ἀναγκαίαν παρέχων τὴν
8. θέσιν ἐν τῷ τραχήλῳ. παρ’ ὃν μὲν χρόνον ἐκτέταται, μακρότερος
9. αὑτοῦ φαίνεται, καμφθέντος δ’ εἰς τοὔσχατον, ἴσος
10. οὕτως ἀκριβῶς, ὡς μηδὲ ἀπολείπειν τινὰ χώραν κενὴν, μήτε
11. προσκρούειν τοῖς ἑκατέρωθεν ὀστοῖς, ἄνωθεν μὲν τῇ γένυϊ,
12. κάτωθεν δὲ τῇ κλειδί. πάντων οὖν τῶν μορίων τοῦ σώματος
13. ἀνάλογον ἐχόντων ἀλλήλοις τὰ μεγέθη, χρὴ δήπου καὶ τὸν
14. θώρακα μέγεθος ἴσχειν οὐχ ἑαυτῷ μόνῳ προσῆκον, ἀλλὰ
15. καὶ τοῖς ἄλλοις. εἴπερ οὖν ὀρθῶς ἐδείχθη μήτ’ ἀναπνοὴ,
16. μήτε φωνὴ χωρὶς ἐκείνου γενέσθαι, καὶ μέντοι καὶ φρουρᾶς
17. τῆς ἐξ αὐτοῦ πρώτη μὲν ἡ καρδία, σὺν αὐτῇ δὲ καὶ ὁ
1. πνεύμων δεόμενος, εἰς τέτταρας τούτους σκοποὺς ἀποβλέπειν
2. ἀναγκαῖον ἦν τῇ φύσει δημιουργούσῃ τὸν θώρακα,
3. φωνὴν, ἀναπνοὴν, μέγεθος καρδίας, μέγεθος πνεύμονος.
4. ἔξεστι δέ σοι πρῶτον μὲν ἐπισκέψασθαι τὸ τοῦ πνεύμονος
5. μέγεθος, ὃν οὔτε μείζω δυνατὸν ἦν, οὔτε ἐλάττω γενέσθαι
6. τῆς κατὰ τὴν τραχεῖαν ἀρτηρίαν σχίσεως· ἄχρι γὰρ αὕτη
7. σχιζομένη μηδέπω τελευτὴν ἔχῃ, περιφύεσθαι χρὴ τὴν τοῦ
8. πνεύμονος αὐτῇ σάρκα. καὶ τοίνυν ἐκείνη μὲν ἔσχεν εὐρύτητα
9. καὶ μῆκος εἰς ἀναπνοὴν καὶ φωνὴν ἱκανὸν, καθάπερ
10. αὐτὸ δείκνυσι τοὖργον· εἵπετο δ’ αὐτῇ τοῦ πνεύμονος
11. ἡ γένεσις, καὶ τῷ τούτου μεγέθει τὸ τοῦ θώρακος,
12. εἴ γε πᾶσαν αὐτοῦ τὴν εὐρυχωρίαν ἐκπληροῦσθαι βέλτιον
13. ἦν ὑπὸ τοῦ πνεύμονος, ὡς ἐν τοῖς περὶ τῆς ἀναπνοῆς
14. ἐδείχθη λόγοις. ἀλλὰ μὴν καὶ ἡ καρδία τήν τε θέσιν
15. ἑαυτῆς πρέπουσαν ἔσχεν ἐν τῷ θώρακι καὶ τὸ μέγεθος,
16. εἰ μέμνησαι τῶν ὑπὲρ αὐτῆς εἰρημένων ἔμπροσθεν
17. λόγων.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.6, ed. Kühn, 1822, vol. 4, p. 104-107. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩