Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 13.7, ed. Kühn, 1822, vol. 4, p. 108-110. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.7

1. Ὅτι μὲν οὖν ὁ θώραξ τὸ προσῆκον ἔσχε
2. μέγεθος, ἐκ τῶν εἰρημένων δῆλον· ὅτι δὲ καὶ τῶν σπονδύλων
3. τὰ μεγέθη κατὰ βραχὺ χρὴ προσαυξάνεσθαι, καὶ
4. τοῦτ’ ἔμπροσθεν δέδεικται. καὶ μέντοι καὶ φαίνεται τοῦτο
5. θαυμαστῶς τῇ φύσει πεφυλαγμένον, ἀεὶ γὰρ τῶν σπονδύλων
6. οἱ κατωτέρω μείζους εἰσὶ τῶν ἐπικειμένων εἰς τοσοῦτον,
7. ὡς ἀλύπως τε ἅμα βαστάζειν ἐκείνους, αὐτοί τε
8. ἀοχλήτως ὀχεῖσθαι κατὰ τῶν ὑποτεταγμένων. ἀλλὰ τηλικούτων
9. αὐτῶν γενομένων, ὁ θώραξ ὅλος ἐδεήθη δυοκαίδεκα.
10. συνέβη γὰρ εἰς τοσοῦτον ὁμολογῆσαι τὸν ἀριθμὸν
11. τήν τε τῶν σπονδύλων κατὰ βραχὺ προσαύξησιν καὶ τὴν
12. ὅλου τοῦ θώρακος γένεσιν. οἱ δ’ ἐφεξῆς τῶνδε τῆς ῥάχεως
13. σπόνδυλοι πέντε κατὰ τὸν αὐτὸν λόγον ἐγένοντο τοῖς ἐν
14. τραχήλῳ. μεριζομένων γὰρ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων
15. εἴς τε τοὺς ῥαχίτας μῦς καὶ τοὺς καθ’ ὑπογάστριον, ὅσοι
16. τ’ ἄλλοι ταύτῃ τετάχαται, πρώτας μὲν ἐχρῆν ἐκφύσεις ἐπὶ
17. ταῦτα γενέσθαι, μετὰ δὲ ταῦτα ἤδη τοῖς σκέλεσιν ἐπιπεμφθῆναι
18. νεῦρα, καὶ τότ’ ἄρξασθαι γεννᾶσθαι τὸ ἱερὸν ὀστοῦν,
1. ἅμα μὲν ὥσπερ τινὰ κρηπῖδα τῇ ῥάχει γενησόμενον,
2. ἅμα δὲ ἕνεκα τοῦ δέξασθαι τὴν ἐπίβασιν τῶν κατ’ ἰσχία
3. καὶ λαγόνας ὀστῶν. ὧν χωρὶς οὔτε τὰ τῆς ἥβης ὀστᾶ
4. δυνατὸν ἦν δημιουργηθῆναι, χρείας ἀναγκαίας τῷ ζώῳ
5. παρέξοντα, τῶν τε σκελῶν ἡ διάρθρωσις ἡ πρὸς ἰσχίον
6. οὐκ ἂν ὅλως ἐγένετο. τούτων μὲν γὰρ πρώτων ἕνεκεν, ἤδη
7. δὲ καὶ τῶν κατὰ κύστιν καὶ μήτραν καὶ ἀπευθυσμένον ἡ
8. φύσις ἐδημιούργησε τὸ πλατὺ καλούμενον ὀστοῦν, ὅπερ
9. ἱερὸν ἔνιοι προσαγορεύουσι. καὶ τοίνυν ὥσπερ ἐκ τοῦ πρώτου
10. μεσοπλευρίου τὸ φυόμενον νεῦρον ὀλίγου δεῖν ὅλον ἐπὶ
11. τὴν χεῖρα παραγίνεται, τὸν αὐτὸν τρόπον ἐνταῦθα τὸ διὰ
12. τοῦ πρώτου τρήματος ἐκ τοῦ πλατέος ὀστοῦ νεῦρον ἐκπίπτον
13. ἀναμίγνυται τοῖς ἐπὶ τὸ σκέλος φερομένοις, ὥστε
14. τὰς μετὰ τὸ διάφραγμα συζυγίας τῶν ἀπὸ τοῦ νωτιαίου
15. νεύρων εἴς τε τοὺς εἰρημένους μῦς καὶ τὰ σκέλη
16. φερομένας πέντε μὲν δεηθῆναι σπονδύλων, ἕκτης δ’
17. ἐπ’ αὐτοῖς συζυγίας τῶν πρώτων καθ’ ἱερὸν ὀστοῦν τρημάτων.
18. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς συζυγίαι κατ’ αὐτὸ,
1. τοῖς ἐπικειμένοις διασπειρόμεναι μορίοις. εὔλογον γὰρ ἦν
2. κᾀκείνοις ἐκ τῶν πλησίον μερῶν δοθῆναι νεῦρα. ῥηθήσεται
3. δ’ ἡ νομὴ πᾶσα τῶν νεύρων ἰδίᾳ καθ’ ἑαυτήν· οὐ
4. γὰρ τοῦτο πρόκειται νῦν, ἀλλὰ τῶν σπονδύλων ἐξηγήσασθαι
5. τὸν ἀριθμὸν ἅπαντα σὺν τῷ καθ’ ἱερὸν ὀστοῦν
6. μεγέθει. καὶ δὴ καὶ πέφῃνεν ἤδη δεόντως μὲν ὁ τράχηλος
7. ἐξ ἑπτὰ σπονδύλων γεγονὼς, ἀκολούθως δ’ ὁ θώραξ
8. ἐκ δυοῖν καὶ δέκα, καὶ μετὰ τοῦτον ἡ μὲν ὀσφὺς ἐκ
9. πέντε, τὸ δ’ ἱερὸν ὀστοῦν τηλικοῦτον, ἡλίκον νῦν ἐστι,
10. τὰ δ’ ἄλλα τὰ κατὰ ῥάχιν. αὐτὸ μέντοι τὸ ἱερὸν ὀστοῦν
11. ἐπίφυσιν ἔχει κατὰ τὸ πέρας χόνδρου τῆς αὐτῆς ἕνεκα
12. χρείας, ἧς τό τε στέρνον ἔσχε, καὶ ὅλης τῆς ῥάχεως ἡ
13. ἄκανθα, καὶ τῶν νόθων πλευρῶν αἱ κεφαλαὶ, καὶ πάνθ’,
14. ὅσα προπετῆ τέ ἐστι καὶ γυμνὰ μόρια τοῦ σώματος·
15. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἤδη πολλάκις. διήρθρωται δὲ τῷ
16. τελευταίῳ τῆς ὀσφύος σπονδύλῳ τὸν αὐτὸν τρόπον, ὃν
17. κᾀκεῖνος τοῖς ἄλλοις.

Cliquer un n° de page pour en afficher l’image