1. Δεσμὸς δ’ ἰσχυρὸς οὕτως ἀκριβῶς ἁπάντων
2. αὐτῶν τὰ πρόσω μέρη συνδεῖ, ἅστε πολλοῖς τῶν ἰατρῶν
3. οὐδὲ συνδεῖσθαι κατὰ ταῦτα δοκοῦσιν, ἀλλὰ συμφύεσθαι
4. πρὸς ἀλλήλους οἱ σπόνδυλοι. τελευτᾷ δ’ ὁ σύνδεσμος οὗτος
5. ὀπίσω μὲν εἰς τὸν περιέχοντα χιτῶνα τὰς τοῦ νωτιαίου
6. μήνιγγας· ἔμπροσθεν δὲ βραχὺ προελθὼν ἐφ’ ἑκάτερα
7. καταφύεται εἰς τὸν ἐπαλείφοντα τοὺς σπονδύλους χόνδρον.
8. ἐκ δὲ τῆς κατὰ πρόσωπον συμφύσεως ἀποχωροῦντες ἅπαντες
9. οἱ σπόνδυλοι πρὸς τοὐπίσω κατὰ βραχὺ διΐστανται,
10. πλήρη τὴν μεταξὺ χώραν ἅπασαν ἴσχοντες ὑγρότητος λευκῆς
11. καὶ γλίσχρου, παραπλησίας τῇ κᾀν τοῖς ἄλλοις ἄρθροις
12. σχεδὸν ἅπασι παρεσπαρμένῃ. διὸ καὶ ἡ χρεία κοινὴ
13. τοῦ τοιούτου χυμοῦ τοῖς μέλλουσιν ἑτοίμως κινηθήσεσθαι μορίοις
14. ἐστὶ σύμπασι, ὡς καὶ πρόσθεν ἐδείκνυτο. ταῦτά τε
15. οὖν ἅπαντα θαυμαστὰ θεάματα τῶν τῆς φύσεως ἔργων ἐστὶ,
16. καὶ τῶν ἀμφὶ τὸν νωτιαῖον μηνίγγων ἑκατέρας ἡ μὲν ἰδέα
17. σύμπασα τῇ τῶν ὅλον τὸν ἐγκέφαλον ἐν κύκλῳ περιλαμβανουσῶν
18. ἀκριβῶς ἐοικυῖα, διάστημα δ’ οὐδὲν ἔχουσα μεταξὺ,
1. καθάπερ ἐπὶ τῆς κεφαλῆς, ἀλλὰ κατά γε τοῦτο διαλλάττουσα,
2. καθόσον ἅπτεται καὶ περιλαμβάνει πᾶσαν ἐν κύκλῳ
3. τὴν λεπτὴν ἡ παχεῖα, καὶ καθότι τρίτος ἔξωθεν αὐτῆς
4. ἐπιβέβληταί τις ἱκανῶς ἰσχυρὸς καὶ νευρώδης χιτών.
5. τίς οὖν καὶ ἡ τούτων αἰτία; μάτην μὲν γὰρ ἡ φύσις οὐδὲν
6. ἐργάζεται. τοῦ νωτιαίου μυελοῦ τὰ μὲν ἔχοντος κοινὰ
7. πρὸς τὸν ἐγκέφαλον, τὰ δ’ ἴδια, τοῖς μὲν κοινοῖς κοινὴ
8. ἡ κατασκευὴ, τοῖς δ’ ἰδίοις ἰδία τε καὶ διαφέρουσα. ἔστι
9. δὲ τὰ μὲν κοινὰ, τήν τε τοῦ σώματος οὐσίαν ὁμοίαν ἔχειν
10. καὶ νεύρων ἀρχὰς ὑπάρχειν· τὰ δ’ ἴδια, κινεῖσθαι μὲν
11. σφύζοντα τὸν ἐγκέφαλον ἀκινήτῳ περιλαμβανόμενον, μὴ
12. κινεῖσθαι δὲ τὸν νωτιαῖον ὑπὸ κινουμένων τῶν σπονδύλων
13. περιεχόμενον. εὐλόγως οὖν αὐτοῖς ὁμοίως μὲν αἵ τε δύο
14. μήνιγγες ἐδόθησαν, ἡ μὲν ὑπὲρ τοῦ συνδεῖν τε ἅμα τὰ
15. κατ’ αὐτοὺς ἀγγεῖα καὶ σφίγγειν ὅλην αὐτῶν τὴν οὐσίαν,
16. ἱκανῶς μαλακὴν ὑπάρχουσαν, ἡ δὲ ὑπὲρ τοῦ σκέπειν τε καὶ
17. φρουρεῖν ἀπὸ τῶν περικειμένων ὀστῶν, αὐτά τε ταῦτα τὰ
1. ἔξωθεν ὀστᾶ, καθάπερ τι πρόβλημα καὶ τεῖχος ἱκανὸν
2. ἀλύπως ἐκδέχεσθαι τὰς τῶν τέμνειν τε καὶ θλᾷν καὶ
3. ὁπωσοῦν ἄλλως ἀδικεῖν δυναμένων ἐμβολάς. ἰδίᾳ δ’ ἑκατέρῳ,
4. διότι μὲν ἔσφυζεν ὁ ἐγκέφαλος, ἡ παχεῖα μήνιγξ ἀφέστηκε
5. τοσοῦτον, ὅσον ἱκανὸν ἦν ὑποδέχεσθαι διαστελλόμενον αὐτὸν,
6. ὅτι δ’ οὐκ ἔσφυζεν ὁ νωτιαῖος, ἐς ταὐτὸν ἀφίκετο τῇ
7. λεπτῇ, μηδ’ ἐπὶ βραχὺ διαστᾶσα. διότι δ’ αὖ πάλιν οὐδεμία
8. μὲν ἐπιφανὴς ὑπάρχει κίνησις ἐν τοῖς κατὰ τὴν κεφαλὴν
9. ὀστοῖς, ἰσχυρὰ δ’ ἐν τοῖς κατὰ ῥάχιν, τῷ ἐγκεφάλῳ μὲν οὐδὲν
10. ἔξωθεν τῆς παχείας μήνιγγος ἄλλο περιβέβληται σκέπασμα,
11. τῷ νωτιαίῳ δὲ ὁ τρίτος ἐκεῖνος χιτὼν, ὁ νευρώδης τε καὶ παχὺς
12. καὶ ἰσχυρὸς, οὗ μικρῷ πρόσθεν ἐμνημόνευον. ἐν γὰρ τῷ ποτὲ
13. μὲν κάμπτεσθαι, ποτὲ δὲ τείνεσθαι τὴν ῥάχιν ὁμοίως αὐτῇ
14. καμπτόμενός τε καὶ τεινόμενος ὁ νωτιαῖος ἑτοίμως ἂν ἐθλᾶτο,
15. μὴ περιτεθέντος αὐτῷ τοιούτου στεγάσματος. ἀλλὰ
16. καὶ γλίσχρον ὑγρὸν τούτῳ τῷ χιτῶνι περικέχυται, καθάπερ
17. τῷ τε συνδοῦντι τοὺς σπονδύλους, καὶ τοῖς ἄρθροις ἅπασι,
1. καὶ γλώττῃ, καὶ λάρυγγι, καὶ οὐρητικῷ πόρῳ, καὶ τοῖς
2. ὀφθαλμοῖς ἡ πιμελὴ, καὶ ξυλλήβδην φάναι πᾶσιν, ὅσα κινεῖσθαι
3. συνεχῶς δεόμενα φόβος ἦν καταξηρανθέντα πονῆσαι
4. μὲν αὐτὰ, διαφθεῖραι δὲ καὶ τὰς ἐνεργείας. οὕτω τοι
5. καὶ τοὺς ἄξονας τῶν θ’ ἁμαξῶν καὶ τῶν ἁρμάτων ὑπαλείφουσι
6. πρότερον ὑγρῷ τινι καὶ γλίσχρῳ χυμῷ, τοῦ μήτ’
7. αὐτούς τι παθεῖν ἕνεκα καὶ τῆς εἰς τὴν κίνησιν
8. ἑτοιμότητος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.8, ed. Kühn, 1822, vol. 4, p. 111-114. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩