9. Ἆρ’ οὖν ταῦτα μὲν οὕτως ἐπιμελῶς ἡ φύσις
10. ἅπαντα περί τε τὸν νωτιαῖον μυελὸν καὶ πᾶσαν κατεσκευάσατο
11. τὴν ῥάχιν, φλέβας δὲ καὶ ἀρτηρίας αὐτοῖς ἢ
12. οὐκ ἐπήγαγεν, ἢ οὐχ ὅθεν ἐχρῆν, ἢ οὐχ ὁπόσας ἦν ἄμεινον,
13. ἢ μείζους, ἢ ἐλάττους ὧν προσῆκεν; ἢ κᾀνταῦθα δίκαιον
14. αὐτὴν θαυμάζειν, ἑκάστῳ μέρει τῆς ῥάχεως ἀπὸ τῶν
15. ἐπικειμένων ἀγγείων ἀποβλαστήματα παρασχοῦσαν ἓν καθ’
16. ἕκαστον σπόνδυλον ζεῦγος εἰς τοσοῦτον ἧκον μεγέθους, ὥστ’
17. εἰς ἅπαντα τὰ περὶ αὐτὸν σώματα κατασχιζόμενον ἀκριβῶς
18. ἀρκεῖν; ἀλλ’ ἐπεὶ καὶ ζεῦγος νεύρων ἓν καθ’ ἕκαστον σπόνδυλον
1. ἐξεφύετο, δῆλον ὡς ἴσος ὁ ἀριθμὸς αὐτῶν ἐξ ἀνάγκης
2. ἔμελλεν ἔσεσθαι τῷ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. ἅπερ
3. οὖν ἐπὶ τῶν νεύρων εἴρηται τὴν χώραν τῆς ἐκφύσεως αὐτῶν
4. ἐξηγουμένοις ἡμῖν, ταῦτα κᾀπὶ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν
5. ἡγεῖσθαι χρὴ λελέχθαι, καὶ θαυμάζειν αὐτὴν πάλιν κᾀνταῦθα
6. τὴν ἀσφαλεστάτην χώραν τῆς ἐκφύσεως αὐτοῖς τε
7. τοῖς ἀγγείοις καὶ προσέτι τοῖς σπονδύλοις ἑλομένην.
8. ἑνὶ γάρ τοι τρήματι τῶν πρόσθεν εἰρημένων κατὰ τὴν τῶν
9. νεύρων διήγησιν εἰς τὴν τῶν τριῶν ὀργάνων ἐχρήσατο δίοδον,
10. ἔσωθεν μὲν ἔξω τὸ νεῦρον, ἔξωθεν δ’ ἔσω τήν τ’
11. ἀρτηρίαν καὶ τὴν φλέβα παραγαγοῦσα. πάλιν οὖν ἀναμνησθεὶς
12. κᾀνταῦθα τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὡς ἕκαστον
13. τῶν τοῦ ζώου μορίων ἕλκει τὴν τροφὴν ἐκ τῶν πλησίον
14. ἀγγείων εἰς ἑαυτὸ, καὶ ὡς οὐχ οἷόν τε διὰ μακροτέρου
15. τὴν ὁλκὴν αὐτῷ ποιεῖσθαι, καὶ ὡς διὰ τοῦτο συνεχὴς ἡ
16. σχίσις γίνεται τῶν ἀγγείων, ἐπίσκεψαι τὰ καθ’ ἕκαστον τῶν
17. μεγάλων σπονδύλων λεπτὰ τρήματα τὰ πρόσω, δι’ ὧν ἐμφύεται
18. εἰς αὐτοὺς ἀγγεῖα τὰ τρέφοντα. τοῖς γὰρ μικροῖς οὐδὲν τούτων
1. εὑρήσεις ὑπάρχον, ἐπισταμένης τῆς φύσεως, ὡς ἡ τῆς ὁλκῆς
2. δύναμις ἐκ τῶν παρακειμένων ἀγγείων τοῖς ὀστοῖς ἐπὶ μὲν
3. τῶν μικροτέρων σπονδύλων ἀκραιφνὴς ἔτι δύναται διαμένειν,
4. ἐπὶ δὲ τῶν μεγάλων τῷ μήκει τοῦ διαστήματος ἐκλύεται.
5. ταῦτ’ ἄρα τοῖς μὲν μικροῖς σπονδύλοις ἱκανὰ τὰ προειρημένα
6. δύο τρήματα, δι’ ὧν ἔσω μὲν ἀρτηρίαι καὶ φλέβες,
7. τὰ νεῦρα δ’ εἰς τοὐκτὸς ἐφέρετο· τοῖς μεγάλοις δ’ οὐ ταῦτα
8. μόνον, ἀλλὰ καὶ τὰ τοῖς θρέψουσιν ἀγγείοις ὑπηρετήσοντα
9. δεόντως ἡ φύσις ἐτεχνήσατο. κατὰ δὲ τὸν αὐτὸν, οἶμαι,
10. λόγον εἰς ἅπαντα μὲν τὰ μεγάλα τῶν ὀστῶν, οἷον βραχίονα,
11. καὶ μηρὸν, καὶ πῆχυν, καὶ κνήμην, ἀγγεῖα ἄττα
12. καταφύεται λεπτὰ, τῶν μικρῶν τούτων δ’ οὐδὲν ἐδέησεν.
13. ὥσπερ οὖν ἀπὸ τῶν πᾳρακειμένων ἀρτηριῶν καὶ φλεβῶν
14. οὐ πόῤῥωθεν οὐδὲ διὰ μακροῦ τοῖς τ’ ἄλλοις ἅπασι τοῦ
15. ζώου μέλεσι καὶ τοῖς κατὰ ῥάχιν οὐχ ἥκιστα τῶν λεπτῶν
16. ἀγγείων ἀποβλαστήματα παράγεται; κατὰ τὸν αὐτὸν λόγον
17. καὶ τὰ νεῦρα τοῖς ἐπικειμένοις ἑκάστῳ σπονδύλῳ μορίοις
18. ἐκ τοῦ κατ’ ἐκεῖνον τὸν σπόνδυλον νωτιαίου διανέμεται
1. πανταχοῦ, τὸ διὰ μακροῦ παράγειν ἀγγεῖα λεπτὰ φυλαττομένης
2. τῆς φύσεως, ἔνθα μηδὲν ἄλλο μεῖζόν ἐστι τὸ ἀναγκαζόμενον.
3. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν τῷ περὶ τῶν
4. ἀγγείων ἁπάντων λόγῳ κοινῷ λελέξεται. πολλάκις γὰρ οὖν
5. οἶδα καὶ πρόσθεν ἀναβαλόμενος αὐτὸν, ἐν ἐκείνῳ δέ μοι
6. τῷ λόγῳ καὶ περὶ τῶν ἐν τραχήλῳ σπονδύλων εἰρήσεται,
7. διὰ τὸ μόνοις αὐτοῖς ὑπάρχειν τρήματα κατὰ τὰς ἐγκαρσίας
8. ἀποφύσεις. ὅτι μὲν γὰρ ἀγγεῖά τινα δι’ αὐτῶν διέρχεται,
9. κᾂν εἰ μὴ γινώσκωσι πολλοὶ τῶν ἀνατομικῶν, οὐ χαλεπὸν
10. ἐξευρεῖν ἑκάστῳ βουληθέντι, μάλιστα εἰ καὶ ταῖς ἀνατομικαῖς
11. ἐγχειρήσεσιν ἐντύχοι. τίς δ’ ἡ χρεία τῆς τοιαύτης ὁδοῦ,
12. κατὰ τὸ περὶ τῶν ἀγγείων εἰρήσεται γράμμα τὸ ἑκκαιδέκατον.
13. νυνὶ δ’ ἓν μόνον ἔτι προσθεὶς, ἐπὶ τὸν περὶ τῶν
14. ὠμοπλατῶν μεταβήσομαι λόγον. ἔστι δὲ τὸ ἓν τοῦτο, τὴν
15. χρείαν εἰπεῖν, δι’ ἣν ἐκ τῶν προειρημένων χωρίων ἐγέννησεν
16. ἡ φύσις τὰ τοῦ διαφράγματος νεῦρα. ὅτι μὲν γὰρ εἰς τὸ
17. μέσον αὐτὰ τῶν φρενῶν ἐμφύεσθαι βέλτιόν ἐστι, καὶ ὅτι
18. διὰ τοῦτο, κατάντη φέρεται, δέδεικται πρόσθεν. διὰ τί δὲ
1. πρῶτον μὲν οὐκ ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὴν ἔκφυσιν αὐτῶν
2. ἐποιήσατο, μετεώρων τε καὶ οὕτω φέρεσθαι δυναμένων;
3. ἐπείπερ δ’ ἐκ τοῦ τραχήλου βέλτιον ἦν, διὰ τί, τὰς πρώτας
4. ἐάσασα τρεῖς συζυγίας, ἐκ μὲν τῆς τετάρτης ἀραχνοειδῆ τινα
5. μοῖραν αὐτοῖς ἔνειμεν, ἐκ δὲ τῆς πέμπτης ἀξιόλογον, εἶτ’
6. ἐκ τῆς ἕκτης ἐλάττω μὲν ταύτης, μείζω δὲ τῆς πρώτης;
7. ἐνῆν γὰρ δήπου κᾀκ τῶν τριῶν τῶν πρώτων αὐτὰ γεννῆσαι,
8. κᾀκ τῶν τριῶν αὖθις τῶν ὑστέρων τῶν κατὰ τὸν τράχηλον,
9. εἴπερ ὅλως ἐκ πολλῶν ἀρχῶν ἀθροίζειν αὐτὰ βέλτιον ἐνόμιζεν,
10. ἵν’, εἰ καί ποτε μία τις ἢ δύο πάθοιεν, τὴν γοῦν λοιπὴν
11. ὑπηρετοῦσαν ἔχῃ τὸ διάφραγμα. ὅτι μὲν οὖν ἐκ τοῦ
12. κατὰ τράχηλον νωτιαίου φυόμενα ῥωμαλεώτερά τε γίνεται
13. καὶ διὰ τοῦτο πρὸς τὰς πρακτικὰς ἐνεργείας ἐπιτηδειότερα,
14. πρόδηλον δήπου. πλησίον δὲ τοῦ θώρακος ἐφυλάξατο
15. ποιήσασθαι τὴν ἀρχὴν αὐτῶν, ὅπως μὴ καμπῆς τινος δεηθείη
16. γωνιώδους ἐπὶ τοὺς διαφράττοντας ὑμένας τὸν θώρακα
17. φερόμενα, καθ’ ὃν ἐχρῆν αὐτὰ στηριζόμενα κατέρχεσθαι.
18. μεμαθήκαμεν γὰρ, ὡς οὐκ ἐκ τῶν πρόσω μερῶν τῆς
1. ῥάχεως, ἀλλ’ ἐκ τῶν πλαγίων ἡ ἔκφυσις αὐτῶν γίνεται.
2. πρὸς οὖν τὴν μέσην χώραν (ἐν ταύτῃ γὰρ οἱ διαφράττοντες
3. αὐτὴν ὑμένες) ἰόντα, κατὰ βραχὺ μὲν ἐγκεκλιμένην ἔχει τὴν
4. φορὰν, ἐξ ὧν εἴρηται μερῶν τοῦ νωτιαίου γενόμενα, μετὰ
5. καμπῆς δ’ ἂν ἐποίησε ταύτην, ἐκ τῶν κατωτέρω χωρίων
6. φύντα. διὰ τοῦτ’ οὖν τοῖς μακροτραχηλοτέροις ζώοις ἢ
7. κατὰ πίθηκον οὐδὲν ὅλως ἐκ τῆς τετάρτης συζυγίας τῶν
8. ἀπὸ τοῦ νωτιαίου νεύρων ἐπὶ τὸ διάφραγμα φέρεται, καὶ
9. τῶν γε σφόδρα μακρὸν ἐχόντων τὸν τράχηλον οὐδ’ ἐκ τῆς
10. πέμπτης. ἀεὶ γὰρ ἡ φύσις φαίνεται φυλαττομένη τὰς διὰ
11. μακροῦ φορὰς οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ ἀρτηρίαις
12. καὶ φλεψὶ καὶ συνδέσμοις. ὅπερ οὖν ἐν πιθήκοις ὕψος
13. ἡ τετάρτη συζυγία τῶν ἐκ τραχήλου νεύρων ἔχει, τοῦθ’ ἡ
14. ἕκτη μὲν ἐπὶ τῶν ἱκανῶς μακρὸν ἐχόντων τὸν τράχηλον, ἡ
15. πέμπτη δ’ ἐπὶ τῶν μετρίως.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 13.9, ed. Kühn, 1822, vol. 4, p. 114-119. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:13.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩