11. Ὅταν μὲν οὖν εἰς οἰκεῖον ἐμπέσῃ χωρίον,
12. ἀρχὴ γίνεται ζώου γενέσεως, ὅταν δ’ εἰς ἀλλότριον, ἐκπνεῖ
13. μὲν ἐξ αὐτῆς τὸ πνεῦμα διὰ ταχέων, ὑπολείπεται δὲ τὸ γλίσχρον
14. ὑγρὸν, εἰς ἑαυτὸ συνιζάνον. ἡ δ’ αἰτία καὶ τῆς τούτου
15. γενέσεως ἥδε. τῶν εἰς τὰς μήτρας ἰόντων ἀγγείων, ἃ
16. πρὸς ταῖς πλευραῖς αὐταῖς ἐλέγομεν σχίζεσθαι, τὸ κάτω
17. φερόμενον μέρος ἑλίττεται τρόπον ὁμοιότατον τοῖς εἰς τοὺς
1. ὄρχεις τῶν ἀῤῥένων ἀγγείοις ἰοῦσιν. ἐπίκειται γὰρ ἡ φλὲψ,
2. ὑπόκειται δ’ ἡ ἀρτηρία, καμπὰς πολλὰς ἴσας τὸ πλῆθος
3. ἄμφω ποιούμεναι δίκην ἑλίκων τινῶν πολυειδῶς πλανωμένων.
4. ἐν δὲ τῇ πλάνῃ ταύτῃ πέττεται μέχρι πλείστου τὸ
5. φερόμενον ἐπὶ τοὺς ὄρχεις αἷμα καὶ πνεῦμα, καὶ σαφῶς
6. ἔστιν ἰδεῖν ἐν μὲν ταῖς πρώταις ἕλιξιν αἱματῶδες ἔτι τὸ
7. περιεχόμενον ὑγρὸν, ἐν δὲ ταῖς ἑξῆς λευκότερον ἀεὶ καὶ
8. μᾶλλον γιγνόμενον, ἕως ἂν ἀκριβῶς ἅπαν ἀπεργασθῇ λευκὸν
9. ἐν ταῖς ἁπασῶν ὑστάταις, αἳ δὴ περαίνουσιν εἰς τοὺς
10. ὄρχεις. οὗτοι δ’ αὖ διάκενοι καὶ σηραγγώδεις ὄντες ὑποδέχονταί
11. τε τὸ προπεπεμμένον ἐν τοῖς ἀγγείοις ὑγρὸν, ἐκπέπτουσι δὲ
12. καὶ αὐτοὶ πάλιν, τέλεον μὲν εἰς τὴν τοῦ ζώου γένεσιν ἐπὶ
13. τῶν ἀῤῥένων ἀπεργαζόμενοι, καί γε καὶ μείζους ὄντες, καὶ
14. θερμότεροι, καὶ τὸ φερόμενον εἰς αὐτοὺς ἀκριβέστερον
15. ἤδη κατείργασται διά τε τὸ μῆκος τοῦ διαστήματος
16. καὶ τὴν ἰσχὺν τῶν πεπτόντων ἀγγείων· ἀτελέστερον δ’
17. οἱ τῶν θηλειῶν, ὡς ἂν καὶ μικρότεροι, καὶ ψυχρότεροι,
18. καὶ ἧττον ἀκριβῶς αὐτὸ κατειργασμένον ὑποδεχόμενοι.
1. διὰ τί δ’ ἐγχρονίζον τοῖς ἀγγείοις τὸ αἷμα λευκὸν γίνεται,
2. τῶν ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ἀποδεδειγμένων
3. ἀναμνησθέντα τινὰ ῥᾳδίως ἐξευρήσειν νομίζω. δέδεικται
4. γὰρ ἐν ἐκείνοις, ὡς πᾶν μόριον ἑαυτῷ τὴν τροφὴν
5. ἐξομοιοῖ. τί δὴ οὖν θαυμαστὸν, εἰ λευκοὶ τῶν ἀγγείων οἱ
6. χιτῶνες ὑπάρχοντες εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἰδέαν ἀλλοιοῦσι
7. τὸ αἷμα; τάχ’ οὖν τις ἔροιτο, διὰ τί τῶν ἄλλων ἀγγείων
8. οὐδὲ καθ’ ἓν ὁρᾶται τοῦτο γινόμενον. ᾧ πρόχειρον ἀποκρίνασθαι,
9. διότι μηδ’ ἐπὶ πλεῖστον οὕτως ἐν ἄλλῳ χρονίζει·
10. μηδὲ γὰρ ὑπάρχειν ἄλλῳ τινὶ τῶν ἀγγείων, μὴ ὅτι πολλὰς
11. οὕτως ἕλικας ἐπ’ ἀλλήλαις κειμένας, ἀλλὰ μηδεμίαν ἁπλῶς.
12. εἰ δέ γ’ ἐχρόνιζε καὶ μὴ διέῤῥει τε καὶ ἐξεκενοῦτο διὰ ταχέων,
13. ᾖν ἄν που καὶ ἄλλοθι τοῦ ζώου τοιοῦτον εὑρεῖν
14. χυμὸν, καίτοι καὶ ἡ καθ’ ἕκαστον τῶν ἀγγείων ὑγρότης
15. σύμφυτος, ἡ κατ’ αὐτῶν τοὺς χιτῶνας, ἐξ ἧς τρέφονται,
16. τοιαύτη τίς ἐστιν. ὥστ’ οὐδὲν θαυμαστὸν, εἰ κατὰ τὰς
17. προειρημένας ἕλικας οἷον λιμνάζοντος τοῦ αἵματος ὁ
18. σπερματικὸς ἀθροίζεται χυμός. ὅταν οὖν ὑποδεξάμενοι
1. τοῦτον οἱ ὄρχεις, τελέως μὲν οἱ τῶν ἀῤῥένων, ἐλλιπέστερον
2. δ’ οἱ τῶν θηλειῶν κατεργάσωνται, δῆλον ὡς ἑτέρου τινὸς
3. ἀγγείου δεήσει τοῦ μεταληψομένου πάλιν αὐτὸν καὶ παρέξοντος
4. ἐπὶ τὴν ἔκκρισιν. ἐνταῦθα οὖν, εἴ τις ὁμιλήσειεν
5. ἀκριβῶς ταῖς διαιρέσεσι τῶν μορίων, ἀδύνατον αὐτῷ μὴ
6. θαυμάσαι τὴν τέχνην τῆς φύσεως. ἐπειδὴ γὰρ ἐχρῆν ἔξω
7. μὲν τὸ ἄῤῥεν, εἰς ἑαυτὸ δὲ σπερμαίνειν τὸ θῆλυ, διὰ
8. τοῦτο καὶ τὰ μεταλαμβάνοντα παρὰ τῶν ὄρχεων ἀγγεῖα τὸ
9. σπέρμα, τὰ μὲν τῶν ἀῤῥένων ἐπί τε τὸ αἰδοῖον ἐξέτεινε
10. καὶ πρὸς τὸν ἐνταῦθα πόρον ἀνεστόμωσε, δι’ οὗπερ καὶ τὸ
11. οὖρον ἐκτὸς ἐφέρετο, τὰ δὲ τῶν θηλειῶν εἰς αὐτάς τε τὰς
12. μήτρας κατέφυσε, καὶ πρὸς τὴν ἐντὸς εὐρυχωρίαν ἐκκρίνειν
13. τὸ σπέρμα παρεσκεύασε. θαυμαστὰ μὲν δὴ καὶ ταῦτα, πολὺ
14. δ’ ἔτι μείζω τὰ μέλλοντα λεχθήσεσθαι. τῆς γὰρ δὴ χρείας
15. οὐχ ὁμοίας ὑπαρχούσης ἑκατέρῳ τῷ σπέρματι, διότι μηδὲ
16. τοῦ πλήθους τε καὶ δυνάμεως, ὅμοιον οὐδὲ τὸ σπερματικὸν
17. ἀγγεῖον οὔτ’ εἶδος, οὔτ’ εὖρος, οὔτε μῆκος ἐγένετο, ἀλλὰ
1. τὸ μὲν τῶν ἀῤῥένων εὐρὺ καὶ μακρὸν, καὶ τινας οἷον κόλπους
2. ἔχον, ὅταν ἤδη πλησίον γένηται τοῦ αἰδοίου, τὸ δ’ αὖ
3. τῶν θηλειῶν στενὸν καὶ βραχύ. τοῦτο μὲν γὰρ ἱκανὸν ἦν
4. ὀλίγον καὶ λεπτὸν ὑποδέξασθαί τε καὶ παραπέμψαι σπέρμα.
5. τὸ δὲ τῶν ἀῤῥένων, εἰ μὴ μακρόν τε ἅμα καὶ εὐρὺ καὶ
6. κιρσῶδες ἐγένετο, πῶς μὲν ἂν ἐδέξατο πολὺ καὶ παχὺ σπέρμα;
7. πῶς δ’ ἂν εὐκόλως παρέπεμψε; πῶς δ’ ἂν ἀθρόως εἰς τὰς
8. μήτρας κατέσπειρεν; ἀλλὰ ταῦτα μὲν θαυμαστὰ τῆς φύσεως
9. ἔργα, καὶ προσέτι τὸ τείνεσθαι πάντη τὰ γεννητικὰ μόρια
10. κατὰ τὰς συνουσίας, ἵνα ἅμα μὲν ὁ τῶν ὑστερῶν αὐχὴν εὐθύνηταί
11. τε καὶ διοίγηται, καθότι πρόσθεν ἐλέγετο, ἅμα
12. δ’ ἐκκρίνηται τὸ σπέρμα. πηλίκην γὰρ ἔχει δύναμιν εἰς
13. τὴν τῶν περιεχομένων ἔκκρισιν ὁ οἷον σπασμὸς τῶν μορίων
14. τοῖς ἀφροδισίοις ἑπόμενος, ἔνεστί σοι μαθεῖν ἔκ τε τῶν ἐπιληψιῶν
15. τῶν μεγάλων κᾀκ τοῦ παθήματος, ὃ δὴ καλεῖται
16. γονόῤῥοια. κατὰ μὲν γὰρ τὰς ἰσχυρὰς ἐπιληψίας,
17. ὅτι τὸ πᾶν σῶμα σπᾶται σφοδρῶς, καὶ σὺν αὐτῷ τὰ
18. γεννητικὰ μόρια, διὰ τοῦτο ἐκκρίνεται τὸ σπέρμα.
1. κατὰ δὲ τὰς γονοῤῥοίας αὐτῶν μόνων ἐστὶ τὸ πάθημα τῶν
2. σπερματικῶν ἀγγείων. ὁποίαν οὖν τάσιν ἐν τοῖς εἰρημένοις
3. νοσήμασι πάσχει, τοιαύτην ἴσχοντα κᾀν ταῖς συνουσίαις ἐκκρίνει
4. τὸ σπέρμα. τὴν δ’ ἐπιθυμίαν τῶν ἀφροδισίων καὶ
5. τὴν ἐν τῇ χρήσει τῶν μορίων ἡδονὴν ὅπως ἡ φύσις ἡ τοῦ
6. σπέρματος ἀναγκάζει γίνεσθαι, πρόσθεν εἴρηται.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.10, ed. Kühn, 1822, vol. 4, p. 183-188. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩