7. Καὶ τοίνυν καὶ τὸ τοῦ θήλεος σπέρμα
8. πρὸς τῷ συμβάλλεσθαι τῇ τοῦ ζώου γεννήσει καὶ πρὸς ταῦτ’
9. ἐστὶ χρήσιμον. ἵνα γὰρ ὁρμήσῃ τε καὶ πρὸς ἀφροδίσια τὸ
10. θῆλυ, καὶ συγγινόμενον τῷ ἄῤῥενι τὸν αὐχένα τῶν μητρῶν
11. ἀναπετάσῃ, χρείαν οὐ σμικρὰν παρέχεται τὸ σπέρμα. πόσον
12. οὖν ἐστιν, ὃ πρὸς τὴν τοῦ ζώου γένεσιν εἰσφέρει τὸ θῆλυ,
13. λέγειν ἂν ἑπόμενον εἴη, τῶν ἐν τοῖς περὶ σπέρματος εἰρημένων
14. ἀναμνησθέντας. ἐδείκνυτο γὰρ ἐν αὐτοῖς, ὡς ἔνδον
15. τε μένει κατὰ τὰς μήτρας τὸ τοῦ ἄῤῥενος σπέρμα, καθάπερ
16. Ἱπποκράτης ἔλεγεν, ἐπειδὰν μέλλῃ συλλήψεσθαι τὸ θῆλυ,
17. τῶν θ’ ὑμένων γενέσεως, ἔτι δὲ καὶ τῶν ἀγγείων ἁπάντων
18. ἀρχὴν ἔχει τὸ τοῦ ἄῤῥενος σπέρμα. τοῦτ’ οὖν ἐπιπέττεται
1. καὶ τρέφεται κατ’ ἀρχὰς εὐθὺς ὑπὸ τοῦ θήλεος, ὡς ἃν
2. ἐγγύτερον τὴν φύσιν ὑπάρχον ἢ καὶ τὸ αἷμα, καὶ πᾶν τὸ
3. τρεφόμενον ῥᾷον ἐκ τῶν ὁμοίων αὐξάνεσθαι δυνάμενον.
4. γενέσθαι δ’ ἐξ αὐτοῦ καὶ τὸν ἀλλαντοειδῆ χιτῶνα, κατὰ τὰ
5. περὶ σπέρματος ὑπομνήματα δέδεικται. τὸ δ’ ἐν τοῖς ἀδενοειδέσιν
6. ἐκείνοις σώμασι γεννώμενον ὑγρὸν εἰς τὸν οὐρητικὸν
7. ἐκχεῖται πόρον, ἐπὶ μὲν τῶν ἀῤῥένων ἅμα τῷ σπέρματι
8. φερόμενον εἰς τὰς μήτρας, ἐπὶ δὲ θηλειῶν ἔξω τε
9. καὶ εἰς τὸ γυναικεῖον αἰδοῖον ἐκχεόμενον. αἱ χρεῖαι δὲ αὐτοῦ
10. αἱ μὲν ἀμφοῖν ἄῤῥενί τε καὶ θήλει, πρός τε τὴν ἀφροδίσιον
11. ἐπεγείρειν συνουσίαν, ἥδειν δὲ κατὰ τὴν ὁμιλίαν,
12. ἐπιτέγγειν δὲ καὶ τὸν οὐρητικὸν πόρον· ἰδία δ’ ἐξαίρετος
13. ἐπὶ τῶν ἀῤῥένων, οἵα καὶ τοῦ θήλεος σπέρματος, ὁμοιότατα
14. γὰρ ἀλλήλοις ἐστὶ τὴν ἰδέαν τό τ’ ἐν τοῖς διδύμοις τοῦ
15. θήλεος σπέρμα, καὶ τὸ περιεχόμενον ἐπὶ τῶν ἀῤῥένων ἐπὶ
16. τοῖς ἀδενοειδέσι σώμασι. καὶ γάρ τοι ῥώμη τε καὶ θερμότης
17. ἡ τοῦ ἄῤῥενος οὕτως ἐκπέπτει καὶ τὸν ἐν τούτοις τοῖς
18. μορίοις χυμὸν, ὡς μηδὲν ἀπολείπεσθαι θήλεων σπέρματος.
1. ὅθεν, οἶμαι, καὶ τοὺς ἐκ τούτων τῶν σωμάτων ὁρμωμένους
2. πόρους οὐκ ὀκνοῦσιν ὀνομάζειν ἀγγεῖα σπερματικὰ, καὶ πρῶτός
3. γε Ἡρόφιλος ἀδενοειδεῖς προστάτας ἐκάλεσεν, καὶ τὰ
4. ἐκ τῶν ὄρχεων ἐκφυόμενα κιρσοειδεῖς ἔφθανεν ὀνομάζειν
5. προστάτας. ἀλλὰ τὸ θῆλυ διότι ψυχρότερόν ἐστι τοῦ ἄῤῥενος,
6. ἄπεπτον τοῦτο καὶ λεπτὸν ἔχει ἐν τοῖς ἀδενοειδέσι
7. παραστάταις τὸ ὑγρὸν, ὡς μηδὲν εἰς τὴν τοῦ ζώου γένεσιν
8. ὠφελεῖν. εὐλόγως οὖν τοῦτο ἐκχεῖται ἤδη τὰς ἑαυτοῦ χρείας
9. πληρῶσαν· εἰς τὰς μήτρας ἕλκεται θάτερον, τὸ τῶν ἀνδρῶν
10. δηλονότι. ὅτι δὲ οὐ μόνον ἐπεγείρει πρὸς ἀφροδίσια τουτὶ
11. τὸ ὑγρὸν, ἀλλ’ ἥδει τε ἅμα κατὰ τὴν ἔκπτωσιν καὶ τὸν
12. πόρον ἐπιτέγγει, ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις. ἐκρεῖ φανερῶς
13. τηνικαῦτα τῶν γυναικῶν, ὅταν ἥδωνται μάλιστα κατὰ
14. τὰς συνουσίας; περιχεῖταί τε τῷ αἰδοίῳ τοῦ ἄῤῥενος αἰσθητῶς.
15. ἀλλὰ καὶ τοῖς εὐνούχοις τὸ τοιοῦτον ἡδονήν γέ τινα παρέχειν
16. φαίνεται ἐκδεχόμενον. ὥστε τούτου μὲν οὐκ ἂν ἔτι ζητοίης
17. ἐναργεστέραν πίστιν. ὅτι δὲ ἐπιτέγγει τε καὶ μαλάττει
1. τὸν πόρον, ἦν μέν που κᾀξ αὐτοῦ τῆς φύσεως δῆλον· ἅτε
2. γὰρ οἷον γλισχρότητά τινα καὶ πάχος ἔχον ἐλαίου δίκην,
3. ἐπαλείφει τὸν πόρον, ὅπως μὴ καταξηρανθῇ, συνιζήσειέ τε
4. καὶ κωλύσειε φέρεσθαι ῥᾳδίως διὰ τούτου τὸ οὖρον καὶ τὸ
5. σπέρμα. καὶ γὰρ δὴ καὶ ἄλλοι τινὲς ἀδένες ἐδείκνυντο
6. τῆς αὐτῆς ἕνεκα χρείας γεγονότες, ὥσπερ καὶ ὁ κατὰ τὴν
7. φάρυγγα καὶ τὴν γλῶτταν, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν
8. καὶ τὰ ἔντερα. καὶ νυνί τις ἔναγχος ἰσχνά καὶ ἄτροφα,
9. ῥικνὰ, καὶ ξηρὰ, καὶ ταύτῃ σύμπαντα ἔχων μόρια, διὰ
10. τοῦθ’ ἡμῖν ἔδοξεν οὐρεῖν ἀδυνατεῖν, εἰ μὴ πάμπολυ πρότερον
11. ἤθροισε κατὰ τὴν κύστιν ὑγρὸν, ὅτι ξηρὸς ἦν αὐτοῦ καὶ
12. συνιζηκὼς ὁ πόρος. ἐδεῖτ’ οὖν ἀθρόου τε καὶ πολλοῦ τοῦ
13. ἄνωθεν ἐπιπεμπομένου σφοδρῶς οὔρου, τῇ ῥύμῃ τῆς φορᾶς
14. διοίγοντος αὐτὸν, ἄλλως δὲ ἀδύνατον ἦν οὐρεῖν τῷ ἀνθρώπῳ.
15. καὶ ἡ ἴασις δὲ τὴν δόξαν τῆς αἰτίας ἐπιστώσατο.
16. χρίσμασι γὰρ ἐλαιώδεσιν ἅπαν ἐπιτέγγοντες τὸ χωρίον, ἀνατρέφοντές
17. τε τί θ’ ὅλον σῶμα, καὶ γὰρ κᾀκεῖνο τελέως
18. ἰσχνὸν ἦν, ἐξαιρέτως δὲ τὰ ταύτῃ μόρια, διὰ τούτων ὑγιᾶ
1. τὸν ἄνθρωπον ἀπεδείξαμεν. ἀλλ’ ἐν μὲν ταῖς συνουσίαις
2. ἀθρόον ἐκπίπτει τοῦτο μετὰ τοῦ σπέρματος, ἐν δὲ τῷ λοιπῷ
3. χρόνῳ παντὶ κατὰ βραχὺ καὶ διὰ τοῦτο ἀναίσθητον
4. μέν ἐστιν. ὅθεν καὶ τὸν ἐπὶ πολλοῖς ἀφροδισίοις ὑπερξηρανθέντα
5. τουτὶ τὸ ὑγρὸν, εἶθ’ ὁμοίως τῷ προηγουμένῳ μόγις
6. οὐροῦντα, κακῶς ἐδόξαμεν ἰάσασθαι, κελεύσαντες ἐγκρατῶς
7. διαιτᾶσθαι. ταῦτά γε οὖν ἅπαντα φαίνεται τῇ φύσει
8. προμηθῶς παρεσκευασμένα, καὶ πρὸς τούτοις ἔτι τῶν ὀνομαζομένων
9. κεραιῶν ἡ γένεσις. εἰ γὰρ δὴ καλῶς ἐν τοῖς περὶ
10. τῶν φυσικῶν δυνάμεων ἀποδέδεικται λόγοις ἅπασί τε τοῖς
11. ἄλλοις τοῦ ζώου μορίοις καὶ ταῖς ὑστέραις οὐχ ἥκιστα δύναμις
12. ὑπάρχειν ποιότητος οἰκείας ἑλκτικὴ, χρὴ πάντως τινὰ
13. καὶ στόμαχον αὐταῖς εἰς τὴν ὁλκὴν τοῦ τοιούτου χυμοῦ παρεσκευάσθαι.
14. ἀλλ’ ἔστιν οἰκειότατος χυμὸς ταῖς ὑστέραις,
15. οὗ καὶ τῆς ὑποδοχῆς ἕνεκα γεγόνασι, τὸ σπέρμα. διττοῦ
16. τοίνυν ὑπάρχοντος τούτου, διττὸν αὐταῖς καὶ τὸ τῶν στομάχων
17. εἶδος ἐγένετο, πρὸς μὲν τὴν παρὰ τοῦ ἄῤῥενος ὁλκὴν
1. ὁ καλούμενος ὑπὸ τῶν ἀνατομικῶν αὐχὴν, ὃν εἰς τὸ γυναικεῖον
2. αἰδοῖον καθήκειν ἔφην· εἰς δὲ τὸν παρὰ τῶν ἰδίων
3. ὄρχεων αἱ κεραῖαι, καὶ διὰ τοῦτο ὡς πρὸς τὰς λαγόνας
4. ἀνανενεύκασιν ἄνω καὶ κατὰ βραχὺ γινόμεναι στενώτεραι
5. τελευτῶσιν εἰς ἀκριβῶς στενὰ πέρατα, συναπτομένων ἑκατέρων
6. αὐτῶν τῷ καθ’ ἑαυτὰ διδύμῳ· καλεῖ γὰρ Ἡρόφιλος
7. οὕτω τὸν ὄρχιν. τὸ δὲ συναπτόμενον ἀγγεῖον ἀνάλογον τοῖς
8. ἐπὶ τῶν ἀῤῥένων κιρσοειδέσιν παραστάταις ἐστὶ, τὸ ὀλίγον
9. ἔμπροσθεν ὀνομαζόμενον ἡμῖν σπερματικόν. ἔστι δ’ αὐτῷ
10. τὰ μυώδη σώματα καταφερόμενα πρὸς τοὺς ὄρχεις ἐπὶ τῶν
11. ἀῤῥένων ἐκ τῶν καθ’ ὑπογάστριον μυῶν. ὥστε καὶ κατὰ
12. τοῦτο πάντ’ ἔχει τὰ μόρια τὸ θῆλυ ζῶον, ὅσα περ καὶ
13. τὸ ἄῤῥεν. εἰ δὲ τὰ μὲν αὐτῶν ἐλάττω, τὰ δὲ μείζω,
14. θαυμάζειν χρὴ κᾀνταῦθα τὴν τέχνην τῆς φύσεως, εἰ
15. μήτ’ ἔλαττον ἐποίησε μηδὲν ἐν τοῖς θήλεσι τῶν μειζόνων
16. εἶναι δεομένων, μήτ’ αὖ μεῖζον οὐδὲν, ὃ ἐχρῆν ὑπάρχειν
17. ἔλαττον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.11, ed. Kühn, 1822, vol. 4, p. 188-193. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩