1. Ὅτι μὲν οὖν ὄρχεις τε καὶ πόρους σπερματικοὺς
2. μείζους ἄμεινον ἦν εἶναι τοῖς ἄῤῥεσιν, ἔμπροσθεν
3. εἴρηται. διότι δ’, ἐπειδὴ τοῦτο ἦν ἄμεινον, εὐλόγως ἡ
4. φύσις ἀνατείνασα μὲν ἄνω τὰς κεραίας τῶν ὑστερῶν ἐγγὺς
5. τοῖς ὄρχεσιν ἀνήγαγεν, ἵνα καὶ τὸ συνάπτον αὐταῖς ἀγγεῖον
6. τὸ σπερματικὸν γένηται μικρὸν, ἔμπαλιν δ’ ἐπὶ
7. τῶν ἀῤῥένων ἐποίησεν, ἐν τῷδε τῷ λόγῳ λέλεκται. περικειμένων
8. γὰρ τῶν ὄρχεων ἑκατέρωθεν τῇ ῥίζῃ τοῦ καυλοῦ, (καλεῖται
9. δ’ οὕτω τὸ ἀνδρεῖον αἰδοῖον,) εἰ μηδὲν ἐπετεχνήσατο
10. σόφισμα περὶ τὴν τῶν σπερματικῶν ἀγγείων διάπλασιν, οὐ
11. μόνον οὐκ ἂν αὐτὰ μείζονα τῶν ἐν τοῖς θήλεσιν ἐποίησεν,
12. ἀλλὰ καὶ πολὺ μικρότερα. μακρὰν οὖν τινα περίοδον ἐξεῦρεν
13. αὐτοῖς, ἀνάγουσα πρότερον ὡς ἐπὶ τοὺς λαγόνας, αὖθις
14. δὲ κατάγουσα διὰ τῶν ἐντὸς ἄχρι τῆς ἐπὶ τὸ αἰδοῖον
15. ἐκφύσεως, ἵνα περ ἔμελλον ἐξερεύγεσθαι τὸ σπέρμα. κατὰ
16. τοῦτ’ ἤδη καὶ κιρσώδεις αὐτοὺς ἀπειργάσατο, πλατύνασά τε
17. καὶ διευρύνασα μέχρι πλείστου, πανταχόθεν, ὡς οἷόν τ’ ἦν,
18. ὑποδοχὰς ἀφθόνους τῷ πλήθει τοῦ σπέρματος εὐτρεπίζουσα.
1. καὶ εἴγε μὴ ῥᾳθύμως ἐθέλοις ἀκούειν τῶν λεγομένων, ἀλλ’
2. ἐπὶ τὰς διαιρέσεις τῶν ζώων ἀφικόμενος αὐτόπτης γίνεσθαι
3. τῶν ἔργων τῆς φύσεως, οὐ μικρὰν ὄψει τῶν ἐν τοῖς ἄῤῥεσι
4. σπερματικῶν ἀγγείων τὴν ὑπεροχὴν, ἀλλὰ καὶ τῷ μήκει,
5. καὶ τῷ βάθει, καὶ τῷ πλάτει πολλαπλάσια τῶν ἐν τοῖς θήλεσιν
6. εὑρήσεις ὑπάρχοντα. δι’ αὐτὰς οὖν ταύτας τὰς αἰτίας
7. οἱ μὲν τῶν γυναικῶν ὄρχεις μικροί τε πάνυ γεγόνασι καὶ
8. ταῖς μήτραις ἑκατέρωθεν παρέφυσαν ἐν τοῖς κατὰ τὸ
9. ἐπιγάστριον χωρίοις, οἱ δὲ τῶν ἀνδρῶν μεγέθει τε ἅμα
10. πολλαπλάσιοι καὶ κάτω τῶν κατὰ τὴν γαστέρα χωρίων
11. ἀπήχθησαν, ὡς μηδὲ ψαύειν ὅλως αὐτῆς. εἰ γὰρ δὴ καὶ
12. τούτους ἐνταῦθα κατέθετο, πρὸς τῷ στενοχωρεῖσθαί τε ἅμα
13. καὶ στενοχωρεῖν τὰ ταύτῃ μόρια καὶ τὸ μῆκος ἂν ἐξ ἀνάγκης
14. ἠκολούθησε τῶν σπερματικῶν ἀγγείων. νῦν μέν γε κάτωθεν
15. ἄνω φερόμενα καὶ πάλιν αὖθις ἄνωθεν κάτω
16. μέγεθος ἀξιόλογον ἐπικτᾶται· τότε δ’ ἄνωθεν κάτω μόνον
17. ἰόντα τοῦ νῦν ὄντος αὐτοῖς μήκους τὸ ἥμισυ μέρος ὅλον
18. ἀπώλλυεν ἄν. οἱ δὲ τῶν γυναικῶν ὄρχεις, ὡς ἂν αὐτοί τε
1. μικροὶ παντάπασιν ὑπάρχοντες ἀγγεῖά τε μέλλοντες ἀποφύειν
2. μικρὰ, χώραν ἐπιτηδειοτάτην ἔχουσι τὴν νῦν ὑπάρχουσαν
3. αὐτοῖς, ἑκατέρωθεν μὲν τῆς ὑστέρας ταχθέντες, ἀνώτερον
4. δὲ βραχὺ τῶν κεραιῶν ἀπαχθέντες. ὅτι δὲ τοῦ μεγέθους
5. τῶν ἐν τοῖς ἄῤῥεσιν σπερματικῶν ἀγγείων οὐ σμικρὰν
6. πρόνοιαν ἡ φύσις ἐποιήσατο, μαθεῖν ἔστιν ἐπί τε τῶν
7. ἰχθύων οὐχ ἥκιστα καὶ τῶν ὀρνίθων. ἐπειδὴ γὰρ ἕνεκα
8. πολυγονίας ἀθροίζειν αὐτοὺς χρὴ πάμπολυ σπέρμα, καὶ διὰ
9. τοῦτο ἐν θερμῷ χωρίῳ τετάχθαι βέλτιον ἦν, ὡς θᾶττον ἐκπέπτοιέν
10. τε καὶ ἐργάζοιντο τὸν ἐπιῤῥέοντα χυμὸν εἰς σπέρματος
11. χρηστοῦ γένεσιν, οὐχ ἁπλῶς αὐτὸ φέρουσα κατέθετο
12. πλησίον τῶν ἐκκρινόντων πόρων τὸ σπέρμα, (βραχεῖς γὰρ ἂν
13. οὕτω γεγένηντο,) ποῤῥωτάτω δ’ ἀπάγουσα τῷ διαφράγματι
14. συνῆψεν. ἔστιν ἄρα μὲν δὴ καὶ θερμότατον ἁπάντων τουτὶ
15. τὸ χωρίον, ὡς ἂν ὑπὸ τεττάρων σπλάγχνων σκεπόμενον,
16. ἄνωθεν μὲν καρδίας τε καὶ πνεύμονος, κάτωθεν δ’ ἥπατός
17. τε καὶ σπληνός. ἀλλὰ καὶ τὸ διάστημα τὸ ἐν μέσῳ μέγιστον
18. ἦν, ὃ καταλήψεσθαι πᾶν ἔμελλε τὰ τοῦ σπέρματος
1. ἀγγεῖα, καὶ πάντα τ’ ἔοικεν ἐξευρῆσθαι τῇ φύσει θαυμαστῶς
2. ἐν ἑκάστου γένει ζώου. περὶ μὲν δὴ τῶν ἄλλων τάχ’ ἄν
3. ποτε καὶ αὖθις εἰπεῖν ἐγγένοιτο. τῷ δὲ ἀνθρώπῳ (περὶ
4. τούτου γὰρ ὁ λόγος ὅδε σπουδάζει) τό τε μῆκος τῆς ῥάχεως
5. οὐκ ἰχθύων μόνον, οὐδ’ ὀρνίθων, ἀλλὰ καὶ πάντων τῶν
6. ζώων ἔχοντι βραχύτατον, ὥσπερ τὴν τῶν ἄλλων μορίων
7. ἀναλογίαν, αὐτούς τε τοὺς ὄρχεις μεγάλους, οὐκ ἦν
8. ἐπιτήδειος ἡ τοιαύτη θέσις. πρὸς γὰρ αὖ τοῖς ἄλλοις
9. οὐδὲ πολύσπερμον εἶναι δεῖται, καθάπερ ἐκεῖνα τὰ ζῶα.
10. σύμμετρον δὲ σπέρμα καὶ χωρὶς τοῦ θερμοῖς πλητιάζειν
11. ὀργάνοις οἱ τῶν ἀνδρῶν ὄρχεις ἱκανοὶ γεννᾷν εἰσι
12. διά τε τὸ μέγεθος καὶ τὴν θερμότητα. περὶ μὲν δὴ τῆς
13. θέσεως αὐτῶν ἱκανὰ καὶ ταῦτα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.12, ed. Kühn, 1822, vol. 4, p. 194-197. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩