Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 14.13, ed. Kühn, 1822, vol. 4, p. 197-205. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.13

14. Περὶ δὲ τοῦ μεγέθους τῶν σπερματικῶν
15. ἀγγείων (ἐντεῦθεν γὰρ ὁ λόγος ἀπετρέπετο) θαυμάζειν χρὴ
16. τὴν φύσιν, ὅπως ἀνάγουσα πρότερον ἐκ τῶν ὄρχεων εἰς
17. τὰς λαγόνας αὐτὰ κατήγαγεν αὖθις ἐπὶ τὸ τοῦ ἄῤῥενος αἰδοῖον,
18. εἶτ’ ἐνταῦθα πρὸς τὸν ἐκ τῆς κύστεως πόρον ἀνεστόμωσε,
1. δι’ οὗ καὶ τὸ οὖρον ἐκκρίνεται. μὴ γὰρ ὅτι μεγέθους
2. ἕνεκα μόνου τὴν τοσαύτην περίοδον ἐξευρεῖν, ἀλλὰ
3. καὶ τῆς ἀσφαλείας αὐτῶν ὅπως προὐνοήσατο, θαυμάζειν
4. ἄξιον. ᾧ γὰρ ἀπὸ τοῦ περιτοναίου πόρῳ καθάπερ αὐλῷ
5. τινι τὰ τρέφοντα τοὺς ὄρχεις ἀγγεῖα κατήγαγε, τούτῳ συνεχρήσατο
6. πρὸς τὴν ἄνοδον τοῦ σπερματικοῦ, κοινὴν ἀσφάλειαν
7. ἐξευροῦσα τοῖς τρισὶ τῶν ἀγγείων γένεσιν τὸν ἕνα
8. τοῦτον πόρον. ἐντεῦθεν δὲ πάλιν καταγαγοῦσα, τοῖς μὲν
9. τῶν ἰσχίων ὀστοῖς ἐκ πλαγίων αὐτὰ φρουρεῖ, τῷ δὲ κατὰ
10. τὸ ἐπίσειον ἐκ τῶν πρόσω, τῷ πλατεῖ δ’ ἐκ τῶν ὄπισθεν·
11. οἷον γὰρ δὴ καὶ τοῦτο θαῦμα περὶ τὴν τῶν εἰρημένων
12. ὀστῶν ὑπάρχει σύνθεσιν, οὐδ’ ἑρμηνευθῆναι ῥᾴδιον. ὑποβέβληται
13. μὲν ἐπὶ τῷ πέρατι τῆς ῥάχεως τὸ πλατύ τε καὶ
14. ἱερὸν ὀστοῦν ὀνομαζόμενον, ἑκατέρωθεν δὲ ἐκ τῶν πλαγίων
15. αὐτῷ συμφύεται δύο τῷ μεγέθει τοῦδε πολλαπλάσια
16. καὶ τῷ σχήματι πολυειδέστατα, πρὸς μὲν τὰς λαγόνας ἀνατεινόμενα
17. τῷ μεγίστῳ μέρει σφῶν αὐτῶν, εἰς δὲ τὰ πλάγια
18. καὶ τὰ κάτω βραχὺ προϊόντα, κατὰ δ’ αὖ τὰ πρόσω μέρη
1. κυκλοτερέσιν ἀποφύσεσιν ἀξιολόγοις τὸ μέγεθος ἐς ταὐτὸν
2. ἀλλήλοις ἰόντα, καθ’ ἃ δὴ καὶ συμφύεται διὰ χόνδρου πάντα
3. ταῦτα τὰ εἰρημένα εἰς τὰς ἔνδον αὐτῶν ἐπιφανείας, τὰ
4. μὲν μᾶλλον, τὰ δ’ ἧττον. ἅπαντα γοῦν σιμὰς καὶ κοίλας
5. καὶ λείας κεκτημένα μεγάλην ἀπεργάζεται μίαν ὀστεΐνην
6. ψαλίδα, καλύπτουσάν τε ἅμα καὶ φρουροῦσαν ἅπαντα τὰ
7. κατειληφότα καὶ τὴν ἐντὸς αὐτῆς κοιλότητα μόρια τοῦ
8. ζώου τά τ’ ἄλλα καὶ τὰ τοῦ σπέρματος ἀγγεῖα. πρώτη
9. μὲν γὰρ ἡ κύστις ὑπόκειται τοῖς τῆς ἥβης ὀστοῖς. ἔθος
10. δ’ οὕτω καλεῖν τοῖς ἀνατομικοῖς τὰς ὀλίγον ἔμπροσθεν εἰρημένας
11. ἀποφύσεις τῶν ὀστῶν τὰς κυκλοτερεῖς, ἃς καὶ συμφύεσθαι
12. πρὸς ἀλλήλας ἔλεγον. ἐφεξῆς δὲ ταύτης αἱ μῆτραι
13. τοῖς θήλεσιν, ἐπὶ δὲ τῇ μήτρᾳ καὶ τὸ ἀπευθυσμένον
14. ἔντερον. ἐπὶ δ’ αὖ τῶν ἀῤῥένων τὰ τοῦ σπέρματος ἀγγεῖα
15. διὰ τούτου μάλιστα κατέρχεται τοῦ χωρίου. διότι δὲ μακρά
16. τέ ἐστι καὶ τείνεσθαι καὶ σπᾶσθαι σφοδρῶς ἀναγκάζεται
17. κατὰ τὰς συνουσίας, εὔρωστον ἱκανῶς ἡ φύσις αὐτῶν ἀπειργάσατο
18. τὸν χιτῶνα· καὶ διότι ταῦτ’ αὐτοῖς ἐπὶ τῶν ἀῤῥένων
19. μᾶλλον ἢ τῶν θηλειῶν ὑπάρχει, διὰ τοῦτο καὶ ὁ χιτὼν
1. ἰσχυρότερος ἐπὶ τῶν ἀῤῥένων τοῖς κιρσοειδέσι τούτοις παραστάταις
2. ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἀσθενέστεροι
3. πολὺ τούτων οἱ ἀδενώδεις ἀπετελέσθησαν, ὡς ἂν μικρότατοί
4. θ’ ὑπάρχοντες καὶ λεπτὸν τῇ συστάσει περιέχοντες
5. ὑγρόν. οὕτως ἐν ἅπασιν ἡ φύσις δικαιοτάτη, τά τε ἄλλα
6. σύμπαντα καὶ ῥώμης τε καὶ ἀσθενείας, καὶ πάχους καὶ λεπτότητος
7. τὸ κατὰ τὴν ἀξίαν ἀπονέμουσα. καὶ γὰρ οὖν
8. καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων τῶν εἰς τὰ γεννητικὰ
9. μόρια καθηκόντων εἰ κατασκέψαιο διὰ τῶν ἀνατομῶν
10. ὁπόσον τι τὸ μέγεθος ἑκάστου, θαυμάσεις οἶδ’ ὅτι τὴν δικαιοσύνην
11. τοῦ δημιουργοῦ. σύμμετρα μὲν γὰρ τὰ νεῦρα,
12. φλέβες δὲ καὶ ἀρτηρίαι μὴ ὅτι μέγισται μόνον, ἀλλὰ καὶ
13. διτταὶ καθήκουσιν εἰς αὐτὰ, τὸ μὲν ἕτερον ζεῦγος ἐκ τῶν
14. κατὰ τοὺς νεφροὺς χωρίων ὁρμώμενον, ὅπερ εἴς τε τοὺς
15. ὄρχεις ἐλέγετο καὶ τῶν μητρῶν κατασχίζεσθαι τοὺς πυθμένας,
16. ἕτερον δ’ ἐκ μὲν τῶν κατὰ τὸ ἱερὸν ὀστοῦν ἀγγείων
17. ἀπονεμόμενον, ἐμφυόμενον δὲ τοῖς κάτω μέρεσιν, ἵνα πρῶτον
18. ἐπὶ μὲν τῶν θηλειῶν ὁ τῆς ὑστέρας αὐχὴν, ἐπὶ δὲ
1. τῶν ἀῤῥένων ὁ καυλὸς ὀνομαζόμενος ἐκφύεται. καὶ δὴ καὶ
2. τρέφεται τά τε κάτω τῶν μητρῶν ἅπαντα καὶ ὁ στόμαχος
3. αὐτῶν, καὶ προσέτι τὰ κατὰ τὸ γυναικεῖον αἰδοῖον, ὡσαύτως
4. δὲ καὶ τὰ περὶ τὸ ἀνδρεῖον ἐκ τούτων τῶν ἀγγείων.
5. ἡ χρεία δ’ αὐτῶν ἑτέρα μὲν ὡς μεγάλων, ἑτέρα δ’ ὡς διττῶν.
6. ὅτι μὲν οὐχ ἑαυταῖς μόναις αἱ μῆτραι τὴν τροφὴν,
7. ἀλλὰ καὶ τοῖς κυουμένοις παρασκευάζουσι, διὰ τοῦτο μεγάλων
8. ἀγγείων δέονται· μεγάλων δὲ καὶ οἱ ὄρχεις, ὅτι μηδ’
9. αὐτοὺς τρέφεσθαι μόνον, ἀλλὰ καὶ σπέρμα γεννᾷν ἐχρῆν.
10. ὅτι δὲ τὸ μὲν ἕνεκα τοῦ τρέφειν μόνον παραγινόμενον εἰς
11. τὰ γεννητικὰ μόρια ζεῦγος ἀρτηριῶν τε καὶ φλεβῶν ἀκάθαρτον
12. ἔτι καὶ περιττωματικὸν αἷμα περιέχειν οὐκ ἔδει, τὸ
13. δὲ πρὸς τῷ τρέφειν καὶ ἄλλας τινὰς τινὰς χρείας παρέξον (ἃς
14. ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν ὑπάρχειν τοῖς ἀπὸ νεφρῶν
15. ἀγγείοις) ὀῤῥῶδές τε καὶ δριμὺ καὶ οὐ παντάπασι χρηστὸν
16. ἔχειν χρῆν τὸ αἷμα, πρόδηλον παντί. διὰ ταύτας οὖν τὰς
17. αἰτίας τὰ μὲν ἀπὸ τοῦ πλατέος ὀστοῦ φερομένα τῶν πλησίον
18. ἀγγείων κειμένων τῶν μεγάλων ἀφώρμηται. καὶ οὐκ ἂν 
1. εὕροις ἐγγυτέρω τι χωρίον ἕτερον, ὡς διὰ βραχυτέρου διαστήματος
2. ἀγαγεῖν ἐπὶ τὰ γεννητικὰ μόρια φλέβας τε καὶ
3. νεῦρα καὶ ἀρτηρίας. καὶ φυλάττει καὶ τοῦτο τὸ χωρίον ἡ
4. φύσις, ὅπερ ἤδη πολλάκις ἡμῖν προείρηται, διὰ βραχυτάτου
5. τοῦ διαστήματος ἐπάγειν τοῖς τρεφομένοις τὰ τρέφοντα.
6. κατὰ δὲ τὴν ἑτέραν ἀρχὴν τὴν ἀπὸ νεφρῶν ἐπιλελῆσθαι
7. δόξειεν ἂν ἑαυτῆς, εἰ μή τις εἰδείη τὰς προειρημένας
8. χρείας τῶν ἄνωθεν καταφερομένων ἀγγείων. ἐπὶ μὲν
9. οὖν τῶν θηλειῶν ἧττόν ἐστι φανερὸν τὸ μῆκος τοῦ διαστήματος,
10. ὡς ἂν ἐν τοῖς κατὰ τὴν γαστέρα τόποις προκειμένων
11. τῶν ὑστερῶν· ἐπὶ δὲ τῶν ἀῤῥένων, ἅτε τῶν ὄρχεων ἐκκρεμῶν
12. ὑπαρχόντων, αἱ εἰς αὐτοὺς ἀπὸ τῶν νεφρῶν ἰοῦσαι
13. φλέβες τε καὶ ἀρτηρίαι μακρότεραι φαίνονται. πάντ’ οὖν
14. ἀλλήλοις μαρτυρεῖ τὰ καλῶς εἰρημένα, πρὸς τῷ καὶ τὴν
15. φύσιν ὲν ἅπασιν ἀποφαίνειν δικαίαν. καὶ γὰρ οὖν καὶ τὸ τῶν
16. νεύρων ζεῦγος τοῖς μὲν ἀπὸ τῶν καθ’ ἱερὸν ὀστοῦν ὁρμωμένοις
17. ἀγγείοις συμπαρεκτείνεταί τε καὶ συγκατασχίζεται, καθάπερ
18. ταῖς εἰς τὰ ἄλλα μόρια καθηκούσαις ἀρτηρίαις τε καὶ φλεψίν.
1. εἴτε γὰρ ἐξ ἐλαχίστου διαστήματος, εἴτε δι’ ἀσφαλῶν χωρίων
2. ἄγεσθαι χρὴ τὰ θρέψοντα, δῆλον ὡς καὶ τοῖς νεύροις ἀμφοτέροις
3. μετεῖναι δίκαιον, ὥστ’ ἐκ τῶν αὐτῶν ὁρμήσονται
4. τόπων, καὶ διὰ τῆς αὐτῆς ὁδοῦ παραχθήσονται. τὰς δ’
5. ἄνωθεν κατιούσας ἀρτηρίας τε καὶ φλέβας ἐκ περιουσίας
6. λαβόντων τῶν γεννητικῶν ὀργάνων, εὐλόγως οὐδὲν ἐκ τῶν
7. κατ’ ὀσφὺν νωτιαίου νεύρων ἐνταῦθα συγκαταφέρεται· διὰ
8. μακροῦ γὰρ ἄγεσθαι καὶ τοῦτο οὐκ ἦν ἄμεινον. ἀλλὰ καὶ
9. τὸ πάχος αὐτῶν ἀκριβῶς τῇ χρείᾳ μεμέτρηται. τριῶν γὰρ
10. ὄντων σκοπῶν (ὡς ἔμπροσθεν ἐδείκνυτο) τῆς τῶν νεύρων εἰς
11. ἅπαντα τὰ μόρια νομῆς, αἰσθήσεως μὲν ἐν τοῖς αἰσθητικοῖς
12. ὀργάνοις, κινήσεως δὲ ἐν τοῖς κινητικοῖς, τῆς
13. δὲ τῶν λυπησόντων διαγνώσεως ἐν τοῖς ἄλλοις ἅπασι, ταῖς
14. μὲν μήτραις ὅλαις καὶ τῶν ἀῤῥένων τοῖς σύμπασι μορίοις
15. τοῖς κατὰ τοὺς ὄρχεις καὶ ὄσχεον βραχυτάτης ἔδει τῶν νεύρων
16. εἰς ἅπαντα τὰ μόρια νομῆς, ὡς ἂν μήτ’ εἰς αἴσθησιν
17. ἀκριβῆ, μήτ’ εἰς κίνησίν τινα καθ’ ὁρμὴν ὑπηρετοῦσιν,
18. ἀλλὰ μηδὲ πόροις οὖσι περιττωμάτων, ὥσπερ τοῖς ἐντέροις.
1. ὁ δὲ καυλὸς ὁ τοῦ ἄῤῥενος, ὥσπερ οὖν καὶ ὁ τῶν μητρῶν
2. στόμαχος, καὶ τἄλλα δὴ τὰ περὶ τὸ αἰδοῖον αὐτὸ, ὡς ἂν
3. αἰσθήσεως περιττοτέρας δεόμενα διὰ τὴν ἀφροδίσιον ὁμιλίαν,
4. εὐλόγως πλεόνων μετέσχε τῶν νεύρων. εἴπερ οὖν
5. ἀναμνησθείης, ὡς ἐλαχίστων μὲν ἐδείχθησαν ἧπάρ τε καὶ
6. σπλὴν καὶ νεφροὶ δεόμενοι τῶν νεύρων, ἐλαχίστων δὲ καὶ
7. τἄλλα τὰ γεννητικὰ μόρια πλὴν τῶν κατὰ τὸ αἰδοῖον,
8. ἔπειτα θεάσαιο κατὰ τὰς διαιρέσεις τῶν ζώων οὕτω μὲν
9. ὀλίγων νεύρων, ὥσπερ καὶ τὰ προειρημένα σπλάγχνα, μετέχοντα
10. τὰ γεννητικὰ μόρια, μόνα δὲ τὰ περὶ τὸ αἰδοῖον
11. ἀξιολογωτέρων νεύρων, εὖ οἶδ’ ὅτι θαυμάσεις τὴν δικαιοσύνην
12. κᾀν τούτῳ τῆς φύσεως. διὰ τοῦτ’ οὖν οὔτε πάνυ
13. λεπτὸν τὸ ζεῦγος τουτὶ τῶν νεύρων, ὥσπερ τὸ καθ’ ἧπαρ
14. καὶ σπλῆνα καὶ νεφροὺς, ἐστὶ, οὔθ’ οὕτως ἀξιόλογον, ὡς
15. τὸ κατὰ τὴν γαστέρα, μέσον δ’ ἀμφοῖν ὡς ἔνι μάλιστα τῷ
16. πάχει, διότι καὶ μικτή τις ἔμελλεν ἡ παρ’ αὐτοῦ χρεία
17. γενήσεσθαι τοῖς ὀργάνοις, ἐν μὲν τοῖς ἄλλοις μέρεσιν,
1. οἵα περ ἦν ἡ καθ’ ἧπάρ τε καὶ νεφροὺς, ἐν δὲ τοῖς κατὰ
2. τὸ αἰδοῖον, οἵα περ ἡ τῶν κατὰ τὴν γαστέρα.

Cliquer un n° de page pour en afficher l’image