Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 14.14, ed. Kühn, 1822, vol. 4, p. 205-210. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.14

3. Διὰ τί δὲ τὰ μὲν ἔντερα πάντα καὶ ἡ
4. γαστὴρ ἐκ δύο χιτώνων ἐγένοντο, ταῖς μήτραις δ’ εἷς ἤρκεσεν,
5. ὥσπερ οὖν καὶ ταῖς κύστεσιν ἑκατέραις, εἴρηται μὲν
6. ἤδη τὸ κεφάλαιον ἐν τοῖς ἔμπροσθεν λόγοις, ἡνίκα ἐξηγούμην
7. τῶν ὀργάνων τῆς τροφῆς τὴν κατασκευὴν, ἀνάγκη δὲ
8. καὶ νῦν, ὅσον εἰς τὴν περὶ τῶν ὑστερῶν διδασκαλίαν διαφέρει,
9. λεχθῆναι. τὰ μὲν τῶν κύστεων σώματα σκληρὰ καὶ
10. δυσπαθῆ κατεσκεύασεν ἡ φύσις, ὡς ἂν τοῦτ’ ἔργον ἕξοντα
11. μόνον, ὑποδέξασθαι περιττώματα. τοῖς δ’ ἐντέροις καὶ τῇ
12. γαστρὶ, πέψεως μᾶλλον ὀργάνοις οὖσιν ἢ περιττωμάτων
13. τὸ σαρκῶδες τῆς οὐσίας ἦν οἰκειότερον. οὐ γὰρ
14. ἕνεκα τοῦ δέξασθαι χολὴν καὶ φλέγμα καὶ τἄλλα δὴ τὰ
15. καταῤῥέοντα πολλάκις ἐξ ὅλου τοῦ σώματος ὀῤῥώδη περιττώματα
16. τὴν γένεσιν αὐτῶν ἡ φύσις ἐποιήσατο, γεγονόσι δ’
17. ἑτέρων ἔργων ἕνεκα συνεχρήσατο καὶ ὡς πόροις περιττωμάτων.
1. ὥστ’ εὐλόγως τὸ μὲν εἶδος αὐτοῖς τῆς τοῦ σώματος
2. οὐσίας οἰκεῖον ταῖς σφετέραις ἐνεργείαις ἐδημιουργήθη, τὸ
3. δὲ πλῆθος τῶν χιτώνων διὰ τὴν ἐπίκτητον χρείαν προσετέθη.
4. κίνδυνος γὰρ ἦν, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν δέδεικται
5. λόγοις, ἀναβρωθῆναί τε καὶ παθεῖν ἐνίοτε τὸν ἕτερον τῶν
6. χιτώνων τὸν ἐντός. ἵν’ οὖν ἐν τούτῳ μόνῳ μένῃ τὸ κακὸν,
7. ἕτερον ἔξωθεν αὐτοῦ περιέβαλεν. ἐπὶ δέ γε τῶν ὑστερῶν,
8. ὡς ἂν αἵματι καθαρῷ καὶ χρηστῷ τρεφομένων, εἷς αὐτάρκης
9. χιτών. ἀλλ’ ἐπειδὴ μὴ μόνον ἕλκειν αὐτὰς ἐχρῆν εἴσω
10. τὸ σπέρμα κατὰ τὰς συνουσίας, ἀλλὰ καὶ κατέχειν ἐν
11. τῷ τῆς κυήσεως χρόνῳ καὶ ἀποκρίνειν, ἐπειδὰν τελεωθῇ τὸ
12. κύημα, διὰ τοῦτο πᾶν εἶδος ἰνῶν ἐν αὐταῖς ἡ φύσις ἐτεχνήσατο.
13. δέδεικται γὰρ οὖν δὴ καὶ περὶ τοῦδε πολλάκις, ὡς
14. ἕκαστον τῶν ὀργάνων ἕλκει μὲν εἰς ἑαυτὸ ταῖς εὐθείαις ἰσὶν
15. ἐνεργοῦν, ἐκκρίνει δὲ ταῖς ἐγκαρσίαις, κατέχει δὲ συμπάσαις.
16. ὁ δ’ ἔξωθεν τούτων περικείμενος ὑμὴν ἀμφοτέρας
17. τε συνάπτει τὰς μήτρας ἐς ταὐτὸ, καὶ καλύπτει καὶ συνδεῖ
18. πρὸς τὰ παρακείμενα. καὶ μὲν δὴ καὶ ἄλλοι τινές εἰσιν 
1. αὐταῖς δεσμοὶ πρός τε τὰ κατὰ ῥάχιν σώματα καὶ τἄλλα
2. τὰ περικείμενα, χαλαροὶ σύμπαντες ἱκανῶς, ὡς οὐδὲ καθ’
3. ἓν ἄλλο μόριόν ἐστιν ἰδεῖν· οὐ γὰρ οὖν οὐδ’ ἄλλο τι διαστέλλεσθαί
4. τε μέχρι πλείστου καὶ αὖθις εἰς ἐλάχιστον
5. συνέρχεσθαι φύσιν ἔχει. χρὴ τοίνυν καὶ τοὺς δεσμοὺς συνεπεκτείνεσθαι
6. καὶ συνέπεσθαι παντὶ πλανωμένῳ τῷ σπλάγχνῳ,
7. καὶ μήτ’ αὐτοὺς ἀποῤῥήγνυσθαι, μήτ’ ἐκεῖνο περιορᾷν
8. ἀλώμενον, ἢ ἀλλοτρίαις ἀμέτρως ἐπεμβαῖνον ἕδραις.
9. ἡ δὲ θέσις αὐτῆς, ὅτι μὲν ὁ στόμαχος εἰς τὸ γυναικεῖον
10. αἰδοῖον τελευτᾷ, δεόντως ταύτῃ τεταγμένον, ἔμπροσθεν εἴρηται.
11. καὶ εἴπερ ἐκεῖνον ἐστράφθαι χρὴ κάτω, δῆλον ὡς
12. τὸ λοιπὸν ἅπαν κύτος ἐν τοῖς κατὰ τὴν γαστέρα τετάχθαι
13. χωρίοις ἀναγκαῖον ὑπάρχει. διὰ τί δ’ ἔμπροσθεν μὲν ἡ
14. κύστις, ὄπισθεν δὲ τὸ ἀπευθυσμένον ἔντερον, ἐν μέσῳ δ’
15. ἀμφοῖν αἱ μῆτραι; ἢ ὅτι βέλτιον ἦν ἐπὶ πλεῖστον ἐν ταῖς
16. κυήσεσιν ἐκτεινομένας αὐτὰς, ἐκ μὲν τῶν ὀπίσω μερῶν οἷον
17. ὑποστόρεσμά τι κατὰ ῥάχιν ἔχειν, ἐκ δὲ τῶν ἔμπροσθεν
1. οἷον πρόβλημα; λεπτόταται γὰρ ἱκανῶς γίνονται κατὰ τὸν
2. τῆς κυήσεως χρόνον, ὡς ἂν τοῦ βάθους εἰς τὸ μῆκος ἀναλισκομένου,
3. καὶ διὰ τοῦτο ἀσθενέσταται, καὶ μὲν δὴ καὶ
4. προχωροῦσαι διὰ τὸν ὄγκον εἰς τὰ περικείμενα σύμπαντα χωρία.
5. οὔκουν ἄλυπος οὐδ’ ἀβλαβὴς ἂν αὐταῖς ἡ τῶν περικειμένων
6. ὀστῶν ἐγίνετο γειτνίασις, εἰ μηδὲν ἐν τῷ μεταξὺ μόριον
7. ἐτέτακτο. διὰ τί δ’ οὐκ εἰς αὐτοὺς τοὺς ὄρχεις ἐνέφυσε
8. τὸ σπερματικὸν ἀγγεῖον ἡ φύσις, ἀλλὰ τὴν καλουμένην
9. ἐπιδιδυμίδα μέσην ἀμφοῖν ἔταξεν; ὅτι χαύνους ἱκανῶς ὑπάρχοντας
10. αὐτοὺς καὶ σηραγγώδεις καὶ μαλακοὺς πυκνοῖς
11. καὶ ἰσχυροῖς καὶ σκληροῖς οὐχ οἷόν τ’ ἦν ἀσφαλῶς συμφῦναι
12. τοῖς σπερματικοῖς ἀγγείοις. ὥστε κᾀνταῦθα, ἅπερ
13. ἤδη δέδεικται πολλάκις, ἡ φύσις ἀπειργάσθαι φαίνεται, τὸ
14. μηδὲν τῶν ἐναντίων ταῖς οὐσίαις ἐς ταὐτὸν ἀγαγεῖν, ἀλλ’
15. ἀεὶ ζητεῖν ἐν μέσῳ τινὰ καταθέσθαι δεσμὸν αὐτοῖς φιλίας
16. συναγωγόν. ὅσον γὰρ ἀποδεῖ τῶν σπερματικῶν ἀγγείων ἡ
17. ἐπιδιδυμὶς ἰσχύϊ καὶ πυκνότητι καὶ σκληρότητι, τοσοῦτον
18. πλεονεκτεῖ τῶν ὄρχεων. ἀλλὰ καὶ τῶν μερῶν αὐτῆς τὰ μὲν
1. τοῖς σπερματικοῖς ἐμφυόμενα σκληρότατα, τὰ δὲ τοῖς ὄρχεσι
2. μαλακώτατα, τὰ δ’ ἐν τῷ μεταξὺ πάντα ἀλλήλων
3. ἀνάλογον ὑπερέχοντα· τὰ μὲν ἐγγυτέρω τῶν σπερματικῶν
4. σκληρότατα, τὰ δ’ αὖ τῶν ὄρχεων ἐγγύτερα μαλακώτατα
5. διὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. διὰ τί τοίνυν οὐκ εἰσὶν ἐπὶ
6. τοῖς τῶν θηλειῶν ὄρχεσιν αἰσθηταὶ καὶ σαφεῖς αἱ ἐπιδιδυμίδες,
7. ἀλλ’ ἢ οὐδ’ ὅλως σοι δόξουσιν ὑπάρχειν, ἢ σμικραὶ
8. παντελῶς εἶναι; ἢ ὅτι πρῶτον μὲν καὶ ὁ δίδυμος αὐτὸς
9. σμικρὸς ὁ τοῦ θήλεος, καὶ τὸ σπερματικὸν ὡσαύτως σμικρὸν,
10. ὥστ’ οὐδὲν θαυμαστὸν οὐδὲ τὸ συνάπτον αὐτὰ
11. σμικρὸν ὑπάρχειν, ἔπειτα δὲ καὶ ἡ τῆς οὐσίας αὐτῶν διαφορὰ
12. βραχεῖα καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἀῤῥένων παμπόλλη;
13. καὶ γὰρ οἱ ὄρχεις οἱ τοῦ ἄῤῥενος ὑγρότεροί τε καὶ
14. μαλακώτεροι τῶν τοῦ θήλεος, καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ
15. σκληρότερα· τὰ δ’ ἐναντία τούτων ἐπὶ τοῦ θήλεος, αὐτὰ
16. μὲν ἧττον σκληρὰ διὰ τὰς εἰρημένας αἰτίας, οἱ δ’ ὄρχεις
17. ἧττον ἀραιοὶ καὶ χαῦνοι καὶ ὑγρότεροι, διότι ψυχρότεροι
18. τὴν οὐσίαν ὑπάρχουσιν. οὔκουν ὑπὸ τῆς ἐμφύτου θερμασίας
1. διεφυσήθησάν τε καὶ, ὡς ἂν εἴποι τις, ἐζυμώθησαν. εὐλόγως
2. οὖν ἐγγὺς ἀλλήλων ἐγένοντο ταῖς οὐσίαις, αὐτῶν μὲν
3. τῶν ὄρχεων σκληροτέρων ἀποτελεσθέντων, τῶν δ’ εἰς αὐτοὺς
4. ἐμφυομένων ἀγγείων τῶν σπερματικῶν μαλακωτέρων. ὥστ’
5. οὐκ ἐδέοντο μεγάλου τοῦ συνάψοντος, ὅ κατὰ βραχὺ τῆς
6. θατέρου σκληρότητος ἀποχωροῦν ἐπὶ τὴν μαλακότητα θατέρου
7. παραγένοιτο. διότι δ’ ἐκκρεμεῖς εἰσιν οἱ τοῦ ἄῤῥενος
8. ὄρχεις, διὰ τοῦτο καὶ μῦς εἰς ἑκάτερον αὐτῶν εἷς ἐκ τῶν
9. κατὰ τὰς λαγόνας καθήκει χωρίων, ὅπως καὶ τούτοις μετείη
10. τῆς καθ’ ὁρμὴν κινήσεως. τί δὲ τὸ παρὰ τοῦ θήλεος σπέρμα
11. συμβάλλεται τῷ ἀῤῥενι, καὶ τίς ἡ φύσις ἑκατέρου, καὶ
12. πάνθ’ ὅσα τοιαῦτα, διὰ τῶν περὶ σπέρματος ὑπομνημάτων
13. ἐδείχθη. χρὴ δὲ τούτων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον,
14. ἐν γὰρ τῷ μετ’ αὐτὸν ἡ περὶ τὰ κυούμενα σύμπασα
15. τέχνη τῆς φύσεως ἐπιδειχθήσεται.

Cliquer un n° de page pour en afficher l’image