5. Μάλιστα μὲν οὖν ἀθάνατον ἡ φύσις, εἴπερ
6. οἷόν τ’ ἦν, ἐσπούδασε τὸ ἑαυτῆς ἀπεργάσασθαι δημιούργημα
7. μὴ συγχωρούσης δὲ τῆς ὕλης, (ἐξ ἀρτηριῶν γὰρ καὶ φλεβῶν
8. καὶ νεύρων καὶ σαρκῶν οὐχ οἷόν τ’ ἦν τὸ συγκείμενον
9. ἄφθαρτον γενέσθαι,) τὴν ἐνδεχομένην αὐτῷ βοήθειαν εἰς
10. ἀθανασίαν ἐμηχανήσατο δίκην ἀγαθοῦ πόλεως οἰκιστοῦ,
11. μὴ τῆς ἐν τῷ παραχρῆμα συνοικήσεως μόνης φροντίσαντος,
12. ἀλλ’, ὅπως ἐπὶ τὸ πᾶν ἢ τὸ πλεῖστόν γε ἡ πόλις
13. αὐτοῦ διαφυλάττοιτο, προνοησαμένου. πόλις μὲν οὖν εὐτυχὴς
14. εἰς τοσοῦτον, ὡς διὰ τὸ μῆκος τοῦ χρόνου μηκέτι μνημονεύεσθαι
15. τὸν οἰκιστὴν αὐτῆς, οὐδεμία πω φαίνεται γεγενημένη.
16. τὰ δὲ τῆς φύσεως ἔργα πολλαῖς μυριάσιν ἐτῶν
17. ἤδη τε διήρκεσε καὶ εἰσαῦθις παραμενεῖ, θαυμαστήν τινα
1. τέχνην ἐξευρούσης αὐτῆς, ὡς ἀεὶ τῷ διαφθειρομένῳ ζώῳ
2. νέον ἕτερον ἀντικαθίσταιτο. τίς οὖν ἤδη ἡ τέχνη κατά τε
3. ἄλλα σύμπαντα καὶ κατὰ τὸν ἄνθρωπον, ὡς μηδὲν ζώου
4. γένος ἀπόλοιτο, μένοι δ’ εἰς ἀεὶ σῶόν τε καὶ ἀθάνατον,
5. ὁ λόγος ὅδε διδάσκειν ἐπαγγέλλεται, τὴν ἀρχὴν ἐνθένδε
6. ποιησάμενος. ἅπασι τοῖς ζώοις ὄργανά τε κυήσεως ἡ φύσις
7. ἔδωκε, καί τινα συνῆψεν αὐτοῖς μὲν τοῖς ὀργάνοις ἐξαίρετον
8. δύναμιν γένεσιν ἡδονῆς, τῇ χρησομένῃ δ’ αὐτοῖς ψυχῇ
9. θαυμαστήν τινα καὶ ἄῤῥητον ἐπιθυμίαν τῆς χρήσεως, ὑφ’
10. ἧς ἐπεγειρόμενα καὶ κεντριζόμενα, κᾂν ἄφρονα, κᾂν νέα,
11. κᾂν ἄλογα παντάπασιν ᾖ, προνοεῖται τῆς τοῦ γένους διαμονῆς,
12. ὥσπερ εἰ καὶ τελέως ἦν σοφά. γινώσκουσα γὰρ, ὡς
13. οἶμαι, τὴν οὐσίαν, ἐξ ἧς ἐδημιούργησεν αὐτὰ, μὴ προσιεμένην
14. ἀκριβῆ σοφίαν, ἀντὶ ταύτης ἔδωκεν αὐτοῖς ὃ μόνον
15. ἠδύνατο λαβεῖν δέλεαρ εἰς σωτηρίαν τε καὶ φυλακὴν
16. τοῦ γένους, ἡδονὴν σφοδροτάτην τῇ χρήσει τῶν μορίων
17. συνάψασα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.2, ed. Kühn, 1822, vol. 4, p. 143-144. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩