1. Πρῶτον μὲν δὴ τοῦτ’ αὐτῆς τὸ σόφισμα
2. θαυμάζειν ἄξιον, ἐφεξῆς δὲ τῶν ὀργάνων τὴν κατασκευὴν
3. κατὰ τὴν τοῦ σώματος ἰδέαν ἑκάστῳ ζώῳ δοθεῖσαν. καί σοι
4. περὶ μὲν τῶν ἄλλων εἴη ποτὲ καὶ παρ’ ἡμῶν ἀκοῦσαι, τὰ
5. λείποντα τοῖς ὑπ’ Ἀριστοτέλους εἰρημένοις προστιθέντων.
6. ἀνθρώπῳ δὲ (τούτου γὰρ ὁ λόγος ἐξ ἀρχῆς ἐνεστήσατο τὴν
7. κατασκευὴν ἐξηγεῖσθαι) πρώτη μὲν ἡ τῶν αἰδοίων φύσις
8. πρόδηλος καὶ πᾶσι γνώριμος, εἰς ὅσον τῆς χρείας ἐστόχασται,
9. καὶ θέσιν ἐπιτήδειον λαβοῦσα, καὶ μέγεθος, καὶ
10. σχῆμα, καὶ τὴν ὅλην διάπλασιν. ἑξῆς δὲ καὶ τῶν ἐν βάθει
11. κατακεκρυμμένων ὀργάνων, ἃ διὰ τῆς ἀνατομῆς ἐφωράθη,
12. μαθὼν ἑκάστου τὴν χρείαν, οἶδ’ ὅτι θαυμάσεις τὴν δημιουργὸν
13. αὐτῶν τέχνην. ἐν μὲν γὰρ τῷ θήλει γένει τὰς ὑστέρας
14. ὑπέθηκε τῇ γαστρὶ, χώραν ταύτην ἀρίστην ἐξευροῦσα πρός
15. τε τὴν ἀφροδίσιον ὁμιλίαν καὶ πρὸς τὴν τοῦ σπέρματος
16. ὑποδοχὴν, καὶ πρὸς ἔτι τήν τε τοῦ κυήματος αὔξησιν καὶ
17. τὴν τοῦ τελεωθέντος ἀποκύησιν. οὐδὲ γὰρ ἂν εὕροις ἐπιτηδειότερον
1. δειότερον ἕτερον χωρίον ἐν ἅπαντι τοῦ ζώου τῷ σώματι
2. πρὸς οὐδὲν τῶν εἰρημένων, ἀλλ’ εἴς τε τὴν συνουσίαν ἄριστον
3. τοῦτο, πόῤῥω τῶν κατὰ τὸ πρόσωπον ὀργάνων ἀπῳκισμένον,
4. καὶ πρὸς τὴν τοῦ κυήματος αὔξησιν ἐγκαιρότατον,
5. ἐπὶ πλεῖστον ἀλύπως διαστέλλεσθαι πεφυκὸς, εἴς τε
6. τοὺς τόκους χρηστότατον, ὡς ἂν εἰς τὰ κάτω τε καὶ πρὸς
7. τὰ σκέλη τῆς ἐξόδου τῷ κυηθέντι ῥᾷον ἐσομένης. ὁ γάρ
8. τοι τῶν ὑστερῶν αὐχὴν, ὃν ὁδὸν εἴσω μὲν τοῦ σπέρματος,
9. ἔξωθεν δὲ τοῦ τελεωθέντος ἐμβρύου παρεσκεύασεν ἡ φύσις,
10. εἰς τὸ γυναικεῖον αἰδοῖον τελευτᾷ, μεμυκὼς μὲν, ἐπειδὰν
11. κύῃ τὸ ζῶον, οὕτως ἀκριβῶς, ὡς μηδὲ τοὐλάχιστον ἢ ἔσωθεν
12. ἔξω χαλᾷν, ἢ ἔξωθεν ἔσω παραδέχεσθαι, διοιγόμενος
13. δὲ καὶ τεινόμενος ἐν ταῖς συνουσίαις εἰς τοσοῦτον, ὡς δι’
14. εὐρείας ὁδοῦ φερόμενον τὸ σπέρμα ῥᾳδίως ἐφικνεῖσθαι τοῦ
15. κύτους τῶν ὑστερῶν, ἐν δὲ δὴ τοῖς τόκοις ἐπὶ πλεῖστον
16. διϊστάμενος, ὡς ὅλον ταύτῃ διέρχεσθαι τὸ ἔμβρυον. εὐλόγως
17. τε οὖν νευρώδης ἅμα καὶ σκληρὸς ὑπὸ τῆς φύσεως
18. ἐγένετο· νευρώδης μὲν, ἵνα ἐπὶ πλεῖστον ἐν μέρει
1. διαστέλλοιτό τε καὶ συστέλλοιτο, σκληρὸς δὲ, ὅπως μήτ’ ἐν
2. ταῖς τοιαύταις τι πάσχοι μεταβολαῖς, ἐξευθύνοιτό τε κατὰ
3. τὴν τοῦ σπέρματος ὑποδοχήν. εἰ γὰρ δὴ διὰ μαλακότητα
4. καταπίπτων ἐφ’ ἑαυτὸν ἕλικάς τινας ἐποιεῖτο καὶ καμπὰς,
5. ἐκωλύετο ἂν ὑπὸ τῶνδε ταχέως ἐξικνεῖσθαι πρὸς τοὺς κόλπους
6. τῶν ὑστερῶν τὸ σπέρμα, κᾀν τούτῳ διεκρίνετ’ ἂν ἀπ’ ἀλλήλων
7. ἥ θ’ ὑγρότης καὶ τὸ πνεῦμα, καίτοι δεόμενα συνεῖναι,
8. τὸ μὲν ὡς ἀρχὴ κινητικὴ, τὸ δ’ ὡς ἐπιτήδειος ὕλη πρὸς
9. ἐμβρύων ζώων γένεσιν. οὐ γὰρ δὴ τό γ’ αἷμα τὸ καταμήνιον
10. ἡ πρώτη καὶ οἰκεία πρὸς τὴν τοῦ ζώου γένεσιν
11. ὕλη, καθάπερ ἐπιδέδεικται δι’ ἑτέρων. ἀλλ’ ὅταν ὑπὸ τοῦ
12. συμφύτου πνεύματος ἡ τοῦ σπέρματος ὑγρότης φερομένη
13. τοῖς τῶν ὑστερῶν ἐμπέσῃ χιτῶσιν, ὡς ἂν αὐτή τε γλίσχρος
14. ὑπάρχουσα καὶ τραχέσιν ὁμιλοῦσα σώμασι δίκην ἀλοιφῆς
15. κολλᾶται. κᾀντεῦθεν ἤδη μιᾷ ῥοπῇ καιροῦ πολλὰ γίνεται
16. θαυμαστὰ τῆς φύσεως ἔργα περὶ τὴν ἀρχὴν τῆς τοῦ ζώου
17. γενέσεως. αὐτὰς μὲν συσταλῆναι τὰς μήτρας ὅτι τάχιστα
18. περὶ τὸ σπέρμα συμβαίνει, μῦσαι δὲ σύμπαντά τε τὸν αὐχένα
1. καὶ μάλιστα τὸ ἐντὸς στόμιον αὐτοῦ, τὴν δ’ ὑπαλείφουσαν
2. ὑγρότητα τὰς τραχύτητας τῶν ὑστερῶν, ὑπὸ τὴν ἐντὸς ἅπασαν
3. ἐπιφάνειαν αὐτῶν ταθεῖσαν, ὑμένα λεπτὸν γενέσθαι,
4. ἐν τούτῳ δ’ ἤδη πανταχόθεν ἀκριβῶς φρουρούμενον τὸ
5. πνεῦμα μήτε διϊπτάμενον οἴχεσθαι καὶ τῶν κινήσεων
6. ἀπάρξασθαι τῶν φυσικῶν, ἕλκον μὲν εἰς τὰς μήτρας διὰ
7. τῶν καθηκουσῶν ἀρτηριῶν τε καὶ φλεβῶν ἰκμάδα λεπτὴν,
8. ἐξομοιοῦν δὲ ταύτην ταῖς ὑγρότησιν, αἷς ἐνδέδεται, καὶ πάχος
9. ἤδη τι καὶ πλῆθος αὐταῖς παρασκευάζον. εἰ δέ γε μὴ
10. διὰ ταχέων ἐνέπιπτε τοῖς κόλποις τῶν ὑστερῶν, ἀλλ’ ἐν τῷ
11. μεταξύ τις ἐγένετο διατριβὴ, κενὸν ἔφθανεν ἂν, ἅτε μικρομερὲς
12. ὑπάρχον καὶ κοῦφον, ἐκπίπτειν τε τῆς ὑγρότητος, ἀπόλλυσθαί
13. τε διαπνεόμενον. ὅπως δὲ μηδέν τι τοιοῦτον γίγνοιτο,
14. τὸν αὐχένα τῶν μητρῶν ἡ φύσις ἐδημιούργησε μετρίως
15. σκληρὸν, ὡς ἐν τῇ τοῦ σπέρματος εἴσω φορᾷ τεινόμενόν
16. τε ἅμα καὶ διαστελλόμενον ἐξευθύνεσθαι καὶ ἀνευρύνεσθαι
17. τοσοῦτον, ὅσον ἐπιτήδειον ἔμελλεν ἔσεσθαι πρός τε τὴν
18. ἀκώλυτον ὁδὸν τοῦ σπέρματος καὶ τὴν ἐπὶ τῷδε σύμπτωσιν
1. τοῦ στόματος. εἰ δέ γ’ ἀμετρότερον ἦν σκληρὸς, εὐθύνετο
2. μὲν ἂν ῥᾳδίως, οὐκ ἂν δὲ εὐκόλως τε καὶ ταχέως συνέπιπτεν,
3. ὥσπερ, εἰ καὶ μαλακώτερος, ἤ ἐστιν, ὑπῆρχεν, ἑτοιμότερον
4. μὲν ἂν εἰς ἑαυτὸν ὅλος ἠδύνατο συνιζάνειν, εὐθύνεσθαι
5. δὲ καὶ διατείνεσθαι καὶ διευρύνεσθαι χαλεπὸν ἦν
6. αὐτῷ. πρὸς οὖν ἀμφοτέρας τὰς χρείας ἐναντίας οὔσας ἐξ
7. ἐναντίων ποιοτήτων αὐτὸν ἐκεράσατο δικαίῳ μέτρῳ, σκληρότητος
8. μὲν νείμασα τοσοῦτον, ὅσον εὐρύτητά τε ἅμα καὶ
9. εὐθύτητα παρέξειν αὐτῷ σύμμετρον ἔμελλεν ἔσεσθαι ἐν ταῖς
10. τοῦ σπέρματος ὑποδοχαῖς, μαλακότητα δ’ αὐτῇ κεράσασα
11. τοσαύτην, ὡς ἐπὶ πλεῖστον ἑτοίμως δύνασθαι διαστέλλεσθαί
12. τε καὶ συστέλλεσθαι. μὴ τοίνυν ἔτι θαύμαζε, ἤ ἐν ταῖς
13. τῶν ζώων διαιρέσεσι θεώμενος, ἢ παρ’ Ἡροφίλῳ γεγραμμένον
14. ἢ ἄλλῳ τινὶ τῶν ἀνατομικῶν εὑρίσκων, ὡς ὁ τῶν ὑστερῶν
15. αὐχὴν διέστραπταί τε καὶ σκολιός ἐστι κατὰ τὸν λοιπὸν
16. ἅπαντα χρόνον, ἐν ᾧ μήτ’ εἴσω φέρεται τὸ σπέρμα, μήτ’
17. ἔξω τὸ ἔμβρυον· ἕπεται γὰρ τοῦτο τῇ προειρημένῃ κατασκευῇ,
18. συμμέτρως ἐχούσῃ μαλακότητός τε καὶ σκληρότητος.
1. εἰ μὲν γὰρ ἀμέτρως σκληρὸς ἦν ὁ τῶν μητρῶν αὐχὴν, οὐκ
2. ἂν ἐν τῷ συστέλλεσθαι διεστρέφετο· νῦν δ’, ἐπειδὴ βέλτιον
3. ἦν αὐτὸν εἰς ἱκανὸν ἦχθαι μαλακότητος, ὅταν ἀφεθεὶς τῆς
4. τάσεως εἰς αὐτὸν συνίζηται, ῥυτίδας τινὰς ἐξ ἀνάγκης καὶ
5. καμπὰς καὶ διαστροφὰς ἐπικτᾶται, καὶ τοῦτ’ εἰς τὸ μὴ
6. καταψύχεσθαι τὰ κατὰ τὰς μήτρας μεγάλως συντελεῖ.
7. καὶ διὰ τοῦτ’ ἔν τε ταῖς ἐφ’ ἑκάστῳ μηνὶ καθάρσεσι
8. καὶ τοῖς τόκοις αἱ γυναῖκες μάλιστα ψύχονται, τηνικαῦτα
9. γὰρ εὐθύς τε γίνεται καὶ ἀναπεπταμένος ὁ στόμαχος τῶν
10. ὑστερῶν. εἴπερ οὖν διὰ παντὸς ὁμοίως εἶχε, διὰ παντὸς
11. ἂν ὁμοίως κατεψύχοντο.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.3, ed. Kühn, 1822, vol. 4, p. 145-150. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩