Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 14.6, ed. Kühn, 1822, vol. 4, p. 158-165. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.6

3. Ἔστι δὲ τὸ θῆλυ τοῦ ἄῤῥενος ἀτελέστερον
4. ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ, διότι ψυχρότερον· εἴπερ γὰρ ἐν
5. τοῖς ζώοις δραστικώτερόν ἐστι τὸ θερμὸν, ἀτελέστερον ἂν
6. εἴη τὸ ψυχρότερον τοῦ θερμοτέρου· δευτέρῳ δὲ λόγῳ, τῷ
7. διὰ τῆς ἀνατομῆς φαινομένῳ. τοῦτον καὶ μάλιστα τὸν λόγον
8. ὀλίγον ἔμπροσθεν ᾐνιττόμην ἔσεσθαί μοι δύσφραστον· ἀλλὰ
9. γὰρ, ἐπειδὴ καλεῖ καιρὸς, ἐπιτολμητέον αὐτῷ. σὺ δὲ, ὁ τοῖσδε
10. τοῖς γράμμασιν ὁμιλῶν, μὴ πρότερον ἐξετάζειν ἅπασαν
11. αὐτῶν τὴν ἀλήθειαν, εἰ μὴ τῶν λεγομένων αὐτόπτης γένοιο·
12. προσθήσει γὰρ οἶδ’ ὅτι τὸ λεῖπον τῷ λόγῳ τῶν μορίων ἡ
13. θέα. πάντ’ οὖν, ὅσα τοῖς ἀνδράσιν ὑπάρχει μόρια, ταῦτα
14. κἀν ταῖς γυναιξὶν ἰδεῖν ἐστιν, ἐν ἑνὶ μόνῳ τῆς διαφορᾶς
15. οὔσης αὐτοῖς, οὗ παρὰ πάντα χρὴ μεμνῆσθαι τὸν λόγον,
16. ὡς ἔνδον μὲν τὰ τῶν γυναικῶν ἐστι μόρια, τὰ δὲ τῶν ἀνδρῶν
17. ἔξω, ἀπὸ τοῦ κατὰ περίναιον ὀνομαζομένου χωρίου.
1. θάτερα γὰρ αὐτῶν, ὁπότερα βούλει νοῆσαι πρότερα, τὰ μὲν
2. τῶν γυναικῶν ἐκτρέψας ἐκτὸς, τὰ δὲ τῶν ἀνδρῶν οἷον ἐντρέψας
3. καὶ ἐνδιπλώσας ἔσω, πάντ’ ἀλλήλοις εὑρήσεις τὰ
4. αὐτά. νόησον δέ μοι πρότερον τὰ τῶν ἀνδρῶν ἐντρεπόμενά
5. τε ἅμα καὶ εἴσω χωροῦντα μεταξὺ τοῦ τε ἀπευθυσμένου
6. καὶ τῆς κύστεως. ἀλλ’ εἰ τοῦτο γίνοιτο, τὴν μὲν τῶν μητρῶν
7. χώραν ἀνάγκη καταλαβεῖν τὸν ὄσχεον, ἔξωθεν δ’ ἑκατέρωθεν
8. αὐτῷ παρακεῖσθαι τοὺς ὄρχεις, αὐχένα τε τοῦ
9. γενομένου κόλπου τὸν καυλὸν τοῦ ἄῤῥενος ἀπεργασθῆναι,
10. τὸ δ’ ἐπὶ πέρατι τοῦ καυλοῦ, τὴν νῦν πόσθην ὀνομαζομένην,
11. αὐτὸ τὸ γυναικεῖον αἰδοῖον γενέσθαι. νόησον δέ
12. μοι πάλιν ἐκτρεπομένην τε ἅμα καὶ προπίπτουσαν ἔξω
13. τὴν μήτραν. ἆρ’ οὐκ ἀνάγκη καὶ νῦν ἔσωθεν μὲν αὐτῆς
14. γενέσθαι τοὺς ὄρχεις, αὐτὴν δ’ ἔξωθεν αὐτοῖς οἷον ὄσχεόν
15. τινα περικεῖσθαι, τὸν δ’ ἐντὸς τοῦ περιναίου τέως κατακεκρυμμένον
16. αὐχένα νῦν ἐκκρεμῆ γενόμενον, ἀνδρεῖον αἰδοῖον
17. ἀποτελεσθῆναι, καὶ τὸ γυναικεῖον αἰδοῖον, ἐπίφυσιν οὖσαν
18. δερματώδη, τοῦδε τοῦ αὐχένος εἰς τὴν ὀνομαζομένην πόσθην
1. μεταπεσεῖν; ἀκόλουθον δὲ τούτοις δηλονότι καὶ τὰς τῶν
2. ἀρτηριῶν καὶ φλεβῶν θέσεις καὶ προσέτι τῶν σπερματικῶν
3. ἀγγείων συμμεταπεσεῖν. ἓν γὰρ οὐδέν ἐστιν εὑρεῖν μόριον
4. ἐν τοῖς ἀνδράσι περιττεῦον, ἀλλ’ ἢ τὴν θέσιν μόνην ἐξηλλαγμένην·
5. ἃ γὰρ ἔνδον ταῖς γυναιξὶ, ταῦτ’ ἔξω τοῖς ἀνδράσιν.
6. οἷόν τι καὶ κατὰ τοὺς τῶν ἀσπαλάκων ὀφθαλμοὺς
7. ἰδεῖν ἐστι. καὶ γὰρ ὑαλοειδὲς ὑγρὸν οὗτοί γε καὶ κρυσταλλοειδὲς
8. ἔχουσι, καὶ τοὺς ἀμφὶ τούτοις χιτῶνας, οὓς ἀπὸ
9. τῶν μηνίγγων ἐλέγομεν πεφυκέναι, καὶ τούτους οὐδὲν ἧττον
10. ἔχουσι τῶν χρωμένων ὀφθαλμοῖς ζώων. ἀλλ’ οὐκ ἠνεῴχθησαν
11. αὐτοῖς οὐδὲ προὔβησαν ἐκτὸς, ἀλλ’ ἀτελεῖς ταύτῃ κατελείφθησαν,
12. ὅμοιοι φυλαχθέντες τοῖς τῶν ἄλλων ἔτι
13. κυουμένων. ἔστι γὰρ δὴ τῶν ἐν τοῖς ζώοις φύσεων, ὡς
14. Ἀριστοτέλης ἐπὶ πλεῖστον ἐδείκνυεν, οὐ σμικρὰ διαφορά. τὰ
15. μέν γε πρῶτον ἀποκεχώρηκε τῶν φυτῶν, καὶ ἔστιν ἁπάντων
16. ζώων ἀτελέστατα, μίαν αἴσθησιν ἔχοντα τὴν ἁφὴν, οἷα δὴ
17. τὰ πλεῖστα τῶν ὀστρέων ἐστὶν, οἷς οὐ μόνον αἰσθήσεως
1. ὄργανον οὐδὲν, ἀλλ’ ἔστιν ὀλίγου δεῖν φυτά. τούτων δ’
2. ἐπὶ πλέον ἀφέστηκεν, ὅσα γεύεσθαι πέφυκε, καὶ τούτων
3. ἔτι μᾶλλον, οἷς καὶ τὸ τῶν ὀσμῶν ὄργανον ἐγένετο,
4. καὶ πολὺ δὴ τούτων ἔτι μᾶλλον, οἷς καὶ τὸ τῆς ἀκοῆς.
5. ἐγγὺς δ’ ἥκει τῶν τελέων, οἷς καὶ ταῦτα καὶ τὸ τῆς ὄψεως
6. ὄργανον ὑπάρχει. τοιοῦτοι μὲν δὴ καὶ οἱ ἰχθύες, ἀλλ’ οὔτε
7. πόδες εἰσὶ τούτοις γε, οὔτε χεῖρες. ἀλλὰ λέοντές τε καὶ
8. κύνες οὐ μόνον πόδας, ἀλλὰ καὶ οἷον χεῖρας ἐκτήσαντο,
9. καὶ τούτων ἔτι μᾶλλον ἄρκτοι τε καὶ πίθηκοι. τελέα δὲ
10. χεὶρ ἤδη μόνοις τοῖς ἀνθρώποις ἐστὶν, ὥσπερ γε καὶ ὁ χρησόμενος
11. αὐτῇ λογισμὸς, οὗ θειότερον οὐδὲν ἐγγίνεται ζώῳ
12. θνητῷ. καθάπερ οὖν ἄνθρωπος ἁπάντων ζώων ἐστὶ τὸ τελεώτατον,
13. οὕτως ἐν αὐτῷ τούτῳ πάλιν ἀνὴρ γυναικός. ἡ δ’
14. αἰτία τῆς τελειότητος ἡ τῆς θερμότητος ὑπεροχὴ, τοῦτο
15. γάρ ἐστι πρῶτον ὄργανον τῆς φύσεως. ἐν οἷς οὖν ἐλλιπέστερον,
16. ἐν τούτοις ἀναγκαῖον ἀτελέστερον εἶναι καὶ τὸ δημιούργημα.
17. οὔκουν θαυμαστὸν οὐδὲν, εἰ τὸ θῆλυ τοῦ ἄῤῥενος 
1. εἰς τοσοῦτον ἀτελέστερον, εἰς ὅσον ψυχρότερον. ὥσπερ οὖν
2. ἀτελεῖς ἔσχεν ὀφθαλμοὺς ὁ ἀσπάλαξ, οὐ μὴν οὕτω γε ἀτελεῖς,
3. ὡς οἷς οὐδ’ ὅλως ἐστὶ ζώοις οὐδ’ ὑπογραφή τις αὐτῶν,
4. οὕτω καὶ γυνὴ τοῖς γεννητικοῖς μορίοις ἀνδρὸς ἀτελεστέρα·
5. διεπλάσθη μὲν γὰρ ἔνδον, αὐτῆς ἔτι κυουμένης, τὰ
6. μόρια, προκύψαι δὲ καὶ ἀνατεῖλαι πρὸς τοὐκτὸς ἀῤῥωστίᾳ
7. θερμότητος οὐ δυνάμενα τὸ μὲν διαπλαττόμενον αὐτὸ ζῶον
8. ἀτελέστερον ἀπειργάσατο τοῦ πάντη τελείου, τῷ δ’ ὅλῳ γένει
9. χρείαν οὐ σμικρὰν παρέσχεν, ἔδει γὰρ εἶναί τι καὶ θῆλυ.
10. μὴ γὰρ δὴ νομίσῃς, ὡς ἑκὼν ἄν ποτε τὸ ἥμισυ μέρος
11. ὅλου τοῦ γένους ἡμῶν ὁ δημιουργὸς ἀτελὲς ἀπειργάσατο καὶ
12. οἷον ἀνάπηρον, εἰ μή τις κᾀκ τούτου τοῦ πηρώματος ἔμελλεν
13. ἔσεσθαι χρεία μεγάλη. τίς οὖν ἥδε, καὶ δὴ λέγωμεν. τὸ κυούμενον
14. εἴς τε τὴν πρώτην σύστασιν, εἴς τε τὴν ἑξῆς ἅπασαν
15. αὔξησιν ὕλης δεῖται δαψιλοῦς. ὥστ’ ἀναγκαῖον αὐτὸ δυοῖν
16. θάτερον ἢ ἀφαρπάζειν αὐτῆς τῆς κυούσης τὴν τροφὴν, ἢ
1. περιττεύουσαν λαμβάνειν. ἀλλὰ τὸ μὲν ἀφαρπάζειν οὐ βέλτιον
2. ἦν τὸ γεννώμενον, τὸ δὲ περιττεύουσαν λαμβάνειν
3. ἀδύνατον, εἰ θερμὸν ἀκριβῶς ἦν τὸ θῆλυ, διεφόρησε γὰρ
4. ἂν οὕτω γε καὶ ῥᾳδίως ἐξίκμασε. ψυχρότερον οὖν αὐτὸ γενέσθαι
5. βέλτιον ἦν εἰς τοσοῦτον, εἰς ὅσον, ἣν ἔπεψε καὶ κατειργάσατο
6. τροφὴν, μὴ πᾶσαν δύνασθαι διαφορεῖν. τὸ γὰρ
7. ἐπὶ πλέον ψυχρὸν οὐδὲ πέπτειν ἱκανὸν, τὸ δ’ αὖ τελέως
8. θερμὸν, ὥσπερ πέπτειν, οὕτω καὶ διαφορεῖν ἰσχυρόν. ὅπερ
9. ἂν οὖν ἀπολείπηται μὴ πάνυ πολλῷ τοῦ τελέως θερμοῦ,
10. καὶ πέπτειν ἱκανόν ἐστιν, ὡς ἂν μηκέτι ψυχρὸν ὂν, καὶ
11. καταλείπειν τι περιττὸν, ὡς ἂν οὐχ οὕτω σφοδρῶς ὑπάρχον
12. θερμόν. αὕτη μὲν ἡ χρεία τῆς τοῦ θήλεος ψυχρότητος.
13. εὐθὺς δ’ ἀκολουθήσειν ἔμελλεν αὐτῇ καὶ τὸ τῶν μορίων
14. ἀτελὲς, ἀῤῥωστίᾳ θερμότητος ἀδυνατησάντων ἀνακύψαι
15. πρὸς τἀκτὸς, ἕτερόν τι τοῦτο καὶ μέγιστον ἀγαθὸν εἰς τὴν
16. τοῦ γένους διαδοχήν. καὶ γὰρ, εἴπερ ἐκτὸς ἀνέσχεν, ὄσχεος
17. ἂν ἐγένετο. τοῦτο ἔνδον μεῖναν ἡ τῶν ὑστερῶν φύσις ἀπετελέσθη,
18. δέξασθαι καὶ κατασχεῖν σπέρμα, καὶ θρέψαι καὶ
1. τελειῶσαι τὸ κυούμενον ἐπιτήδειον ὄργανον. εὐθὺς δὲ δήπου
2. καὶ τοὺς ὄρχεις ἔμελλε τὸ θῆλυ μικροτέρους τε καὶ ἀτελεστέρους
3. ἴσχειν, καὶ τὸ σπέρμα τὸ κατ’ αὐτοὺς γεννηθησόμενον
4. ἔλαττόν τε καὶ ψυχρότερον καὶ ὑγρότερον· ἕπεται
5. γὰρ οὖν καὶ ταῦτ’ ἐξ ἀνάγκης ἐνδείᾳ θερμότητος. οὔκουν
6. ἱκανὸν ἔμελλεν ἔσεσθαι τὸ τοιοῦτον σπέρμα γεννᾷν ζῶον.
7. ἀλλὰ τοῦτο μέν ἐστι χρήσιμον, οὐδὲ γὰρ οὐδ’ αὐτὸ μάτην
8. ἐγένετο, καὶ τοῦτο προϊὼν ὁ λόγος ἐξηγήσεται. τὸ δ’ ἄῤῥεν
9. εἰς ὅσον ἐστὶ θερμότερον, εἰς τοσοῦτον καὶ οἱ ὄρχεις αὐτοῦ
10. μείζους ἀπετελέσθησαν. ἡ δ’ ἐν αὐτοῖς τοῦ σπέρματος γένεσις,
11. εἰς ἄκρον ἥκουσα πέψεως, ἀρχὴ δραστικὴ ζώου γέγονεν.
12. ἐκ μιᾶς οὖν ἀρχῆς σοφῶς ἐξευρημένης τῷ δημιουργῷ,
13. καθ’ ἣν ἀτελέστερον ἐγένετο τοῦ ἄῤῥενος τὸ θῆλυ, πάντ’
14. ἐξεβλάστησε τὰ πρὸς τὴν τοῦ ζώου γένεσιν χρηστὰ, τό τε
15. μὴ δυνηθῆναι πρὸς τοὐκτὸς ἐκπεσεῖν τὰ τοῦ θήλεος μόρια,
16. τό τε περίττωμα τροφῆς χρηστῆς ἀθροίζειν αὐτὸ, καὶ σπέρμα
17. σχεῖν ἀτελὲς, καὶ κοῖλον ὄργανον εἰς ὑποδοχὴν τοῦ τελείου
18. σπέρματος, τό τε ἐν τοῖς ἄῤῥεσιν, ἁπάντων τῶν ἐναντίων
1. γενομένων, αἰδοῖόν τε πρόμηκες ἀποτελεσθῆναι, πρός τε
2. τὴν ἀφροδίσιον ὁμιλίαν καὶ πρὸς τὴν τοῦ σπέρματος ἔκκρισιν
3. ἐπιτηδειότατον, αὐτό τε τὸ σπέρμα πολὺ καὶ παχὺ
4. καὶ θερμὸν ἀπεργασθῆναι.

Cliquer un n° de page pour en afficher l’image