Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 14.7, ed. Kühn, 1822, vol. 4, p. 165-175. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.7

5. Μὴ τοίνυν νόμιζε κατ’ ἄλλους μέν τινας
6. λόγους κινεῖσθαι τὸ σπέρμα πρὸς τὴν τῶν ἀῤῥένων ζώων
7. γένεσιν, κατ’ ἄλλους δὲ πρὸς τὴν τῶν θήλεων· οὕτως μὲν
8. γὰρ οὐδ’ ἂν ὁμοειδοῦς τινος ἀρχὴ γίνοιτο ζώου, τοῖς λόγοις
9. ὅλοις τῆς κινήσεως ὑπαλλαττόμενον. ἀλλ’, ὡς εἴρηται νῦν,
10. τὸ μὲν ἀτελέστερον ἐν τῇ κινήσει θῆλυ, τὸ δὲ τελεώτερον
11. ἄῤῥεν γίνεται. τοῦ δ’ ἀτελέστερον ἢ τελεώτερον
12. κινεῖσθαι τὴν κατὰ τὸ ψυχρὸν καὶ θερμὸν ἀνισότητα
13. δεόντως ἄν τις αἰτιάσαιτο, καὶ πρὸς μίαν ἀρχὴν ταύτην,
14. εἴπερ ἀκριβῶς ἐστι φυσικὸς, ἅπαντα τὰ κατὰ μέρος ἀνάγοι.
15. πῶς οὖν αὐτὴν ταύτην τὴν ἀρχὴν οἷόν τε τοῖς κυουμένοις
16. ἐγγίγνεσθαι; τοῖς μὲν γὰρ καὶ τὸ θῆλυ νομίζουσι γόνιμον
17. σπερμαίνειν, ὅταν αἱ κατ’ ἐκεῖνο κινήσεις ἐγκρατέστεραι γένωνται
18. τῶν κατὰ τὸ ἄῤῥεν, οὐδὲν θαυμαστὸν εἶναι δοκεῖ
1. θῆλυ γίνεσθαι τὸ κυούμενον. ἀλλὰ πρῶτον μὲν οὐ συνίασιν
2. οὗτοι δύο κινήσεων ἀρχὰς ποιοῦντες ἀλλήλαις μαχομένας.
3. εἰ γὰρ καὶ ὅτι μάλιστα κινήσεως ἀρχὴν ἔχει τὸ τοῦ θήλεος
4. σπέρμα, πάντως δήπου τῆς αὐτῆς ἔχει τῷ ἄῤῥενι, καὶ δεῖται
5. κεράννυσθαί τε πρὸς αὐτὰ καὶ ἐνεργεῖν τοῦ λοιποῦ.
6. ἢ εἴπερ μὴ δεῖται, τί κωλύσει τὸ θῆλυ μόνον εἰς αὑτὸ
7. σπερμαῖνον οὕτω τελεσφορεῖν τὸ κύημα; καὶ μὴν οὐ φαίνεται
8. τοῦτο. δῆλον οὖν, ὡς χρῄζει πάντως τοῦ ἄῤῥενος·
9. ἀλλ’ εἰ χρῄζει, κεράννυταί τ’ ἐξ ἀνάγκης αὐτῷ καὶ μία σύμφυτος
10. ἐξ ἀμφοῖν γίνεται κίνησις. οὐ γὰρ ἐνδέχεται, τὸ μὲν
11. ἄλλως, τὸ δὲ ἄλλως κινούμενον, εἰς ἑνὸς ζώου γένεσιν συντελεῖν.
12. ὅλως δὲ τὸ νομίζειν, ἄλλην τινὰ τοῦ θήλεος ὑπάρχειν
13. σπέρματος ὁδὸν καὶ τάξιν κινήσεως, ἄλλην δὲ τοῦ
14. ἄῤῥενος, ἀγυμνάστων ἐστὶν ἀνθρώπων ἐν τοῖς περὶ φύσεως
15. λογισμοῖς. εἴτε γὰρ αὐτὸ τὸ σπέρμα τοῦ θήλεος, εἴτε καὶ
16. τὸ κατιὸν εἰς τὰς μήτρας αἷμα κινήσεως ἀρχήν τινα συνεισφέροιτο, 
1. τῆς αὐτῆς δήπουθεν ἀκριβῶς, ἧσπερ καὶ τῷ τοῦ
2. ἄῤῥενος σπέρματι, μέτεστι κινήσεως. ἔστι δὲ δὴ τοῦτο
3. κᾀπὶ τῶν ἀλεκτορίδων εὔδηλον. κυΐσκονται γὰρ αὗται τὰ
4. ὑπηνέμια καλούμενα τῶν ὠῶν ἄνευ τῆς πρὸς τοὺς ἄῤῥενας
5. ὁμιλίας, οἷς ὅτι μὲν ἐνδεῖ τι πρὸς τὸ τέλεον, ἐκ τοῦ μὴ
6. δύνασθαι ζῶα ἐξ αὐτῶν γεννηθῆναι δηλοῦται. τὴν γοῦν
7. ἰδέαν ὅτι σύμπασαν ἔχει κᾀνταῦθα, οἵαν περ καὶ τὰ λοιπὰ
8. τῶν ὠῶν, ἐναργῶς φαίνεται· μόνη γὰρ ἡ παρὰ τοῦ ἄρσενος
9. αὐτοῖς ἐνδεῖ θερμότης εἰς τελειότητα. ἀλλὰ τοῦτό γε
10. τοῖς πεζοῖς ζώοις ἀδύνατον ὑπάρξαι. πάντα γὰρ ὑγρότερα
11. μακρῷ τῶν πτηνῶν ὄντα, παντάπασιν ἀσθενὲς ἔχει τοῦ
12. θήλεος τὸ σῶμα, καὶ ἀδύνατον εἰς τοσοῦτο προβῆναι κινήσεως,
13. ὡς μορφὴν τεχνικὴν ἐπιθεῖναι τῷ κυήματι. μόνον
14. δ’ εἴτι ξηρὸν τὴν κρᾶσιν ἱκανῶς ἐστι γένος ζώου, τὸ περιττὸν
15. τῆς ψυχρᾶς ἰκμάδος ἐν τῷ τοῦ θήλεος σπέρματι
16. δαπανῆσαι δυνάμενον ἄχρι τινὸς, οἷόν τε τοῦτο χωρὶς τοῦ
17. ἄῤῥενος ἐργάσασθαι κύημα τοιοῦτον, οἷον ἐν ἐκείνοις
18. ἐστὶ τοῖς ζώοις ὠόν. ἀλλ’ ἔν γε τοῖς πεζοῖς ζώοις ἀνάλογον
1. ὠῷ τί ἂν εὕροιμεν ἄλλο γε ἢ τὴν ὀνομαζομένην ὑπὸ τῶν
2. ἰατρῶν κύησιν μὲν μύλης, ἣ δὴ σάρξ ἐστιν ἀργὴ καὶ ἀδιάπλαστος;
3. εἰ τοίνυν ἄχρι τοσούτου βούλονται προϊέναι τὸ
4. τοῦ θήλεος σπέρμα, πρῶτον μὲν, ὅτι βραχὺ νέμουσιν αὐτῷ
5. τεχνικῆς ἐνεργείας, ὅπερ ἂν ἴσως ὑπάρξειε καὶ μόνῳ τῷ καταμηνίῳ,
6. πρόδηλον παντί· δεύτερον δ’, ὅτι μηδ’ ἀληθεύουσι
7. περὶ τὴν τῶν γινομένων ἱστορίαν. οὐ γὰρ, ὥσπερ ὄρνιθες
8. ἄνευ τῶν ἀῤῥένων ὠὰ τίκτουσιν, οὕτως ὤφθη ποτὲ γυνὴ
9. χωρὶς ἀνδρὸς κυήσασα. βέλτιον οὖν ἀρχὴν μὲν κινητικὴν
10. ὑποτίθεσθαι τὸ τοῦ ἄῤῥενος σπέρμα, συντελεῖν δ’ αὐτῷ
11. τι πρὸς τὴν τοῦ ζώου γένεσιν ὑπολαμβάνειν τὸ τοῦ θήλεος.
12. ὅσον δέ τι τοῦτο ἐστὶν, ὃ συντελεῖ, μικρὸν ὕστερον ἐρῶ,
13. πρότερόν γε συμπερανάμενος ἅπαντα τὸν ἐνεστηκότα λόγον.
14. ἐκ γὰρ τῆς μιᾶς ἀρχῆς ταύτης οὐκ εὐθὺ μὲν ἅμα
15. τῷ καταβληθῆναι τὸ σπέρμα καὶ μέχρι παμπόλλου γε χρόνου,
16. μάθοις ἂν ἐξ αὐτῶν τῶν ἀνατομικῶν, ὡς οὔπω διαπέπλασται
17. τῶν αἰδοίων οὐδέτερον, οὐδ’ ἔστι δῆλον, οὔτ’
1. εἰ ἄῤῥεν ἐστὶν αὐτὸ τὸ κυούμενον, οὔτ’ εἰ θῆλυ, χρόνῳ δ’
2. ὕστερον φωρᾶταί τε καὶ κατάδηλον γίνεται, τὴν αἰτίαν
3. τοῦ τοιοῦτον γίνεσθαι, τὴν μὲν ἐξ αὐτοῦ τοῦ σπέρματος
4. ἔχον, τὴν δὲ ἐκ τῆς μητρὸς ἐπισπώμενον. ὅπως δ’ ἑκάτερον
5. αὐτῶν τὴν μὲν ἐξ ἀρχῆς εὐθὺς ἴσχει, τὴν δ’ ὕστερον
6. λαμβάνει, δοκῶ μοι δείξειν οὐ λόγοις πιθανοῖς, ἀλλ’ ἐναργέσιν
7. ἀποδείξεσιν ἐκ τῶν ἀνατομικῶν εὑρισκομέναις, ἐξ ὧν
8. οἶδ’ ὅτι θαυμαστή τίς σοι φανεῖται τέχνη τῆς φύσεως, εἰ
9. προσέχοις τῷ λόγῳ τὸν νοῦν. ἡ γάρ τοι κοίλη φλὲψ, ἵνα
10. πρῶτον ἐκφυομένη τοῦ ἥπατος ἔτι μετέωρος ἐπὶ τὴν ῥάχιν
11. κάμπτεται, τὸν δεξιὸν ἔχει νεφρὸν ἐκ τῶν δεξιῶν ἑαυτῆς
12. μερῶν παρακείμενον, εἶτ’ ἐφεξῆς ὑποκάτω σμικρὸν ἐκ τῶν
13. ἀριστερῶν αὖ μερῶν τὸν ἀριστερόν. ἔκφυσις δ’ ἐξ αὐτῆς
14. εἰς ἑκάτερον τῶν νεφρῶν ἐστιν ἀγγείου μεγίστου φλεβώδους·
15. καὶ μέν γε καὶ τούτων ἑκατέρου κάτωθεν ἑτέρων ἀγγείων
16. ὁρᾶται ζεῦγος ὁμοίως μεγάλων, ἐκ μὲν τῆς μεγίστης ἀρτηρίας
17. τῆς ἐπικειμένης τῇ ῥάχει φερόμενον, ὁμοίως δὲ ταῖς
18. φλεψὶν εἰς τοὺς νεφροὺς ἐμφυόμενον. ἅτε δὲ τοῦ μὲν
1. δεξιοῦ νεφροῦ πλησίον κειμένου τῷ ἥπατι, τοῦ δ’ ἀριστεροῦ
2. κατωτέρω, μόνοις τοῖς εἰς τοὺς νεφροὺς ἐμφυομένοις ἀγγείοις
3. ἴδιόν τι συμβέβηκεν ἐξαίρετον, οἷον οὐκ ἄλλοις τισὶν οὔτε
4. τῶν ἀπὸ τῆς φλεβὸς τῆς κοίλης ὁρμωμένων, οὔτε τῶν ἀπὸ
5. τῆς μεγάλης ἀρτηρίας. ἐκεῖνα μὲν γὰρ ἅπαντα κατὰ συζυγίαν
6. ἐκφύεται τῶν αὐτῶν τόπων ἑκατέρου τῶν ἀγγείων· αἱ
7. δ’ εἰς τοὺς νεφροὺς ἔχουσαι φλέβες καὶ ἀρτηρίαι τὴν ἐκ
8. τῶν μεγάλων ἀγγείων ἔκφυσιν οὐκ ἐκ τῶν αὐτῶν πεποίηνται
9. τόπων, ἀλλ’ ὅσον ὁ δεξιὸς νεφρὸς ὑψηλότερός ἐστι θατέρου,
10. τοσοῦτον καὶ ἡ τῶν εἰς αὐτὸν ἀγγείων ἔκφυσις ὑψηλοτέρα
11. τῆς εἰς τὸν ἕτερόν ἐστιν. ἐπεὶ τοίνυν ἐφεξῆς τούτων
12. ἐπὶ τὰ γεννητικὰ μόρια ζεῦγος ἀρτηριῶν τε καὶ φλεβῶν
13. φέρεται, τῶν αὐτῶν μερῶν ἀφορμᾶσθαι δυνάμενον· οὐ γὰρ
14. ἔτι τὸ μὲν αὐτῶν εἰς ὑψηλὸν ἀφικνεῖται, τὸ δ’ εἰς ταπεινὸν
15. ὄργανον, ἀλλ’ ἥ τε ἀριστερὰ μήτρα τὴν αὐτὴν ἔχει θέσιν
16. τῇ δεξιᾷ, καὶ τῶν ὄρχεων ἑκάτερος ὡσαύτως τέτακται·
17. διὰ τί οὖν εἰς αὐτὰ φερομένων ἀγγείων τὰ μὲν εἴς τε τὴν
18. δεξιὰν μήτραν καὶ τὸν ταύτῃ ὄρχιν ἰόντα τῶν μεγάλων
1. ἀγγείων αὐτῶν ἀφώρμηται τῶν ἐπὶ ῥάχιν, φλὲψ μὲν ἀπὸ τῆς
2. κοίλης φλεβὸς, ἀρτηρία δ’ ἀπὸ τῆς μεγάλης ἀρτηρίας, ὅσα δ’
3. εἰς τὸν ἀριστερὸν ὄρχιν ἐπὶ τῶν ἀῤῥένων, ἢ τὴν ταύτῃ μήτραν
4. ἐπὶ τῶν γυναικῶν ἀφικνεῖται, (δύο δέ ἐστιν καὶ ταῦτα, μία μὲν
5. ἀρτηρία, μία δὲ φλὲψ,) οὐκέτ’ ἐξ αὐτῶν τῶν μεγάλων ἀγγείων,
6. ἀλλ’ ἐκ τῶν ἐπὶ τοὺς νεφροὺς φερομένων ἀφώρμηται; δῆλον οὖν,
7. ὡς ἀκάθαρτον ἔτι καὶ περιττωματικὸν καὶ ὑγρὸν καὶ ὀῤῥῶδες
8. ὅ τε ἀριστερὸς ὄρχις ἐπὶ τῶν ἀῤῥένων, ἥ τ’ ἀριστερὰ μήτρα
9. ταῖς γυναιξὶ δέχονται τὸ αἷμα, κᾀκ τούτου συμβαίνει καὶ
10. αὐτοῖς τοῖς δεχομένοις ὀργάνοις οὐχ ὁμοίοις γίνεσθαι τὴν
11. κρᾶσιν. ὡς γὰρ τὸ καθαρὸν αἷμα θερμότερον τοῦ περιττωματικοῦ,
12. οὕτω καὶ τὰ πρὸς αὐτοῦ τρεφόμενα μόρια τὰ
13. δεξιὰ θερμότερα τῶν ἀριστερῶν ἀποτελεῖται. καίτοι καὶ
14. τῆς φύσεως ταῦτ’ ἐξ ἀρχῆς ἐπλεονέκτει· δέδεικται γὰρ καὶ
15. τοῦθ’ ἡμῖν πολλάκις ὑφ’ Ἱπποκράτους ὀρθῶς εἰρημένον, ὡς
16. τὰ κατ’ εὐθὺ κείμενα μόρια πλέον ἀλλήλων ἀπολαύειν
17. ἀνάγκη. μὴ τοίνυν ἔτι θαυμάσῃς, εἰ τῶν τε μητρῶν ἡ 
1. δεξιὰ καὶ τῶν ὄρχεων ὁ ταύτῃ κείμενος οὐ μόνον τῷ τρέφεσθαι
2. διαφερόντως, ἀλλὰ καὶ τῷ κατ’ εὐθὺ τετάχθαι τοῦ
3. ἥπατος ἱκανῶς ἐστι τῶν ἀριστερῶν θερμότερος. καὶ
4. μὴν εἴπερ τοῦτο ἀποδέδεικται, συνεχωρεῖτο δ’ εἶναι τὸ ἄῤῥεν
5. τοῦ θήλεος θερμότερον, οὐδὲν ἄλογον ἔτι, τὰ μὲν δεξιὰ
6. μόρια τῶν ἀῤῥένων εἶναι γεννητικὰ, τὰ δ’ ἀριστερὰ τῶν
7. θήλεων. οὕτως οὖν κᾀκεῖνα πρὸς Ἱπποκράτους ἐλέγετο·
8. Τράγος ὁπότερον ἂν φανῇ ἔξω, ὄρχις δεξιὸς ἄῤῥεν, ἀριστερὸς
9. θῆλυ. ὁπόταν γὰρ πρῶτον ἐξαίρηται τὰ γεννητικὰ μόρια,
10. καὶ μεταβάλλῃ πως ἐπὶ τὸ τραχύτερόν τε καὶ βαρύτερον
11. ἡ φωνὴ, (τοῦτο γὰρ τὸ τραγᾷν ἐστι,) τότε παραφυλάττειν
12. ὁ Ἱπποκράτης κελεύει, πότερον τῶν μορίων ἐστὶν ἰσχυρότερον·
13. τὰ γὰρ ἀνοιδισκόμενα πρότερον καὶ πλεονεκτοῦντα
14. κατὰ τὴν αὔξησιν, ἐκεῖνα δήπουθέν ἐστι τὰ ἰσχυρότερα.
15. διορίσασθαι δὲ χρὴ κᾀνταῦθα πρὸς τὸ μηδὲν ἐν τῷ λόγῳ
16. παρακούειν, ὡς διχῶς ἰσχυρότερόν τε καὶ ἀσθενέστερον
17. ἕτερον ἑτέρου μόριον εἶναι λέγεται, τὸ μὲν ἁπλῶς καὶ φύσει
18. καθ’ ὅλον τὸ γένος, τὸ δ’ ἐν τῇδέ τινι ζώου ἀτόμου συμπήξει.
1. καρδία μὲν γὰρ ἥπατος, καὶ ἀρτηρίαι φλεβῶν, καὶ
2. νεῦρα σαρκῶν, ἅπαντά τε τὰ δεξιὰ τῶν ἀριστερῶν ἰσχυρότερα
3. κατὰ πάντων τῶν ζώων ἐστὶ τὰ γένη· Δίωνι δ’, εἰ
4. τύχῃ, καὶ Θέωνι δυνατὸν ἐστὶ τὸ δεξιὸν ἥμισυ τῆς κεφαλῆς,
5. ἢ τὸν ταύτῃ τεταγμένον ὀφθαλμὸν ἀσθενέστερον γενέσθαι
6. θατέρου. κατὰ δὴ τὸν αὐτὸν τρόπον καὶ τῶν ὄρχεων
7. ἁπλῶς μὲν ὁ δεξιὸς ἰσχυρότερος, ἰδίως δὲ τῷδέ τινι
8. γένοιτ’ ἂν ὁ ἀριστερός. καὶ γὰρ οὖν καὶ κιρσωδέστερος ὁ
9. ἀριστερὸς τοῦ δεξιοῦ τὰ πολλὰ, καὶ διὰ τοῦτο κεχάλασται
10. μᾶλλον ὁ ἀμφ’ αὐτὸν ὄσχεος. ἀλλ’ εὕροις ἂν καὶ τοὐναντίον
11. ἐν οὐκ ὀλίγοις, ἀῤῥωστήματός τινος ἐν τῇ πρώτῃ συμπήξει
12. περὶ τὸν δεξιὸν ὄρχιν ὑπαντήσαντος. ἐν τούτοις οὖν
13. ὁ ἀριστερὸς ἰσχυρότερος. ἀλλὰ κᾀπειδὰν ὁ δεξιὸς νεφρὸς
14. ἐγγὺς ᾖ τῇ θέσει θατέρῳ, (γίνεται γάρ ποτε καὶ τοῦτο σπανίως,)
15. εὑρίσκεται τηνικαῦτα τῶν εἰς αὐτὸν ἐμφυομένων ἀγγείων
16. ἀποβλαστήματα, τὰ μὲν εἰς τὸν δεξιὸν ὄρχιν ἐπὶ τῶν ἀῤῥένων,
17. τὰ δ’ εἰς τὴν ταύτῃ μήτραν ἐπὶ τῶν θηλειῶν φερόμενα.
18. καθ’ ὅλου τοίνυν φάναι, πᾶν ὁτιοῦν ἐν τῷ ζώῳ
1. μόριον, ἐπειδὰν ἐν τῇ πρώτῃ διαπλάσει βραχύ τι κατ’ αὐτὸ
2. πλημμεληθῇ, νοσωδέστερόν τε καὶ ἀσθενέστερον ἐν πάσῃ
3. γίνεται τῇ ζωῇ. τῆς δὲ τοιαύτης πλημμελείας ἥ τε πρώτη
4. συνουσία τοῦ ἄῤῥενος πρὸς τὸ θῆλυ, μὴ κατὰ τὸν προσήκοντα
5. γενομένη καιρὸν, ἥ τε μετὰ ταῦτα τῆς κυούσης δίαιτα
6. τὴν αἰτίαν ἔχει. ταῦτα μὲν οὖν δὴ τόπος ἕτερος. ὁ δ’
7. ὄρχις ὁ δεξιὸς ὅταν ἀσθενέστερος ἀπεργασθῇ θατέρου,
8. πρότερος ἐπισημαίνει κατὰ τὸν καλούμενον τράγον ὁ ἀριστερός.
9. κᾀν τῷδε τεκμαίρεσθαι τὸ ζῶον τοῦτο θηλυγόνον
10. ὑπάρχειν, ὥσπερ, εἰ καὶ κατὰ φύσιν αὐτὸς μένοι, πρότερόν
11. τ’ ἂν ἐξαίροιτο κατὰ τὸν τράγον ὁ δεξιὸς, ἀῤῥενογόνον τ’
12. ἂν ἐκεῖνο γίνοιτο τὸ ζῶον, ὅσον ἐφ’ ἑαυτοῦ. προϊούσης γὰρ
13. δὴ τῆς ἀπὸ τοῦ θήλεος ἀρχῆς, ἐνδέχεταί ποτε, τὸ μὲν
14. θηλυγόνον σπέρμα θερμανθὲν ὑπὸ τῆς δεξιᾶς μήτρας ἄῤῥεν
15. ἀπεργάσασθαι τὸ κύημα, τὸ δ’ ἀῤῥενογόνον ὑπὸ τῆς
16. ἀριστερᾶς ἐμψυχθὲν εἰς τοὐναντίον μεταπεσεῖν. ἀτρέμα
17. μὲν γὰρ ψυχροτέρου τοῦ σπέρματος ὑπάρχοντος, ἐπὶ πλέον
1. δὲ θερμῆς τῆς μήτρας, οὐδὲν θαυμαστὸν ἐξ ἐκείνης αὐτῷ
2. προστεθῆναι τὸ λεῖπον. εἰ δ’ ἐπιπλέον εἴη κατεψυγμένον,
3. εἶτ’ εἰς παρηβῶντος ζώου μήτραν ἐμπέσοι δεξιὰν, οὐδὲν ἂν
4. ὑπ’ αὐτῆς ὠφεληθείη. τῷ τοίνυν διττὴν μὲν ἀρχὴν εἶναι τῆς
5. τῶν ἀῤῥένων γενέσεως, ἐν μὲν ταῖς θήλεσι τὴν δεξιὰν μήτραν,
6. ἐν δὲ τοῖς ἄῤῥεσι τὸν δεξιὸν ὄρχιν, ἰσχυροτέραν δ’ ὡς
7. τὰ πολλὰ γίνεσθαι τὴν μήτραν ἐξομοιοῦν ἑαυτῇ τὸ κυούμενον,
8. ὡς ἂν καὶ χρόνῳ πλέονι πλησιάζουσαν, εὐλόγως ὡς
9. ἐπὶ τὸ πολὺ τὰ μὲν ἄῤῥενα τῶν ἐμβρύων ἐν ταύτῃ, τὰ δὲ
10. θήλεα κατὰ τὴν ἀριστερὰν εὑρίσκεται. καὶ γὰρ οὖν
11. καὶ ἥδε τὰ πολλὰ μὲν ἑαυτῇ συνεξομοιοῖ τὸ σπέρμα, δύναιτο
12. δ’ ἂν καὶ νικηθεῖσά ποτε τῇ ῥώμῃ τῆς ἐν ἐκείνῳ
13. θερμότητος ἄῤῥεν ἀντὶ θήλεος ἐπιτρέψαι γενέσθαι τὸ
14. κύημα. ταῦτα μὲν δὴ σπάνια μεγάλης δεῖ τῆς ὑπεροχῆς.
15. ὡς τὰ πολλὰ δὲ τὸ μὲν ἄῤῥεν ἐν τῇ δεξιᾷ μήτρᾳ,
16. τὸ δὲ θῆλυ κατὰ τὴν ἀριστερὰν εὑρίσκεται, καὶ τούτων
17. αἰτία τῶν τρεφουσῶν τὰς μήτρας φλεβῶν ἡ ἀρχή.

Cliquer un n° de page pour en afficher l’image