Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 14.8, ed. Kühn, 1822, vol. 4, p. 176-179. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.8

1. Διὰ τί δὲ συμπάσχουσιν εἰς τοσοῦτον αὐταῖς
2. οἱ τιτθοὶ, τοῦτ’ ἤδη δίειμι· καὶ γὰρ οὖν καὶ αὐτὸ θαυμαστήν
3. τινα τῆς φύσεως ἐνδείξεται τὴν τέχνην. ἐπειδὴ γὰρ
4. εἰς ἑνὸς ὑπηρεσίαν ἔργου παρεσκεύασεν ἀμφότερα τὰ μόρια,
5. συνῆψεν αὐτὰ διὰ τῶν ἀγγείων, ἃ ἐν τοῖς περὶ τοῦ θώρακος
6. λόγοις ἐπὶ τοὺς τιτθοὺς ἐλέγομεν ἰέναι, φλέβας καὶ ἀρτηρίας
7. εἰς ὑποχόνδρια καὶ τὸ σύμπαν ὑπογάστριον καταγαγοῦσα,
8. κᾄπειτα συνάψασα ταῖς ἀπὸ τῶν κάτω μερῶν
9. ἀναφερομέναις, ἀφ’ ὧν ἐπί τε μήτραν καὶ ὄσχεον ἀφικνοῦνται
10. φλέβες. μόνα γὰρ δὴ ταῦτ’ ἐν τοῖς ζώοις ἀγγεῖα, τὰ
11. μὲν ἐκ τῶν ὑπὲρ τὰς φρένας χωρίων ὁρμηθέντα κάτω τοῦ
12. σώματος φέρεται, τὰ δ’ ἐκ τῶν κάτω ἄνω. μόνα γὰρ οὖν
13. δὴ καὶ τὰ προειρημένα μόρια συνῆφθαι δι’ ἀγγείων ἐχρῆν,
14. ἵν’, ὅταν μὲν ἐν ταῖς μήτραις αὐξάνηταί τε καὶ διαπλάττηται
15. τὸ ἔμβρυον, ἐκείνῳ μόνῳ τὴν ἐξ ἀμφοτέρων αἱ κοιναὶ φλέβες
16. ἐπάρδωσι τροφὴν, ὅταν δ’ ἀποκυηθὲν τύχῃ, τοῖς τιτθοῖς
17. αὖθις ἐπιῤῥέῃ σύμπασα. διὰ τοῦτο κατὰ τὸν αὐτὸν 
1. χρόνον οὐκ ἐνδέχεται τά τε καταμήνια φέρεσθαι καλῶς
2. καὶ θηλάζειν τὸ θῆλυ· ξηραίνεται γὰρ ἀεὶ τὸ ἕτερον μόριον
3. ὑπὸ τῆς ἐπὶ θάτερον ῥοπῆς τοῦ αἵματος. ἐπειδὴ γὰρ
4. τῷ πρὸ τῆς κυήσεως καιρῷ, καὶ ταῖς ἀκμαζούσαις τῶν γυναικῶν,
5. ὅσον ἀθροίζεται περιττὸν, ἐκκρίνει τοῦτο ἡ φύσις
6. ἐφ’ ἑκάστῳ μηνὶ διὰ τῶν εἰς τὰς μήτρας καθηκόντων ἀγγείων.
7. ἐπειδὰν δὲ κύωσιν, ἕλκει τὸ ἔμβρυον ἐξ αὐτῶν τὴν
8. τροφήν. αἱ δ’ ἄρα φλέβες αἱ τῇδε τηλικαῦται τό τ’ εὖρος
9. ὑπάρχουσι καὶ τὸ μῆκος, ὥστε κᾀκεῖνα τρέφειν ἀφθόνως,
10. καί τι περιττὸν ἀθροίζειν ἀεί. τοῦτ’ οὖν ὅταν ἐν ἅπαντι
11. τῷ χρόνῳ τῆς κυήσεως ἀθροιζόμενον, οἷον ἐν ταμείοις τισὶ
12. τροφῆς τοῖς κοινοῖς τούτοις ἀγγείοις, ἐξαίρῃ τε καὶ διατείνῃ
13. τελέως αὐτὰ, καὶ οἷον πλημμυρῇ, χώραν ἐπιζητεῖ μεταστάσεως.
14. ἔχει δ’ οὐδεμίαν ἄλλην ἢ τοὺς τιτθοὺς, εἰς ἣν ἅμα
15. μὲν αἱ φλέβες αὐτὸ διατεινόμεναι καὶ βαρυνόμεναι προπέμπουσιν,
16. ἅμα δ’ ὁ τῆς γαστρὸς ὅλης ὄγκος, ὁ διὰ τὴν
17. κύησιν ἐπιπέμπων τε καὶ θλίβων, ὠθεῖ πρὸς τὸ εἶκον.
18. οὕτω μὲν δὴ τὰ γάλακτα τῶν ἐπιμηνίων ἀδελφά φησιν
1. Ἱπποκράτης. οὕτω δὲ κᾀπειδὰν ἤδη κατὰ τὸ κυούμενον αὐτὸ
2. γένηταί τι πάθος, ὡς μηκέθ’ ἱκανὴν ἐπισπᾶσθαι τροφὴν,
3. ἢ καί τι περὶ τὸ σῶμα τῆς γυναικὸς ἁμάρτημα συμβῇ τοιοῦτον,
4. ὡς μηκέθ’ ἱκανὸν αὐτῷ παρασκευάζειν τὸ αἷμα,
5. συγχεῖται μὲν ἐν τούτῳ καὶ ταράττεται τῶν ἔργων τῆς φύσεως
6. ἡ τάξις, ἐναντία δ’ ἀνάγκη παθήματα καταλαμβάνειν
7. τοὺς τιτθοὺς, πληρουμένους μὲν γάλακτος πρὸ ὥρας ἐπὶ
8. ταῖς τῶν ἐμβρύων ἀῤῥωστίαις, ἰσχνοὺς δ’ ἐφεξῆς ἐπὶ ταῖς
9. τῶν ὑστερῶν ἐνδείαις γινομένους. οὕτω τοι καὶ Ἱπποκράτης
10. ἔλεγεν· Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαστῶν
11. πολὺ ῥυὲν ἀσθενέει τὸ ἔμβρυον· ὡς ἂν εἰς τοὺς μαστοὺς
12. δηλονότι τοῦ περιττοῦ πάντως ἀνιόντος, ὃ κατέλιπεν ἐν ταῖς
13. φλεψὶ τὸ κυούμενον, ἀδυνάτου ὑπ’ ἀσθενείας τοῦ ἐμβρύου,
14. ὅσον ἱκανὸν ἦν αὐτῷ πρὸς τὴν σύμμετρον θρέψιν, ἐπισπᾶσθαι.
15. ὅταν δ’ αὖ πάλιν εἴπῃ· Γυναικὶ ἐν γαστρὶ
16. ἐχούσῃ ἢν οἱ μαστοὶ ἰσχνοὶ γένωνται, ἐκτρώσεται· τὸ μὲν
17. ἔμβρυον ἰσχυρὸν εἶναι τηνικαῦτα νομίζειν χρὴ, τροφὴν δ’
1. οὐκ ἔχειν ἄφθονον, ὅθεν πρῶτον μὲν ἐκ τῶν κοινῶν πρὸς
2. τὰς ὑστέρας φλεβῶν ἐπισπᾶσθαι τὸ αἷμα, κᾀν τούτῳ τοὺς
3. μαστοὺς ἰσχνοὺς γίνεσθαι, μικρὸν ὕστερον δὲ ἐκτιτρώσκεσθαι,
4. παντάπασιν ἐπιλειπούσης αὐτῷ τῆς τροφῆς. ἀλλὰ
5. τὰ μὲν τοιαῦτα πάντα τῶν φυσικῶν ἐστι προβλημάτων ἀκολουθίᾳ
6. τινὶ πρὸς τὰ προκείμενα νῦν ἡμῖν εἰρημένα· τὸ δ’
7. ἴδιον αὐτῆς τῆς παρούσης διεξόδου ἦν τὴν χρείαν εἰπεῖν
8. τῆς τε πρὸς τοὺς τιτθοὺς κοινωνίας ταῖς ὑστέραις καὶ τῶν
9. εἴς τε τὸν ἀριστερὸν ὄρχιν καὶ τὴν ἀριστερὰν μήτραν ἰόντων
10. ἀγγείων ἀπὸ τῶν εἰς τὸν κατ’ εὐθὺ νεφρὸν ἐμπεφυκότων.
11. ἅπαντα γὰρ ταῦθ’ ἡ φύσις ἐμηχανήσατο, διττὴν ἀρχὴν γενέσεως
12. παρασκευάζουσα τοῖς ἐμβρύοις, ὡς τὸ μὲν ἄῤῥεν
13. αὐτῶν, τὸ δὲ θῆλυ γίνοιτο. καὶ περὶ μὲν τούτων ᾧδ’
14. ἔχει.

Cliquer un n° de page pour en afficher l’image