15. Διὰ τί δὲ μεγίστη μὲν ἡδονὴ τῇ χρήσει τῶν
16. γεννητικῶν ἔζευκται μορίων, ἐπιθυμία δ’ οἰστρώδης προηγεῖται
17. τῆς χρήσεως ἐν ἅπασι τοῖς ἀκμάζουσι ζώοις, ἑξῆς ἂν
18. εἴη λεκτέον, οὐ τὴν πρώτην ἔτι καὶ κυριωτάτην αἰτίαν
1. ἐξιχνεύουσιν, (εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις, ὡς ὑπὲρ
2. τοῦ διαμένειν ἄφθαρτον εἰσαεὶ τὸ γένος ἐμηχανήσατο τὰ
3. τοιαῦθ’ ἡ φύσις,) ἀλλὰ τὴν ἀπὸ τῆς ὕλης τε καὶ τῶν ὀργάνων.
4. οὐ γὰρ ἐκ τοῦ βουληθῆναι μόνον τοὺς διαπλάττοντας
5. ἡμᾶς θεοὺς ἢ σφοδρὰν ἐπιθυμίαν ἐγγίνεσθαι τῶν ἀφροδισίων,
6. ἢ σφοδρὰν ἡδονὴν ἐζεῦχθαι, τό τ’ ἐπιθυμεῖν καὶ τὸ
7. ἥδεσθαι τοῖς ζώοις ὑπῆρξεν, ἀλλ’ ἐκ τῆς ὕλης τε καὶ τῶν
8. ὀργάνων, ἐπιτηδείων εἰς αὐτὰ παρασκευασθέντων. αἱ γὰρ
9. ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων ἀρτηρίαι καὶ φλέβες
10. ἐπὶ τὰ γεννητικὰ μόρια φερόμεναι παρέρχονται μὲν τῶν
11. ὑστερῶν τὸν πυθμένα, τοῖς πλαγίοις δὲ αὐτῶν ἐπιβαίνουσαι
12. μέρεσι διχάζονται, κᾄπειτ’ ἐντεῦθεν ἡ μὲν ἑτέρα μοῖρα
13. πρὸς τοὺς ὄρχεις ἀποχωρεῖ τοῦ θήλεος ἐκ τῶν πλαγίων
14. καὶ αὐτοὺς προσκειμένους ταῖς μήτραις, ἡ δ’ ἑτέρα πρὸς
15. τὸν πυθμένα φερομένη πολυειδῶς εἰς αὐτὸν ἅπασα κατασχίζεται.
16. συνάπτει δ’ ἐνταῦθα τὰ πέρατα τῶν εἰς τὸν ἀριστερὸν
17. κόλπον τῆς μήτρας ἀγγείων πέρασι τῶν εἰς τὸν
1. δεξιὸν αὐτῆς κόλπον κατεσχισμένων, ὥστε καὶ τῆς ὀῤῥώδους
2. ὑγρότητος ἡ μετάληψις ἀμυδρὰ μὲν, ἀλλ’ ὅμως γίνεται
3. τῇ δεξιᾷ μήτρᾳ· χρεία γὰρ ἤδη καὶ ἔτι ἄλλη μεγίστη
4. παρὰ τὴν ἔμπροσθεν εἰρημένην ἔμελλεν ἔσεσθαι τῆσδε τῆς
5. ὑγρότητος, ὡς ἂν δριμύ τι καὶ δάκνον ἐχούσης, οὗ μάλιστ’
6. εἴδους ἔχει χυμὸν, ἐπεγείρειν τε πεφυκότος εἰς
7. τὴν τῶν μορίων χρῆσιν, ἡδονήν τε παρέχοντος ἐν ταῖς
8. ἐνεργείαις αὐτῶν. εἰ γὰρ δὴ μικρὰ καὶ φαῦλα μεγάλων
9. τε καὶ θαυμαστῶν ἔργων τῆς φύσεως παραδείγματα
10. χρὴ ποιήσασθαι τῷ λόγῳ σαφηνείας ἕνεκα, τοιοῦτόν τι
11. μοι νόει γινόμενον ἐπὶ τοῖς ὀῤῥώδεσι τούτοις χυμοῖς θερμαινομένοις,
12. οἷόν τι μάλιστα συμβαίνει πολλάκις ἀθροισθείσης
13. ὑπὸ τῷ δέρματι τοῦ ζώου δριμύτητος χυμῶν,
14. ἔπειτα γαργαλιζούσης καὶ κνῆσθαι προτρεπούσης ἡδυνούσης
15. τε κατὰ τὴν κίνησιν. ὅταν οὖν μὴ μόνον ὑγρότης
16. ἡ τοιαύτη κενοῦσθαι δεομένη, καὶ διὰ τοῦτ’ ἐπεγείρουσα,
17. καὶ κεντρίζουσα πρὸς τὴν ἔκκρισιν, ἀλλὰ
18. καὶ πνεῦμα πολὺ, καὶ θερμὸν ἀναπνεῦσαι ποθοῖ,
1. ἀμήχανόν τινα χρὴ νομίζειν τῆς ἡδονῆς εἶναι τὴν
2. ὑπεροχήν. ὅταν δὲ δὴ καὶ τὰ μόρια ταῦτα πολὺ τοῦ δέρματος
3. αἰσθητικώτερα πρὸς τῆς φύσεως ᾖ κατεσκευασμένα
4. διὰ τὴν αὐτὴν χρείαν, οὐ χρὴ θαυμάζειν ἔτι τὸ σφοδρότερον
5. οὔτε τῆς ἐγγινομένης αὐτοῖς ἐκεῖθεν ἡδονῆς, οὔτε
6. τῆς προηγουμένης ἐπιθυμίας αὐτῇ, καὶ τοῦ πολλάκις ἀπὸ
7. τῶν εἰς τὸν δεξιὸν νεφρὸν ἐμφυομένων ἀγγείων ἀποβλαστήματά
8. τινα φέρεσθαι πρὸς τὴν κατ’ ἰθὺ μήτραν ἡ αἰτία.
9. διττῆς γὰρ μελλούσης ἔσεσθαι χρείας τῶν ὀῤῥωδῶν τούτων
10. περιττωμάτων, προτέρας μὲν ὑπὲρ τοῦ τὴν ἐν τοῖς ἀριστεροῖς
11. μέρεσιν ἐπαύξεσθαι ψυχρότητα, δευτέραν δ’ ὑπὲρ τοῦ
12. τήν τ’ ἐπιθυμίαν ἰσχυρὰν καὶ τὴν ἡδονὴν σφοδρὰν ἐγγίνεσθαι
13. τῇ χρήσει τῶν ὀργάνων, ἡ μὲν προτέρα διὰ παντὸς
14. τοῖς ἀριστεροῖς, ἡ δευτέρα δὲ ἔστιν ὅτε τοῖς δεξιοῖς, διὰ
15. μακρῶν ἀγγείων ὑπάρχει. προσέρχεται δ’ εἰς τοῦτο καὶ
16. ἄλλη τις οὐ σμικρὰ βοήθεια παρὰ τῶν ἑκατέρωθεν τοῦ
17. τραχήλου τῆς κύστεως τεταγμένων ἀδενοειδῶν σωμάτων, ἐν
18. οἷς καὶ αὐτοῖς ὅμοιον μέν τι σπέρματι, λεπτότερον δ’ ἱκανῶς
1. ὑγρὸν ὁρᾶται περιεχόμενον. ἀλλὰ περὶ μὲν τούτου μετ’
2. ὀλίγον ἐροῦμεν. αὐτὸ δὲ τὸ σπέρμα πνευματῶδές ἐστι καὶ
3. οἷον ἀφρῶδες, ὥστ’, εἰ ἐκτὸς ἐκχυθείη ποτὲ, μικρὸν ὕστερον
4. ἔλαττόν τε πολλῷ φαίνεσθαι τοῦ κατ’ ἀρχὰς ἐκπεσόντος,
5. ἀποξηραίνεσθαί τε διὰ ταχέων ὑπὸ γλισχρότητος, οὐχ ὥσπερ
6. ἡ κόρυζα καὶ τὸ φλέγμα μέχρι πλείστου διαμένει μήτ’ ἀναξηραινόμενα
7. καὶ τὸν ἴσον ὄγκον φυλάττοντα. λεπτὴ μὲν
8. γὰρ καὶ ὑδατώδης καὶ ἄπεπτος ἡ τούτων ὑγρότης ἐστὶ,
9. παχεῖα δὲ καὶ γλίσχρα καὶ μεστὴ τοῦ ζωτικοῦ πνεύματος ἡ
10. τοῦ σπέρματος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 14.9, ed. Kühn, 1822, vol. 4, p. 179-183. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:14.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩