Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 15.1, ed. Kühn, 1822, vol. 4, p. 211-219. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ

ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ

ΛΟΓΟΣ Ο.

1. Οὕτω δὲ πολλῶν καὶ θαυμαστῶν τῇ φύσει
2. τετεχνημένων ὀργάνων εἰς τὴν τοῦ γένους διαδοχὴν, ὧν ὁ
3. πρὸ τούτου λόγος ἐξηγήσατο, δόξειεν ἂν εὖ οἶδ’ ὅτι θεασαμένῳ
4. σοι διὰ τῶν ἀνατομῶν αἰδοίου κατασκευὴν οὐδενὸς
5. ἧττον ἐκείνων ἐμφαίνεσθαι θαυμαστή τις ἡ περὶ τὴν δημιουργίαν
6. αὐτῆς σοφία. πρῶτον μὲν γὰρ αὐτὸ δὴ τοῦτο
7. τὸ πρόχειρόν τε καὶ πᾶσι γνώριμον, ἐπειδὴ δύο τὰ γεννήσοντα
8. ζῶα ποιῆσαι βέλτιον ἦν, ὡς ἔμπροσθεν ἐδείκνυτο,
1. διὰ τοῦτο καὶ τὰ μόρια τῶν μὲν εἰς ὑποδοχὴν, τῶν δὲ εἰς
2. ἔκκρισιν σπέρματος ἐπιτήδεια κατεσκεύασεν· δεύτερον δὲ,
3. τὸ καὶ δυνάμεις ἐνθεῖναι τὰς χρησομένας τοῖς ὀργάνοις εἰς
4. δέον· καὶ τρίτον, τὸ πάντ’ αὐτῶν καὶ τὰ σμικρότατα
5. μέρη θέσιν ἀρίστην ἕκαστον ἔχειν, καὶ μέγεθος, καὶ πλοκὴν,
6. καὶ διάπλασιν, καὶ πάνθ’ ἁπλῶς, ὅσα μυριάκις εἴρηται
7. τοῖς σώμασιν ὑπάρχειν. ἓν γὰρ οὐδέν ἐστιν εὑρεῖν ἐν
8. αὐτοῖς μόριον οὐ περιττὸν, οὐκ ἐνδεὲς, οὐ μετατεθῆναι
9. δεόμενον, οὐ μεταπλασθῆναι χρῇζον, οὐ πυκνότητος ἀποροῦν,
10. εἰ πυκνότης αὐτῷ σύμφορος, οὐ μανότητος, ὅτῳ
11. τοῦτο χρηστὸν, οὐ πόρων, οἷς ἐκκρῖναι δεῖ τὸ ὑγρὸν, οὐ
12. κοιλιῶν, αἷς ὑποδέξασθαι, πάντα δ’ εἰς ἄκρον κεκοσμημένα
13. κατὰ τὴν ἰδίαν ἑκάστου χρείαν. οὔτε γὰρ ἐν ἄλλῳ τινὶ τοῦ
14. παντὸς σώματος ἔχοις ἂν ἄμεινον χωρίῳ τῶν αἰδοίων ἑκάτερον
15. ἐπινοῆσαι τεταγμένον, οὔτ’ ἐνταυθοῖ μὲν, ἀλλ’
16. ἤτοι βραχεῖ τινι τῆς νῦν χώρας ἐφ’ ἑκάτερον παρηγμένον,
17. ἢ ἐκ τῶν ἔμπροσθεν μερῶν, ἢ ἐκ τῶν ὄπισθεν ἀνωμαλιῶν,
1. ἢ ἐκ τῶν κάτω. περὶ μὲν δὴ τοῦ χρῆναι τετάχθαι κατὰ
2. τοῦτο μάλιστα τὸ χωρίον, ἵναπερ νῦν ἐστιν, ὁ πρόσθεν
3. λόγος αὐτάρκως ἐξηγεῖται. περὶ δὲ τοῦ μηδὲ τὸ βραχύτατον
4. ἐν αὐτῷ τούτῳ πρὸς τὸ βέλτιον ἔτι μετακομισθῆναι δύνασθαι,
5. τὸν νοῦν ἤδη μοι πρόσεχε. ποῦ δὴ καὶ βούλει μετατεθῆναι
6. τὸ τοῦ ἄῤῥενος αἰδοῖον; (ἀπὸ τούτου γὰρ ἄρξομαι)
7. πότερον ἐγγυτέρω τῆς ἕδρας, ἢ νῦν ἐστιν; ἀλλὰ κατ’
8. αὐτῆς ἐκείνης ἄν ἐπέκειτο, καὶ ἦν ἀποπατοῦσι δύσχρηστον,
9. εἰ μήτι σοι τοῦτο δόξειεν ἄρα βέλτιον ὑπάρχειν, ἀεὶ πρόμηκες
10. αὐτὸ καὶ τεταμένον ἔχειν· ἀλλ’ οὕτω γε μεταθήσεις
11. εἰς μακρότερον χρόνον τὴν δυσχρηστίαν. ἀποπατούντων μὲν
12. γὰρ οὐκ ἐνοχλήσει, τῷ δ’ ἄλλῳ βίῳ παντὶ δύσχρηστόν τε
13. καὶ ῥᾳδίως πάσχον γενήσεται, καθάπερ εἰ καὶ τὴν χεῖρά
14. τις ἀεὶ προτεταμένην περιφέροι. τάχ’ οὖν ἀνώτερόν που
15. τετάχθαι κατὰ τὸ ἐπίσειον ἢ τὸ ὑπογάστριον ἄμεινον ἦν.
16. προστίθει πάλιν ἐνταῦθα, πότερον ἐντεταμένον ἢ χαλαρὰν
17. ὑπάρχον διὰ παντὸς, ἢ τούτων ἑκάτερον ἐν μέρει γίνεσθαι
18. δυνάμενον. ἀλλ’ ἐντεταμένον μὲν ἀεὶ, πρὸς τῷ ῥᾳδίως αὐτὸ
1. πάσχειν, ἔτι καὶ δύσχρηστον ἦν ἐν ἅπαντι τῷ βίῳ, καθ’
2. ἕνα μόνον τὸν τῆς συνουσίας καιρὸν χρήσιμον γενόμενον·
3. κεχαλασμένον δ’ εἴπερ ἦν διὰ παντὸς, ἄχρηστον ἂν οὕτω
4. γε παντάπασιν ὑπῆρχεν, οὗ χάριν ἐγένετο, μηδὲ πώποτε
5. ἐργάσασθαι δυνάμενον· εἰ δ’ ἐν μέρει μὲν χαλαρὸν, ἐν
6. μέρει δ’ ἐντεταμένον, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο θαυμάζειν
7. ἄξιον, εἰ, οἷον ὁ λόγος ἐξεῦρεν αὐτὸ χρῆναι γεγονέναι,
8. τοιοῦτο φαίνεται νῦν ὑπάρχον, ἑξῆς δ’ ἐπισκέψασθαι, τίς
9. ἂν αὐτὸ μάλιστα κατασκευὴ πρὸς τὰς οὕτως ἐναντίας καταστάσεις
10. ἐν τάχει δύναιτο μετακοσμεῖν. ἆρ’, εἰ φλεβῶδες
11. ἐγένετο, ῥᾳδίως μὲν ἂν ἐπληροῦτο, ῥᾳδίως δ’ ἂν ἐξεκενοῦτο,
12. καὶ τάσιν ἰσχυρὰν ἐν τῷ πληροῦσθαι προσεκτᾶτο;
13. καὶ μὴν οὔτε καθ’ αἵματος οὐσίαν ἦν τὸ τῆς τοσαύτης πληρώσεως
14. ἢ κενώσεως τάχος, ἀλλ’ ἀέρος ἢ πνεύματος ἤ τινος
15. οὕτω πορίμου χρήματος, ἔν τε τῷ πληρωθῆναι τάσιν ἰσχυρὰν
16. οὐκ ἂν ὑπέμεινεν ὁ χιτὼν τῆς φλεβός· ἰσχυρᾶς γὰρ καὶ
17. νευρώδους οὐσίας εἰς τὰς τοιαύτας ἐνεργείας ἡ χρεία. τάχ’
18. οὖν ἀρτηριῶδες ἄμεινον ἦν αὐτὸ γεγονέναι. καὶ μὴν πρὸς
1. τοῖς εἰρημένοις ἤδη περὶ τῶν φλεβῶν ἔτι καὶ τὸ σφύζειν
2. ὑπάρχει ταῖς ἀρτηρίαις οἰκείῳ τινὶ ῥυθμῷ, οὐδ’ ἂν δύναιο
3. πληρωθείσαις αὐταῖς προστάξαι μένειν ἐν τούτῳ, καθάπερ
4. οὐδὲ συσταλείσαις μηκέτ’ αὖθις διαστέλλεσθαι. ἆρ’ οὖν
5. νευρῶδες ἄμεινον ἦν ἐργάσασθαι τὸ αἰδοῖον; ἀλλὰ κᾀνταῦθ’
6. ἄπορον, ἐκ ποίου νεύρου τὴν γένεσιν ἕξει. τὰ μὲν γὰρ κυρίως
7. ὀνομαζόμενα νεῦρα, τὰ ἐξ ἐγκεφάλου τε καὶ νωτιαίου
8. πεφυκότα, πρὸς τῷ μηδεμίαν ἔχειν αἰσθητὴν κοιλότητα, μηδὲ
9. διαστέλλεσθαί τε καὶ συστέλλεσθαι πεφυκέναι, καὶ τὸ τῆς
10. μαλακότητος ἀντιπρᾶττον ἔχει τῇ κατὰ τὴν ἔντασιν ἐνεργείᾳ.
11. τὰ δὲ Ἱπποκράτει μὲν ὀνομαζόμενα σύνδεσμοι, παρὰ δὲ τοῖς
12. νεωτέροις νεῦρα συνδετικὰ, τῇ μὲν σκληρότητι πρὸς τὴν
13. τῆς ἐντάσεως ἐνέργειαν οὐκ ἀνάρμοστα, κοιλίαι δ’ οὐδὲ τούτοις
14. εἰσί. τὰ δ’ ἐκ τῶν μυῶν ἐκφυόμενα νευρώδη σώματα
15. πρὸς Ἱπποκράτους ὀνομαζόμενα τένοντες, οὐ μόνον ὅτι κοιλίας
16. οὐκ ἔχει τοῖς προειρημένοις ὁμοίως, ἀλλὰ καὶ διότι τῶν
17. συνδέσμων ἀπολείπεται σκληρότητι, παντάπασιν ἄχρηστα 
1. πρὸς αἰδοίου κατασκευήν. καὶ μὴν εἰ τρία μέν ἐστι τὰ
2. πάντα γένη τῶν νευρωδῶν σωμάτων, εὕρηται δὲ τὸ μὲν ἐξ
3. ἐγκεφάλου καὶ νωτιαίου τὴν ἀρχὴν ἔχον, ὡσαύτως δὲ
4. καὶ τὸ τῶν μυῶν ἐκφυόμενον ἀνάρμοστον κατ’ ἄμφω, καὶ
5. ὡς μαλακώτερον, ἢ πρέπει αἰδοίῳ, καὶ ὡς οὐκ ἔχον κοιλότητα,
6. τὸ δ’ ἐκ τῶν ὀστῶν βλαστάνον, ὡς μὲν σκληρὸν,
7. χρήσιμον, ὡς δ’ ἀκοίλιον, ἄχρηστον, οὐδὲν ἄρα γένος νεύρου
8. πρὸς αἰδοίου κατασκευὴν ἀπολείπεται χρήσιμον. ἐδείχθη
9. δ’, ὅτι μηδ’ ἀρτηρίαι, μηδὲ φλέβες· ὅτι δ’ οὐδὲ σάρκες,
10. οὐδ’ ὀστοῦν, ἢ χόνδρος, οὐδ’ ἄλλο τι τῶν τοιούτων οὐδὲν,
11. ἄντικρυς δῆλον. ἆρ’ οὖν οὐ θαυμάσαι μὲν χρὴ πρῶτον τὴν
12. σοφίαν τε ἅμα καὶ πρόνοιαν τοῦ δημιουργοῦ; πολὺ γὰρ εὐκολώτερον
13. ὑπάρχον ἑκάστου τῶν γεγονότων λόγῳ τὴν γένεσιν
14. διελθεῖν, ἢ ἔργῳ τὸ πρᾶγμα αὐτὸ κατασκευάσαι, τοσοῦτον
15. ὁ ἡμέτερος ἀπολείπεται λόγος τῆς τοῦ δημιουργήσαντος
16. ἡμᾶς σοφίας, ὥστ’ οὐδ’ ἐξηγήσασθαι δυνάμεθα τὰ
17. πρὸς ἐκείνου ῥᾳδίως γινόμενα. δεύτερον δὲ μετὰ τὸ θαυμάσαι
1. τε καὶ ἀπορῆσαι τῷ λόγῳ, τί τὸ σόφισμά ἐστι τοῦτο
2. τὸ περὶ τὴν τῶν αἰδοίων κατασκευὴν, ἐπὶ τὴν ἀνατομὴν
3. ἀφικέσθαι χρὴ τοῦ μορίου, καὶ θεάσασθαι, μή τινα φύσιν
4. ἑτέραν σώματος ὁ δημιουργὸς ἡμῶν ἐξεῦρεν αἰδοίῳ πρέπουσαν·
5. εἶτ’, εἰ μὲν μηδὲν εὕροιμεν, ὃ μὴ κατ’ ἄλλο τι μόριον
6. ἰδεῖν ἐστι, θαυμάσαι, πῶς ἐκ τῶν αὐτῶν ὀργάνων οὐ τὰς
7. αὐτὰς ἐνεργείας ἐδημιούργησεν· εἰ δ’ εὕροιμέν τινα σώματος
8. οὐσίαν, οἵαν οὐδὲ καθ’ ἓν μόριον ἐστὶν ἰδεῖν, ἐπαινέσαι
9. μὲν πάλιν αὖ κᾀνταῦθα τῆς προνοίας τὸν δημιουργὸν,
10. ἀφίστασθαι δὲ μήπω τοῦ ζητουμένου, πρὶν ἐκ τῆς ἀνατομῆς
11. ἀκριβῆ ποιήσασθαι τὴν βάσανον. εἰ δ’ οὖν εἶδές ποτε,
12. δεικνύντος ἰατροῦ τινος, οἷς μέλει τὰ τῶν ἔργων τῆς φύσεως·
13. εἰ δὲ μὴ, ἀλλὰ νῦν γε θέασαι τῶν τῆς ἥβης ὀνομαζομένων
14. ὀστῶν ἐκφυόμενον σῶμα νευρῶδες, κοῖλόν τε ἅμα
15. καὶ κενὸν ἁπάσης ὑγρότητος. τοῦτ’ οὖν ἐστιν, ὃ τῷ λόγῳ
16. ζητοῦντες ἀρτίως οὐχ εὑρίσκομεν, οὐδ’ ἂν εὕροιμέν ποτε,
17. μὴ πρὸς τῆς ἀνατομῆς διδαχθέντες. ὃ γὰρ οὐχ ἑωράκειμεν
1. οὐδὲ καθ’ ἓν ἄλλο μέρος ὅλου τοῦ σώματος, ἐπινοεῖν οὐκ
2. ἐτολμῶμεν. εἰ δέ γ’ ἦμεν ὄντως φυσικοὶ, πάντως ἂν ἐνοήσαμεν,
3. ὡς, ἐπειδὴ σκληρόν τε ἅμα καὶ κοῖλον εἶναι χρὴ τὸ
4. τῶν αἰδοίων ἴδιον σῶμα, φύεται μὲν ἐξ ὀστοῦ, καθάπερ οἱ
5. λοιποὶ πάντες σύνδεσμοι, κοῖλον δ’ ἔσται μόνον ἐξ ἁπάντων,
6. ὡς ἡ χρεία κελεύει. ταῦτ’ οὖν ὁ μὲν δημιουργὸς ἡμῶν
7. ἐβουλήθη γενέσθαι. ἐπειδὴ δ’ ἐγένετο, μηδ’ ἐπιχειρήσῃς ἔτι,
8. μηδὲ τολμήσῃς ὅπως ἐγένετο ζητεῖν. ὅσα μὲν γὰρ οὐδ’ ὅτι
9. γέγονεν ἐξευρίσκεις, εἰ μὴ πρὸς τῆς ἀνατομῆς ἐδιδάχθης,
10. πῶς ἂν εὐλόγως τολμῷς ζητεῖς ὅπως ἐγένετο; ἀρκεῖ σοι τό
11. γε τοσοῦτον εὑρῆσθαι, διότι πᾶν μόριον, ὡς ἡ χρεία κελεύει
12. κατεσκεύασται, τὸ δ’, ὅπως ἐγένετο τοιοῦτον, ἐὰν
13. ἐπιχειρήσῃς ζητεῖν, ἀναίσθητος φωραθήσῃ καὶ τῆς σῆς ἀσθενείας
14. καὶ τῆς τοῦ δημιουργοῦ δυνάμεως. ἀλλὰ γὰρ ἐπειδὴ
15. ταῦτ’ ἐξεύρηταί σοι τὰ τῶν αἰδοίων, εἴτε χρὴ νεῦρα καλεῖν,
16. εἴθ’ ὅ τι βούλει, πάντως μὲν ὀρθῶς ὀστῶν ἐκφύεσθαι δεόμενα
17. διά τε τὴν ἰδίαν οὐσίαν, οἵαν εἴρηται πρόσθεν ὑπάρχουσαν,
1. ὅτι τε πρὸς τὰς ἐνεργείας αὐτῶν οὕτως ἦν ἄμεινον, ἵν’ ὄρθιόν
2. τε καὶ ἀκλινὲς φυλάττοιτο τὸ σύμπαν αἰδοῖον, ἑδραίου
3. σώματος ἐκφυόμενον, ἐπὶ γοῦν τὸ προκείμενον ἐπανέλθωμεν,
4. ὅθεν ὁ λόγος ἀπῆλθε.

Cliquer un n° de page pour en afficher l’image