Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 15.2, ed. Kühn, 1822, vol. 4, p. 219-220. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.2

5. Περὶ τῆς θέσεως γὰρ τῶν αἰδοίων
6. ἀρχόμενοι λέγειν ἐπεδείξαμεν, ἐξ ὀστῶν χρῆναι γεννᾶσθαι
7. τὸν καυλὸν ὀνομαζόμενον. καὶ μὴν, εἴπερ ἐξ ὀστῶν, ἐγγυτέρω
8. μὲν τῆς ἕδρας, ἢ νῦν ἐστι, δυνατὸν μὲν αὐτῷ,
9. οὐκ ἄμεινον δ’, ὡς ἔμπροσθεν ἐπεδείκνυμεν, κατὰ δὲ τὸ ἐπίσειον
10. οὐδ’ ὅλως δυνατόν· οὐκέτι γὰρ ἐνταῦθά ἐστιν ὀστοῦν
11. οὐδέν. ὥστ’ ἔκ τε τῶν τῆς ἥβης ὀστῶν ἐκφύσεται πάντως,
12. ἔκ τε τῶν ἄνω μερῶν αὐτῶν· οὕτω γὰρ ἐπὶ πλεῖστόν τε
13. τῆς ἕδρας ἀφεστήξεται, πρός τε τὰς συνουσίας ἄμεινον κείσεται.
14. ὅτι δ’ οὐδ’ ἐκ τῶν ἀριστερῶν ἢ νῦν ἐστιν, οὐδ’ ἐκ
15. τῶν δεξιῶν, ἐντεῦθεν μαθήσῃ. εἴρηται πολλάκις ἤδη καὶ
16. πρόσθεν, ὡς, ὅταν μὲν ἕν τι μόριον ἀζυγὲς ἑτέρῳ, τὴν ἐν
17. τῷ μέσῳ θέσιν ἐπιζητεῖ, ζεῦγος δ’ εἰ γένοιτο, τῆς μέσης
1. χώρας ἴσον ἑκάτερον ἀπέχειν βούλεται, καὶ ὡς, εἰ μὴ φυλάττοιτό
2. που τοῦτο κατὰ τὸ σπάνιον, ἐν ἐκείνῳ χρὴ ζητεῖν τῆς
3. ἐξαλλάξεως τὴν αἰτίαν, ὡς ἐφ’ ἥπατος ἐδείκνυτο, φυλαττομένου
4. δὲ καὶ τὸ μεμνῆσθαι περιττόν. ἀλλ’ ἐπειδὴ περί τε
5. θέσεως αἰδοίων καὶ τῆς τῶν κοίλων τε καὶ σηραγγωδῶν νεύρων
6. ἐν αὐτῷ φύσεώς τε καὶ γενέσεως αὐτάρκως εἴρηται, τὸ
7. λεῖπον αὐτοῦ τῆς κατασκευῆς ἐξηγησόμεθα, παραλιπόντες
8. κᾀνταῦθα τά γ’ οὕτω φανερὰ πᾶσιν, ὡς εἰ καὶ δεικνύοι τις,
9. ἓν εἶναι χρῆναι τὸ αἰδοῖον, ἢ ἀρτηρίας ἔχειν, ἢ φλέβας, ἢ
10. δέρμα. ταῦτ’ οὐκέτι τῆς περὶ χρείας μορίων ὑπαρχέτω θεωρίας,
11. ἀλλ’ ἐκ τῶν φυσικῶν προβλημάτων· οἷον καὶ τίνος γινομένου
12. προελομένοις ἐντείνεται τὸ αἰδοῖον, ὅπως τ’ ἐνίοτε
13. χωρὶς προαιρέσεως τοῦτο πάσχει. τὸ μὲν γὰρ, ὅτι τοῦ κοίλου
14. νεύρου πληρουμένου πνεύματος, ἐκ τῆς νῦν προκειμένης ἡμῖν
15. πραγματείας ἐστί· τὸ δ’ ὅπως, τῆς φυσικῆς. ἐχομένους δὴ
16. τῶν ὅρων τῶνδε τὰ λείποντα τῷ λόγῳ χρὴ προστιθέναι. 

Cliquer un n° de page pour en afficher l’image