1. Λείπει δὲ πρῶτον μὲν ἐπεξελθεῖν, οὗ ἐμνημονεύσαμεν
2. ὀλίγον ἔμπροσθεν, τοῦ δεῖν ἀκριβῶς τείνεσθαι
3. τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις. οὐ γὰρ, ὡς ἂν οἰηθείη τις
4. ἴσως, ἕνεκα τῆς συνουσίας μόνης, ἀλλὰ καὶ τοῦ διΐστασθαι
5. καὶ εὐθύνεσθαι τὸν πόρον, ἵν’ ἐπὶ πλεῖστον ἐξακοντίζηται
6. τὸ σπέρμα, χρήσιμον ἀκριβῶς τετάσθαι τὸ αἰδοῖον. εἰ γὰρ
7. μὴ κατ’ εὐθὺ φέροιτο, διὰ τοῦ σκολιουμένου κατά τι καὶ
8. συμπίπτοντος ἐνταῦθα σχεθήσεται. τοῖς γὰρ οὖν ὑποσπαδιαίοις
9. ὀνομαζομένοις, ἐπειδὴ διὰ τὸν ἐν τῷ τέλει τοῦ καυλοῦ
10. δεσμὸν ὁ πόρος διέστραπται, γεννᾷν ἀδύνατον, οὐχ ὡς
11. οὐκ ἔχουσι δή που τὸ σπέρμα γόνιμον, ἀλλ’ ὡς ἰσχόμενον
12. ἐν τῇ διαστροφῇ τοῦ καυλοῦ πρόσω φέρεσθαι μὴ δυνάμενον.
13. ὁμολογεῖ δὲ τῷ λόγῳ καὶ ἡ ἴασις, εἴ γε δὴ τμηθέντος τοῦ δεσμοῦ
14. γεννῶσι. τοῦτο τοίνυν τὸ σφάλμα διὰ παντὸς ἂν ἐν ἅπασι
15. συνέπιπτε, μὴ προϊδομένης τῆς φύσεως, ὅπως εὐρύς τε ἅμα
16. καὶ ἀκριβῶς ὁ πόρος ὀρθὸς ἐν ταῖς συνουσίαις γίνοιτο. δεύτερον
17. δ’ ἕτερον τέχνημα τῆς φύσεως εἰς ταὐτὸν τοῦτο διαφέρον,
18. ἥ τε θέσις αὐτοῦ τοῦ νευρώδους σώματος, ἥ τε τῶν ἑκατέρωθεν
1. μυῶν παράθεσις. ἐν μὲν γὰρ τοῖς κάτω μέρεσι τοῦ
2. αἰδοίου κατὰ τὸ μῆκος ἐκτεταμένος μέσος ὁ πόρος ὁ τοῦ
3. σπέρματος τέτακται· τούτῳ δ’ ἐπίκειται τὸ κοῖλον νεῦρον,
4. ἑκατέρωθεν δ’ αὐτῶν δύο μύες, ἵν’ ὥσπερ ὑπὸ χειρῶν τινων
5. ἀντισπώμενος ὁ πόρος ἐφ’ ἑκάτερα διευρύνοιτο, μένοντος
6. ἀκλινοῦς τοῦ σύμπαντος αἰδοίου. ἔμελλε δὲ δήπου
7. καὶ ἡ εὐρύτης τοῦ πόρου διὰ τῆς τοιαύτης κατασκευῆς φυλάττεσθαι.
8. χρήσιμον δ’ ἐστὶ κατὰ τὰς ἀποκρίσεις τοῦ σπέρματος
9. εὐρύτατόν τε ἅμα καὶ εὐθύτατον ἀκριβῶς φυλάττεσθαι
10. τὸν πόρον ὑπὲρ τοῦ συνεχὲς ὅλον ἀθρόως ὅτι
11. τάχιστα πρὸς τοὺς κόλπους αὐτὸ τῶν μητρῶν ἐξικνεῖσθαι.
12. ἐπεὶ δὲ καὶ ἡ κύστις ἐτέτακτο πλησίον, ἕτερον οὐκ ἦν ἄμεινον
13. ἐκκρίσεως οὔρου ἐργάζεσθαι πόρον ἄλλον, ἢ συγχρήσασθαι
14. τῷ τοῦ σπέρματος. εὐλόγως οὖν καὶ ὁ ταύτης αὐχὴν
15. ἅπαν κατείληφε τὸ τοῦ περιτοναίου χωρίον, ἀναφερόμενον
16. ἀπὸ τῆς ἕδρας, ἐφ’ ἧς ἐξ ἀρχῆς ἔκειτο, μέχρι τῆς κατὰ
17. τὸ αἰδοῖον ἐκφύσεως. ἐπὶ δὲ τῶν γυναικῶν, ἅτ’ οὐκ ὄντος
18. αἰδοίου προμήκους, τὴν τοιαύτην ἀπόφυσιν
1. ὁ τῆς κύστεως αὐχὴν οὐκέτ’ ἔσχεν· ἀλλὰ τὸ μὲν αἰδοῖον
2. αὐτὸ τὸ γυναικεῖον ἐπίκειται κατὰ τῆς ἕδρας, ἐπὶ δὲ τὸ
3. ἄνω πέρας αὐτοῦ τῆς κύστεως ὁ τράχηλος τελευτᾷ, κᾀνταῦθα
4. προχεῖ τὸ οὖρον, οὔθ’ ἱκανῶς καμπύλος, ὡς ἐπὶ τῶν
5. ἀνδρῶν, οὔθ’ οὕτω μακρὸς γενέσθαι δεηθείς. αἱ δὲ τοῦ
6. δέρματος ἀποφύσεις ἐπὶ τοῖς πέρασι τῶν αἰδοίων ἑκατέρων
7. ἐν μὲν ταῖς γυναιξὶ κόσμου τε χάριν ἐγένοντο, καὶ
8. τοῦ μὴ ψύχεσθαι τὰς ὑστέρας σκεπάσματα προβέβληνται·
9. τοῖς δ’ ἀνδράσι πρὸς τῷ κόσμον τινὰ φέρειν ἔτι καὶ
10. ἀδύνατον ἦν μηδ’ ὅλως ἔχειν αὐτὰς, εἴ τι μεμνήμεθα τῶν
11. ἔμπροσθεν λόγων, ἐν οἷς ἐδείκνυτο, πῶς ἄῤῥεν τε καὶ
12. θῆλυ διαπλάττεται ζῶον. οἷον δέ τι πρόβλημα τῆς φάρυγγος
13. ὁ γαργαρεών ἐστι, τοιοῦτο τῶν μητρῶν ἡ νύμφη
14. προσαγορευομένη, σκέπουσά τε ἅμα καὶ ψύχεσθαι κωλύουσα
15. τὸ καθῆκον αὐτῶν εἰς τὸ γυναικεῖον αἰδοῖον στόμα τοῦ
16. τραχήλου. ταύτῃ μὲν δὴ καὶ τὰ τῶν γεννητικῶν ὀργάνων
17. ἐστὶ μόρια, καὶ συνθέσεως, καὶ μεγέθους, καὶ διαπλάσεως,
1. καὶ τῶν ἄλλων ἁπάντων, ἃ καὶ χωρὶς ἐμοῦ δυνατὸν ἐξευρεῖν
2. τινα, θαυμαστῶς ὅπως παρεσκευασμένα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 15.3, ed. Kühn, 1822, vol. 4, p. 221-224. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩