Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 15.4, ed. Kühn, 1822, vol. 4, p. 224-231. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.4

3. Ὅσα δὲ περὶ τὸ κυούμενον ἔτι ζῶον ἡ φύσις
4. φιλοτεχνεῖ, διαπλάττουσά τε καὶ τροφὴν καὶ πνεῦμα
5. παρὰ τῆς μητρὸς ἐπάγουσα, καὶ χώρας τοῖς περιττώμασιν
6. εὐτρεπίζουσα, χαλεπὸν μὲν ἑρμηνεῦσαι σαφῶς, ὀφθέντα γε
7. μὴν ἀκριβῶς διὰ τῶν ἀνατομῶν εὐθέως ἀναγκάζει θαυμάζειν
8. τὸν θεασάμενον. ὅλῳ μὲν γὰρ αὐτῷ πανταχόθεν ὑμὴν
9. περιβέβληται λεπτὸς, ὃν ἄμνιον ὀνομάζουσιν, ἐκδεχόμενος
10. τὸν οἷον ἱδρῶτα τοῦ κυουμένου. τούτῳ δ’ ἔξωθεν ἕτερος
11. ἐπίκειται λεπτότερος, ὃν ἀλλαντοειδῆ προσαγορεύουσιν, εἰς
12. τὴν κύστιν αὐτοῦ συντετρημένος, ἀθροίζων ἐν ἑαυτῷ καὶ
13. οὗτος ἄχρι τῆς ἀποκυήσεως τὸ οἷον οὖρον τοῦ κυουμένου.
14. τούτῳ δ’ ἔξωθεν ἐν κύκλῳ περιβέβληται τὸ χορίον, ἅπασαν
15. ὑπαλεῖφον ἔνδον τὴν μήτραν, ὡς μηδαμόθι ψαύειν
16. αὐτῆς τὸ ὑποκείμενον, καὶ διὰ τούτου μέσου συνάπτεται
17. τῇ μητρὶ τὸ κυούμενον. ἐφ’ ἑκάστῳ δὴ στόματι τῶν εἰς
18. τοὐντὸς τῆς μήτρας ἀφηκόντων ἀγγείων, δι’ ὧν περ καὶ τὸ
1. καταμήνιον εἰς αὐτὴν ἐφέρετο, γεννᾶται παρὰ τὸν τοῦ κύειν
2. καιρὸν ἕτερον ἀγγεῖον, ἀρτηρία μὲν ἐπὶ τῷ τῆς
3. ἀρτηρίας στόματι, φλὲψ δ’ ἐπὶ τῷ τῆς φλεβὸς, ὥστ’ εἶναι
4. τὸν ἀριθμὸν ἴσα τὰ γεννώμενα τοῖς εἴσω τῆς μήτρας περαίνουσι
5. στόμασι. συνδεῖ δὲ αὐτὰ πρὸς ἄλληλα λεπτὸς
6. μὲν, ἰσχυρὸς δ’ ὑμὴν, ἔξωθέν τε περιφυόμενος ἅπασι τοῖς
7. ἀγγείοις καὶ τῶν ὑστερῶν τοῖς ἐντὸς μέρεσιν ἐμφυόμενος.
8. οὗτος ὁ ὑμὴν καὶ τοῖς μεταξὺ τῶν στομάτων ἅπασι μέρεσι
9. τῆς ὑστέρας διπλοῦς ὑποτέταται καὶ συναποφύεταί τε καὶ
10. συμπροέρχεται τοῖς εἰρημένοις ἀγγείοις ἅπασιν, ἑκατέρῳ τῶν
11. ἑαυτοῦ μερῶν ἀμφιεννὺς ἑκάστου τὸ ἥμισυ μέρος, ὥστε καὶ
12. σκέπην αὐτοῖς εἶναι καὶ φρουρὰν καὶ σύνδεσμον πρὸς ἄλληλά
13. τε καὶ τὰς ὑστέρας τὸν διπλοῦν τοῦτον ὑμένα. μικρὸν
14. μὲν δὴ τῶν ἀγγείων ἕκαστόν ἐστιν, ἵνα πρῶτον ἐκφύεται
15. τῆς μήτρας, οἷον δένδρου ῥιζῶν τὰ εἰς τὴν γῆν καθήκοντα
16. πέρατα· προελθόντα δ’ ὀλίγον εἰς ταὐτὸν ἀλλήλοις ἔρχεται
17. κατὰ συνδυασμὸν, κᾄπειθ’ ἓν ἐξ ἀμφοῖν γενόμενον
18. πάλιν ἐκείνων ἕκαστον ἑκατέρῳ τῶν ὁμογενῶν εἰς ταὐτὸν 
1. ἀφικνεῖται. καὶ τοῦτ’ οὐ παύεται γινόμενον, ἄχρις ἂν εἰς
2. δύο μεγάλα συναχθῇ πάντα τὰ σμικρὰ, καθάπερ τινὰ πρέμνα
3. ἐμφυόμενα τῷ κυουμένῳ διὰ τοῦ κατὰ τὸν ὀμφαλὸν
4. χωρίου. τέτταρα γὰρ οὖν ἐνταῦθα τὰ πάντ’ ἐστὶν ἀγγεῖα,
5. δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες, οὐδενὸς τῶν ἑτερογενῶν
6. ἀλλήλοις συνελθόντος, ἀλλ’ ἀεὶ τῶν μὲν φλεβῶν ταῖς φλεψὶ,
7. τῶν δ’ ἀρτηριῶν ταῖς ἀρτηρίαις ἐς ταὐτὸν ἀφικομένων·
8. ὥστε σοι τοῦτ’ ἔργον πρῶτον τῆς φύσεως ἤδη φαινέσθω,
9. κᾂν ἐγὼ μὴ λέγω. τὸ γὰρ ἐν τοσαύτῃ φορᾷ τῇ μεταξὺ,
10. παμπόλλων ἀγγείων ἀλλήλοις ἀναμιγνυμένων, μηδεπώποτε
11. φλέβα μὲν ἀρτηρίᾳ εὑρίσκεσθαι, ἀρτηρίαν δὲ φλεβὶ ἐμφῦσαν,
12. ἀλλ’ ἀεὶ γνωρίζειν τὸ οἰκεῖον καὶ ἑνοῦσθαι, τοῦτο
13. μόνον τέχνης θαυμαστῆς, οὐ τύχης ἀλόγου τεκμήριον. τὸ
14. δὲ δὴ καὶ τοῖς ζώοις ἅπασι τοῖς ἅλλεσθαι μείζω πεφυκόσιν,
15. οἷον ἐλάφοις τε καὶ αἰξὶ, τὴν ἔκφυσιν τῶν ἀγγείων
16. συνάψαι ταῖς μήτραις οὐχ ὑμέσι μόνον λεπτοῖς, ἀλλὰ σὺν
17. τούτοις γλίσχραις σαρξὶν, οἷον ἀλοιφῇ τινι, πῶς οὐ θαυμαστῆς
1. προνοίας ἐπίδειγμα; τὸ δὲ μηδὲ καθ’ ἕτερόν τι μέρος
2. συμφύεσθαι τῷ κυουμένῳ μήτε φλέβα μήτ’ ἀρτηρίαν,
3. ἢ κατὰ μόνον τὸν ὀμφαλὸν, ὅσπερ δὴ τὴν μέσην χώραν
4. τοῦ παντὸς ζώου κατείληφεν, οὐδ’ αὐτὸ τὴν τυχοῦσαν ἐνδείκνυται
5. τέχνην. τὸ δὲ μήτε τὰς φλέβας εἰς ἄλλο τι καταφύεσθαι
6. σπλάγχνον, ὑπερβαινούσας τὸ ἧπαρ, μήτε τὰς
7. ἀρτηρίας ἀλλαχόσε ποι φέρεσθαι, πλὴν ἐπὶ τὴν μεγάλην
8. ἀρτηρίαν, ἥτις ἐξ αὐτῆς τῆς καρδίας ἐκφύεται, πῶς οὐ
9. θαυμαστόν; τὸ δὲ μηδ’ ὡς ἔτυχεν εἶναι τοῦ ἐν μέσῳ διαστήματος,
10. μηδὲ εἰς τοὺς τυχόντας ἐμφύεσθαι τόπους τῶν
11. εἰρημένων ὀργάνων, ἀλλὰ τὰς μὲν φλέβας εἰς τὰ τοῦ ἥπατος
12. σιμὰ, τὰς δ’ ἀρτηρίας εἰς τὴν ἐπ’ ὀσφύϊ μοῖραν τῆς
13. μεγάλης ἀρτηρίας, οὐ φαύλης οὐδ’ αὐτὰ τέχνης γνωρίσματα.
14. τὰς μὲν γὰρ φλέβας ἔστιν ἰδεῖν εὐθέως μετὰ τὸν ὀμφαλὸν
15. ἐς ταὐτὸν ἀλλήλαις ἰούσας καὶ μίαν γενομένας, ἔπειθ’
16. ὑμέσιν ἰσχυροῖς ἀμφιεννυμένην τε ἅμα καὶ συνδουμένην τοῖς
17. παρακειμένοις σώμασι τὴν μίαν ἐκείνην φλέβα μέχρι τῆς
18. ἐπὶ τὸ σπλάγχνον πορείας. ἐπὶ γὰρ τὴν ἐν τῷ κυουμένῳ
1. ζώῳ φλεβῶν ἀρχὴν αὐτὴν ἐξικνεῖσθαι πρότερον, ἔπειτ’ ἐντεῦθεν
2. ἁπανταχόσε διανέμεσθαι, τὰς δ’ ἀρτηρίας ἐχρῆν
3. μὲν δή που καὶ ταύτας εἰς τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἐμφῦναι,
4. τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας, ἀλλὰ ποῤῥωτάτω
5. τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων ἀνῳκισμένης αὐτῆς, οὐκ
6. ἦν ἀκίνδυνον, οἷον κρεμαμένας ἀνάγεσθαι τοσαύτην ὁδόν.
7. τί δὴ λοιπὸν ἦν ἄμεινον, ἢ δηλονότι διὰ βραχυτάτου
8. διαστήματος ἀγαγεῖν αὐτὰς ἐπὶ τὰς τῆς καρδίας ἐκφυομένας;
9. ἀλλ’ ἐκφύεται μὲν τῆς καρδίας ἡ μεγίστη τῶν ἀρτηριῶν,
10. ἐπίκειται δὲ κατὰ μέσης τῆς ῥάχεως, ὅλον αὐτῆς τὸ μῆκος
11. κατειληφυῖα. πρὸς ταύτην οὖν ἐχρῆν συναναστομῶσαί τε
12. καὶ συνάψαι τὰς ἐκ τῆς μήτρας ἰούσας ἰούσας ἐπὶ τὸ κυούμενον
13. ἀρτηρίας. καὶ δὴ καὶ παραγίνονταί τε καὶ συνάπτονται ταύτῃ,
14. καὶ φαίνεται κᾀνταῦθα μηδὲν μάτην ἡ φύσις ἐργαζομένη.
15. τί δὴ οὖν οὐ διὰ βραχυτάτης ὁδοῦ παρήγαγεν αὐτὰς
16. ἐπὶ τὴν ἀρτηρίαν τὴν μεγάλην; καὶ γὰρ ἀσφαλέστερον τὸ
17. δι’ ὀλίγου καὶ αὐτῇ τῇ φύσει συνηθέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν
18. ἐπιδέδεικται λόγοις. ἢ κᾀνταῦθα θαυμάζειν αὐτῆς
1. χρὴ τὴν πρόνοιαν; ἔνθα μὲν γὰρ οὐδὲν ἕτερον ἐν ταῖς ὁδοῖς
2. ἐστι πλεονέκτημα, τὴν βραχυτάτην αἱρεῖται· προσϊούσης δέ
3. τινος ἐν τῷ μήκει τῆς ὁδοιπορίας ἀσφαλείας μείζονος,
4. ἤπερ ἐκ τῆς βραχύτητος ἐγίνετο, τὴν μακροτέραν περιάγειν
5. οὐκ ὀκνεῖ. ταῦτα δὴ φαίνεται καὶ νῦν ἑλομένη πρὸ τῆς
6. ἐπιτόμου μὲν, σφαλερᾶς δὲ, τὴν μακροτέραν μὲν ὁδὸν, ἀλλ’
7. ἀκριβῶς ἀσφαλῆ. τὸ μὲν γὰρ ἐπὶ τὴν ῥάχιν ὀρθὰς κατάγειν
8. τὰς ἀρτηρίας ἐξ ὀμφαλοῦ, εἴτ’ οὖν δύο μενούσας,
9. εἴτε καὶ μίαν γενομένας, ἐπ’ οὐδενὸς ὀργάνου κατ’
10. οὐδὲν μέρος τῆς ὁδοῦ δυναμένας ἀναπαύεσθαι, πρὸς τῷ καὶ
11. φθάνειν ὑπό τε τῶν ἐντέρων καὶ τῶν νεφρῶν κατειλῆφθαι,
12. τήνδε τὴν χώραν εὐλόγως ἐφυλάξατο. παρακειμένης δὲ τῆς
13. κύστεως, καὶ μάλιστα ἐπὶ τῶν ἔτι κυουμένων ζώων, (συμφύεται
14. γὰρ ἐπὶ τούτων ὁ πυθμὴν αὐτῆς τοῖς κατὰ τὸν ὀμφαλὸν
15. χωρίοις,) ἕτοιμον ἦν ἐπιβῆναί τε ταύτῃ ταῖς ἀρτηρίαις,
16. καὶ καθ’ ὅλης αὐτῆς οἷον ἐπιβάθρας τινὸς ὁδοιπορῆσαι
17. μέχρι τῆς μεγάλης ἀρτηρίας. ἀλλ’ οὐδ’ ἐπιβεβήκασιν
18. ἁπλῶς, οὐδὲ γὰρ ἂν ἔμελλον ἀπλανεῖς κατὰ κυρτῆς ἕδρας
1. ὀχούμεναι, μηδενὶ συναφθεῖσαι δεσμῷ. ταῦτ’ ἄρα συνέδησεν
2. αὐτὰς ὑμέσιν ἰσχυροῖς, ἑκατέραν τῷ καθ’ ἑαυτὴν μέρει
3. τῆς κύστεως· καὶ οὕτως ἤδη, καθάπερ τινὰ τῆς κύστεως
4. αὐτῆς, οἶμαι, μόρια, μέχρι τῆς μεγάλης ἀρτηρίας παράγονται.
5. τὰ μὲν δὴ κατὰ τὰς ἀρτηρίας εἰς τοσοῦτον ἥκει προνοίας.
6. διὰ τί δ’ ἡ φλὲψ οὐκ εἰς τὰ κυρτὰ τοῦ ἥπατος, ἀλλ’
7. εἰς τὰ σιμὰ καταφύεται; διότι τὸ τῆς χολῆς ἀγγεῖον ἐνταῦθα
8. ἐτέτακτο, καὶ βέλτιον ἦν καθαρθῆναι τὸ αἷμα,
9. πρὶν εἰς ὅλον τὸ ζῶον διανέμεσθαι. διὰ τί δ’ αὕτη μὲν
10. ἐγένετο μία κατὰ τὸν ὀμφαλὸν εὐθὺς, αἱ δ’ ἀρτηρίαι μέχρι
11. πολλοῦ δύο μένουσιν; ἢ ὅτι ταῖς μὲν φλεψὶν ἀσφαλέστερον
12. ἦν ἓν μεῖζον ἀγγεῖον συνελθούσαις ποιῆσαι; δυσπαθέστερον
13. γὰρ ἀεὶ τὸ μεῖζον, εἰς ἕν τε μέρος ἐμφῦναι
14. τοῦ ἥπατος ἀναγκαῖον ὑπῆρχεν. ταῖς δ’ ἀρτηρίαις ἐπί τε
15. τῆς κύστεως ἀσφαλῶς ὀχεῖσθαι μελλούσαις, οὐκ εὐθύς γε
16. πρὸς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐξικνουμέναις, οὐκ
17. ἦν ἀναγκαῖον γενέσθαι μίαν. πάντως δ’ ἂν, εἴπερ καὶ τάσδε 
1. μετεώρους ἀνέφερεν ἐπὶ τὴν καρδίαν, ὥσπερ καὶ τὰς φλέβας
2. ἐπὶ τὸ ἧπαρ, εὐθέως ἂν καὶ ταύτας μίαν ἀπειργάσατο.

Cliquer un n° de page pour en afficher l’image