3. Τέτταρα τοίνυν ἐστὶ τὰ προειρημένα κατὰ
4. τὸν ὀμφαλὸν ἀγγεῖα, δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες, μέσον
5. ἑαυτῶν ἔχοντες τὸν οὐραγόν· οὕτω γὰρ ὀνομάζειν ἔθος
6. τοῖς ἀνατομικοῖς τὸν ἐκ τοῦ πυθμένος τῆς κύστεως πόρον,
7. ἐξοχετεύοντα τὸ οὖρον εἰς τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον
8. χιτῶνα τὸν ἀλλαντοειδῆ· καλεῖται γὰρ οὕτως ἀπὸ τῆς
9. πρὸς τοὺς ἀλλᾶντας ὁμοιότητος κατὰ σχῆμα. ἀλλὰ τῶν
10. τεττάρων ἀγγείων τῶν περὶ τὸν οὐραγὸν ἐκ μὲν τῶν ἄνω
11. μερῶν αἱ φλέβες εἰσίν· ἄνω γὰρ αὐτὰς εὐθέως ἰέναι βέλτιον
12. ἦν ὡς ἐπὶ τὸ ἧπαρ· ἐκ δὲ τῶν κάτωθεν αἱ ἀρτηρίαι·
13. καὶ γὰρ καὶ κάτω ταύτας φέρεσθαι ταῖς πλευραῖς τῆς
14. κύστεως ἐποχουμένας ἦν ἄμεινον. εὐθὺς οὖν ἑκάτερον τὸ
15. ζεῦγος τῶν ἀγγείων ἡ φύσις ἐν ἐπιτηδείῳ χωρίῳ κατέθετο,
16. καὶ διὰ τούτων οἷον πρέμνων τινῶν ἐκ τῆς μήτρας ἕλκει τὸ
17. ἔμβρυον αἷμα καὶ πνεῦμα. μεταξὺ δὲ πάντων τε τούτων
18. καὶ τῶν εἰς αὐτὴν τὴν μήτραν ἐμφυομένων ἀγγείων τῶν
1. μικρῶν οἷον ῥίζωσίς τίς ἐστι τῶν πρέμνων. ὀνομάζεται δὲ
2. χορίον ἡ ῥίζωσις αὕτη, πλῆθος ἀγγείων οὖσα, μηδ’ ἀριθμηθῆναι
3. ῥᾳδίως δυναμένων, ὑμένι λεπτῷ συναπτομένων.
4. ὅτι μὲν οὖν διπλοῦς ἐστιν ὁ ὑμὴν οὗτος, καὶ διότι, προείρηται.
5. διὰ μέσου γὰρ αὐτοῦ φέρεται πάντα τὰ κατὰ τὸ
6. χορίον ἀγγεῖα, συνδούμενά τε ἅμα καὶ σκεπόμενα πρὸς αὐτοῦ.
7. τῶν δ’ ἄλλων δυοῖν ὁ μὲν ἀλλαντοειδὴς ὀνομαζόμενος,
8. ὃν εἰς τὴν κύστιν ἔφαμεν συντετρῆσθαι κατὰ τὸν
9. οὐραγὸν, εἰς ὑποδοχὴν οὔρου παρεσκεύασται. βέλτιον οὖν
10. μακρῷ μὴ κατὰ τὸ αἰδοῖον οὐρεῖν τὸ κυούμενον, ἀλλ’, ὡς
11. νῦν ἔχει, κατὰ τὸν ὀμφαλόν. ἐπειδὴ γὰρ ὅλον αὐτὸ περιείληφεν
12. ὁ ἄμνιος ὀνομαζόμενος ὑμὴν, ἕτερον εἶδος ὑγροῦ ἐκδεχόμενος,
13. οὐκ ἦν εὔλογον ἀναμίγνυσθαι τὸ τοιοῦτον τῷ
14. οὔρῳ. ἐναργῶς γὰρ φαίνεται τὸ κατὰ τὸν ἀλλαντοειδῆ,
15. πρὸς τῷ λεπτότερόν τ’ εἶναι καὶ ξανθότερον τοῦ κατὰ
16. τὸν ἄμνιον, ἔτι καὶ δριμύτερον ὑπάρχειν, ὡς καὶ τὴν ὄσφρησιν
17. ἀνιᾷν καὶ πλήττειν ἀνατεμνόντων τὸν ὑμένα. τὸ μὲν
1. οὖν ἐν ἱδρῶτος λόγῳ κατὰ τὸν ἄμνιον ἀθροιζόμενον ἐν
2. κύκλῳ περικέχυται τῷ κυουμένῳ, μηδὲν βλάπτειν αὐτοῦ τὸ
3. δέρμα δυνάμενον. ἰδίᾳ δ’ ἀπῆκται τοῦδε καὶ ἀποκεχώρισται
4. τὸ οὖρον, οὔτε τοῦ δέρματος, οὔτε τῶν κατὰ τὸ χορίον
5. ἁπτόμενον φλεβῶν, ὅπως μηδὲν ὑπὸ τῆς δριμύτητος
6. αὐτοῦ τὰ πλησιάζοντα βλάπτοιτο. χρεία δὲ οὐ μικρὰ καὶ
7. ἥδε τοῦ κατὰ τὸν ἄμνιον ὑγροῦ. κουφίζεται γὰρ καὶ ἀνέχει
8. καθάπερ ἐννῆχον αὐτῷ τὸ κυούμενον, ὅπως ἧττον εἴη
9. βαρὺ τοῖς πρὸς τὴν μήτραν ἀρτήμασιν. ἀπὸ γοῦν τῆσδε τῆς
10. γνώμης καὶ ὁ Ἱπποκράτης ἔλεγεν· Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι
11. ἐκτιτρώσκονται δίμηνα καὶ τρίμηνα ἄτερ φανερᾶς
12. προφάσιος. ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ
13. οὐ δύνανται κρατέειν ὑπὸ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται·
14. κοτυληδόνας μὲν ὀνομάζων τῶν εἰς τὰς μήτρας
15. καθηκόντων ἀγγείων τὰ στόματα, (δέδεικται γὰρ τοῦτο ἐν
16. ἑτέροις,) οὐ δύνασθαι δὲ λέγων ὀχεῖν αὐτὰς καὶ βαστάζειν τὸ
17. ἔμβρυον, ἐπειδὰν ὑπόμυξοι γενηθῶσιν, ἀλλ’ ἐπιτρέπειν ὑπὸ
18. τοῦ βάρους ἀποῤῥήγνυσθαι. τοῦτ’ οὖν ἁπάσαις ἂν ἀεὶ
1. συνέπιπτε ταῖς κυούσαις, εἰ μὴ νηχόμενον ἐν τῷ κατὰ τὸν
2. ἄμνιον ὑγρῷ τὸ κύημα κουφότερον ἐγίνετο, καὶ ἧττον κατεσπᾶτο
3. πρὸς τὴν μήτραν τῶν ἀγγείων ἡ σύμφυσις. ὅσοι
4. δ’ αὐτῇ τῇ κυούσῃ κουφότερόν φασι γίνεσθαι τὸ ἔμβρυον
5. ἐννῆχον τῷ κατὰ τὸν ἄμνιον ὑγρῷ, γελοῖοι παντάπασιν
6. ὑπάρχουσιν, οὐκ ἐννοοῦντες, ὅτι καὶ αὐτὸ τὸ ὑγρὸν ὑπ’
7. ἐκείνης βαστάζεται. προσέρχεται δὲ καὶ ἄλλη τις χρεία τοῖς
8. ὑγροῖς τοῖσδε κοινὴ κατὰ τὴν ἀποκύησιν τοῦ ζώου γινομένη,
9. ῥᾷον ἐκπίπτειν τοῦ τῆς μήτρας αὐχένος τὸ κυούμενον, ὑγρότητι
10. πολλῇ τεγγόμενον, καὶ ῥηγνυμένων ἐξ ἀνάγκης τηνικαῦτα
11. τῶν ὑμένων. οὐ μόνον γὰρ εἰς ὄλισθον συμβάλλεται
12. τοῖς ἐμβρύοις ἡ ὑγρότης, ἀλλὰ καὶ τὸν αὐχένα τῶν
13. μητρῶν ἕτοιμον εἰς τὸ διαστέλλεσθαι μέχρι πλείστου παρασκευάζει·
14. βρεχόμενος γὰρ ἀπὸ τῶν προειρημένων ὑγρῶν μαλακώτερος
15. γίνεται καὶ ῥᾷον διαστέλλεται. μεγίστη δ’ ἀπόδειξις
16. τοῦ λεγομένου καὶ τὸ κατὰ τὰς μαίας, ἐπειδὰν φθάσαν ἀθρόως
17. ἐκρύῃ τὸ ὑγρὸν, αὐτὰς ἀναγκάζεσθαι μιμουμένας τὴν φύσιν
18. ἔχειν τινὰς ὑγρότητας ὑπὲρ τοῦ διαβρέξαι τῶν μητρῶν τὸν
1. αὐχένα. παντοίως γὰρ δὴ τά γε τῆς φύσεως εὔπορα, καὶ
2. συγχρῆται, καθάπερ δέδεικται πολλάκις, ἐπὶ τὸ βέλτιον
3. ἅπασι τοῖς καὶ ἄλλως ἐξ ἀνάγκης ἐσομένοις. οὕτω γοῦν καὶ τοῖς
4. ὑγροῖς τούτοις, τοῖς περὶ τὸ ἔμβρυον ἀναγκαίαν ἔχουσι τὴν γένεσιν,
5. εἴς τε τὴν ἄλυπον ὄχησιν ἔτι κυουμένου τοῦ ζώου κατεχρήσατο
6. καὶ τὴν ἐν τοῖς τόκοις ἑτοίμην ἔκπτωσιν. οὕτω δ’ εἰσὶ
7. λεπτοὶ καὶ ἀραχνώδεις οἱ ὑμένες, ὥστ’, εἰ μὴ μετρίως τις αὐτῶν
8. ψαύοι κατὰ τὰς ἀνατομὰς, ἀποῤῥήγνυσθαι ῥᾳδίως. πῶς
9. οὖν οὐκ ἀποῤῥήγνυται, καὶ θεούσης ἐνίοτε καὶ πηδώσης τῆς
10. κυούσης; ἓν καὶ τοῦτο ἐστὶ μηχάνημα τῆς φύσεως σοφώτατον
11. γινωσκούσης, ὡς λεπτοῖς σώμασιν εἰς δυσπάθειαν ἐπικουρία
12. μεγίστη μία πᾶσιν ἡ κατ’ ἀλλήλων ἐπιβολή. τὰ
13. γοῦν ἐξ ἐρίων ἤ τινων ἄλλων τριχῶν ἢ ἰνῶν ὑφαινόμενά
14. τε καὶ πλεκόμενα παμπόλλην ἐκ τῆς συνθέσεως ἰσχὺν ἐπικτᾶται,
15. καταμόνας ἑκάστου τῶν συνιόντων ἀσθενεστάτου
16. τὴν φύσιν ὑπάρχοντος. εἰ τοίνυν μὴ μόνον ὁμιλήσειεν ἀλλήλοις,
1. ὥσπερ ταῦτα τὰ ὑφαινόμενά τε καὶ πλεκόμενα πρὸς
2. ἡμῶν, ἀλλὰ καὶ σύμφυσιν ἀκριβῆ προσκτήσαιτο, πολλαπλασιάζοιτ’
3. ἂν αὐτοῖς κᾀκ τῆσδε τὰ τῆς ἰσχύος, οὔκουν
4. τοῦτο θαυμαστὸν, εἰ τέτταρες ὑμένες ἐπικείμενοι κατ’ ἀλλήλων
5. τὴν ἰσχὺν ἐκ τῆς συνθέσεως ἐκτήσαντο, ἀλλ’ ἐκεῖνο
6. τὸ θαυμασιώτατον, ὅτι μὴ μόνον ἐπιβέβληται κατ’ ἀλλήλων,
7. ἀλλὰ πολλαχόθεν μὲν συμφύεται, πολλαχόθεν δὲ συναρτῶνται
8. λεπταῖς ἰνῶν διαφύσεσιν, ἑνῶσαι βουληθείσης αὐτοὺς
9. ὡς οἷόν τε τῆς φύσεως, ἵν’, ἧς ἕκαστος ἰσχύος
10. ἠπόρει παρ’ ἑαυτοῦ, ταύτην ἐξ ἀλλήλων ἅπαντες κτήσωνται.
11. τί δὴ οὖν, ἴσως ὑπολήψεταί τις, οὐκ εὐθὺς ἐξ ἀρχῆς
12. ἕκαστον αὐτῶν ἡ φύσις ἰσχυρὸν ἀπειργάσατο, προνοουμένη
13. γε δὴ τῆς δυσπαθείας ἁπάντων; ὅτι, παχεῖς εἴπερ αὐτοὺς
14. ἐποίησε καὶ σκληροὺς, (οὐ γὰρ δὴ καὶ ἐξ ἄλλου γέ τινος
15. τρόπου τὴν ἰσχὺν οἷόν τ’ ἦν ἐκπορίσασθαι,) βάρος ἄν τι
16. σὺν ὄγκῳ μεγίστῳ τῆς κυούσης ἐξῆψεν, οὐκ ἐκείνῃ μόνῃ
17. λυπηρὸν, ἀλλὰ καὶ στενοχωρίαν οὐκ ἀναγκαίαν παρέξον τῷ
1. κυουμένῳ· καὶ μέντοι καὶ δύσρηκτος ἂν ἕκαστος αὐτῶν ἐγίνετο
2. κατὰ τὸν τοῦ τίκτειν καιρόν. ὅπως οὖν ἥ τε τῆς μήτρας
3. εὐρυχωρία πᾶσα σχολάζοι τῷ κυουμένῳ, καὶ ἧττον ὑπὸ
4. βάρους ἡ κύουσα διοχλοῖτο, καὶ ῥᾳδίως ἐν τῷ τόκῳ ῥηγνύοιτο,
5. λεπτοὺς εὐλόγως ἡ φύσις ἐργασαμένη τοὺς ὑμένας
6. ἅπαντας τὴν ἀσφάλειαν αὐτοῖς ἐκ τῆς πρὸς ἀλλήλους συμφύσεως
7. ἐτεχνήσατο. τί δὲ τὸ τέχνημα τῆς φύσεώς ἐστι,
8. (τοῦτο γὰρ ὑπόλοιπον εἰπεῖν,) ἵνα, καίτοι τὸν πόρον ἔχοντος
9. ἤδη τοῦ τραχήλου τῆς κύστεως, ἐν τῇ κυήσει οὐρῇ διὰ
10. τούτου τὸ ζῶον μηδὲν, ἅπαν δ’ εἰς τὸν ὀμφαλόν τε
11. καὶ τὸν οὐραγὸν ἐπανέρχηται τὸ οὖρον; ἐχρῆν γὰρ, ἑκατέρωθεν
12. τῆς κύστεως ἐκροὰς ἐχούσης, μηδὲν μᾶλλον αὐτὸ κατὰ
13. τὸν οὐραγὸν ἢ κατὰ τὸν αὐχένα κενοῦσθαι. τὰ μὲν δὴ
14. λελεγμένα τοῖς ἰατροῖς ἱκανῶς ἐστιν ἄτοπα, καίτοι κατά
15. γε τὴν πρόχειρον φαντασίαν ἱκανῶς ὄντα πιθανά. δύο γὰρ
16. δὴ ταῦθ’ ὡς ὁμολογούμενα λαβόντες, τό τε καθ’ ὁρμὴν
17. ἡμᾶς ἐκκρίνειν τὰ οὖρα καὶ τότε μήπω χρῆσθαι ταῖς τοιαύταις
18. ἐνεργείαις τὸ κυούμενον, ἐξ αὐτῶν ἐπιφέρουσιν, ὡς
1. εὐλόγως γίνοιτο κατὰ τὸν ὀμφαλὸν ἡ ἔκκρισις. οὐ γὰρ
2. δή γε καὶ κατ’ αὐτὸν μῦς ἐφέστηκεν, ὑπηρετῶν τῇ κατὰ
3. προαίρεσιν ἐνεργείᾳ τοῦ ζώου, καθάπερ ὁ κατὰ τὸν τράχηλον
4. τῆς κύστεως. λέληθε δ’ αὐτοὺς τὰ μέγιστα, καὶ τοῦ
5. παντὸς ἁμαρτάνουσιν, οὐκ εἰδότες, οὔθ’ ὅτι τοῦ σφίγγεσθαι
6. τὸν τράχηλον τῆς κύστεως ὁ μῦς οὗτος ἔχει τὴν ἐξουσίαν,
7. οὔθ’ ὅτι τὸ κυούμενον ἤδη χρῆται ταῖς καθ’ ὁρμὴν ἐνεργείαις,
8. οὔθ’ ὅτι τέλειον ζῶον, ἐπειδὰν οὐρῆσαι προέληται,
9. τὸν μὲν ἐφεστῶτα τοῦτον μῦν τῷ πόρῳ τῆς ἐκροῆς ἐκλύει
10. τε καὶ χαλᾷ τῆς τάσεως, ὥσπερ γε καὶ τοὺς περὶ τὴν ἕδραν,
11. ὅταν ἀποπατῆσαι προέληται, περιστελλομένης δὲ φυσικῶς
12. τῆς κύστεως τοῖς ἔνδον ἑαυτῆς ὑγροῖς, ἡ ἔκκρισις γίνεται,
13. συνεργούντων τι καὶ τῶν κατὰ τὸ ἐπιγάστριον μυῶν, ὅταν
14. ἀθροώτερον ἐκκρῖναι προελώμεθα. περὶ μὲν δὴ τούτων ἐν
15. τε τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασι καὶ τοῖς περὶ
16. μυῶν κινήσεως κᾀν τοῖς τῶν ἀνατομικῶν ἐγχειρήσεων αὐτάρκως
17. εἴρηται. περὶ δὲ τοῦ ζῶον ἤδη τὸ κατὰ γαστρὸς
1. ὑπάρχειν, ὅταν γε διαπεπλασμένον ἅπασιν ᾖ τοῖς μορίοις,
2. ἔν τε τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν εἴρηται κᾀν τοῖς
3. περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων. ἀλλὰ
4. κᾀν εἰ μὴ ζῶον εἴη τὸ κατὰ γαστρὸς, ὁμοίως ἄπορον. ὁ μὲν
5. δὴ τὸ στόμα τῆς κύστεως κλείων μῦς ἀργὸς ἔσται· περιστελλομένης
6. δ’ αὐτῆς περὶ τὴν ἐνυπάρχουσαν ὑγρότητα,
7. κατὰ τοὺς δύο πόρους εὔλογον ἐκκρίνεσθαί τι, καὶ μὴ καθ’
8. ἕνα μόνον τὸν ἐπὶ τὸν ὀμφαλὸν ἀνήκοντα. τοιαύτη μὲν ἡ
9. κατὰ τὸν λόγον ἀπορία. τὸ δ’ ἔργον αὐτὸ δείκνυσι τὴν
10. εἰς ἅπαν εὐμηχανίαν τῆς φύσεως, ἣν ἔστι σοι κᾀν ταῖς
11. διαιρέσεσι τῶν ἐμβρύων θεασαμένῳ πρότερον οὕτως ἐξευρεῖν
12. τῷ λόγῳ τὴν αἰτίαν. διελὼν γὰρ τὸ προκείμενον τῆς
13. κύστεως περιτόναιον, ἅμα ἄμφω ποίει, τὸν μὲν ὀμφαλὸν
14. ἀνατεῖναι, τὸ δ’ ἐν τῇ κύστει περιεχόμενον ἐκθλίβειν, περιλαμβάνων
15. τῇ χειρί. θεάσῃ δὲ τὸ οὖρον ἐκρέον εἰς τὸν ἀλλαντοειδῆ
16. διὰ τοῦ κατὰ τὸν ὀμφαλὸν πόρου. καὶ μὲν δὴ
17. καὶ εἰ θλίψεις πάλιν αὐτὸν τὸν ἀλλαντοειδῆ, πληρώσεις
1. τὴν κύστιν, εἶτ’ αὖθις τὴν κύστιν θλίβων, πληρώσεις τὸν
2. ὑμένα, καί σε τὸ γινόμενον αὐτὸ διδάξει, διά τε τὴν εὐθύτητα
3. καὶ τὸ μέγεθος τοῦ κατὰ τὸν ὀμφαλὸν πόρου
4. φθάνον ἐκρεῖν ταύτῃ τὸ οὖρον. ἥ τε γὰρ εὐρύτης ἡ κατὰ
5. τὸν οὐραγὸν πολλαπλάσιός ἐστι τῆς κατὰ τὸν αὐχένα, τά τε
6. τῆς εὐθύτητος οὐδὲ παραβάλλεσθαι δίκαια. σκολιὸς μὲν
7. γὰρ ἱκανῶς ὁ τῆς κύστεως αὐχὴν, εὐθὺς δ’ ἀκριβῶς ὁ οὐραγὸς,
8. ἀνατεταμένου δὴ τοῦ παντὸς ὀμφαλοῦ καὶ οἷον κρεμαμένου
9. διὰ τῶν κατὰ τὸ χορίον ἀγγείων ἐκ τῆς ὑστέρας,
10. μῦς δ’ οὐδεὶς ἔξωθεν περιβέβληται τῷ οὐραγῷ φύλαξ τῆς
11. ἀκαίρου τῶν περιττωμάτων ἐκροῆς, ὥσπερ ἐπὶ τῶν ἀποκυηθέντων
12. ὁ περὶ τὸν τράχηλόν ἐστι τῆς κύστεως. οὐδεὶς γὰρ
13. καιρὸς ἀνεπιτήδειος τῷ κυουμένῳ πρὸς τὴν τοῦ τοιούτου
14. περιττώματος ἔκκρισιν, ὥσπερ τοῖς ἤδη τελείοις. ἐπὶ μὲν
15. δὴ τούτων εὐλόγως ὁ μῦς ἐφέστηκε μηδὲν ἔξωθεν παριεὶς,
16. πρὶν κελεῦσαι τὸν λογισμὸν, ἐπὶ δὲ τῶν ἐμβρύων περιττὸς
17. ἂν ἦν καὶ μάταιος· οὐδὲν δ’ ἡ φύσις ἐργάζεται μάτην.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 15.5, ed. Kühn, 1822, vol. 4, p. 231-240. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩