Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 15.6, ed. Kühn, 1822, vol. 4, p. 241-246. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.6

1. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
2. μεταβάντες ἐπὶ τὰ κατάλοιπα τῆς ἐν τοῖς ἐμβρύοις κατασκευῆς,
3. ᾗ διαλλάττει τῶν ἀποκυηθέντων, ἐξηγησώμεθα
4. καὶ τὴν ἐν ἐκείνοις τέχνην. ἔσται δ’ οὐδενὸς ἧττον ἄξιον
5. θαύματος ἐπ’ αὐτῶν τὸ μέγεθος τοῦ ἥπατος εὐθύς
6. τε κατ’ ἀρχὰς, ἡνίκα πρῶτον ἐναργῶς ἔστιν ἰδεῖν ἕκαστον
7. τῶν τοῦ κυουμένου μορίων διαπεπλασμένον, ἀτὰρ
8. οὐχ ἥκιστα καὶ μέχρι τοῦ τόκου. πλέονι μὲν οὖν μέτρῳ
9. τῆς τῶν ἄλλων ἀναλογίας ὑπερέχει τὸ ἧπαρ ἐν τοῖς πρώτοις
10. χρόνοις, ὑπερέχει δ’ οὐκ ὀλίγῳ καὶ μέχρι τῆς ἀποκυήσεως.
11. ἐφεξῆς δ’ ἐγκέφαλός τε καὶ καρδία πλεονεκτοῦσι τῆς τῶν
12. ἄλλων μορίων ἀναλογίας. καὶ γίνεται τοῦτο, διότι φλεβῶν
13. μὲν ἀρχὴ τὸ ἧπάρ ἐστι, ἀρτηριῶν δὲ ἡ καρδία, νεύρων δὲ
14. ὁ ἐγκέφαλος. εὔλογον οὖν, ὥσπερ οἰκίας θεμέλιον καὶ νεὼ
15. κρηπῖδα καὶ πλοίου τρόπιν οἱ τούτων δημιουργοὶ πρῶτα
16. πηξάμενοι, μετὰ ταῦτ’ ἀσφαλῶς ἐπ’ αὐτοῖς ἀνιστᾶσι τὰ δημιουργήματα,
17. τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις τὴν φύσιν
1. ἀπὸ τῆς ἰδίας ἀρχῆς ἀσφαλῶς ἤδη πεπηγυίας ἕκαστον γένος
2. τῶν ἀγγείων φύσασαν εἰς ἅπαν ἀποτείνειν τὸ σῶμα. πλέονος
3. δ’ οὔσης τῷ κυουμένῳ ζώῳ τῆς ἐκ τῶν φλεβῶν χρείας,
4. ὡς ἂν ἄχρι πλείστου διοικουμένῳ δίκην φυτοῦ, τὴν ἀρχὴν
5. τούτων εὐθέως ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυροτάτην εἰργάσατο.
6. ἐν μὲν γὰρ ἐγκεφάλῳ καὶ τῇ καρδίᾳ καὶ τοῖς ἀπ’
7. αὐτῶν ἐκπεφυκόσιν ὀργάνοις ἡ παρὰ τῶν φλεβῶν ἀναγκαία
8. χρεία, χωρὶς αἵματος μήτε γεννηθῆναι μήτ’ αὐξηθῆναι δυναμένοις·
9. ἥπατι δὲ καὶ φλεψὶν ἀρτηριῶν μὲν ὀλίγη χρεία,
10. νεύρων δ’ οὐδεμία, πρὶν τελειωθῆναι. διὰ τοῦτ’ οὖν
11. ἰσχυρὸν μὲν καὶ μέγα τὸ φλεβῶδες γένος εὐθὺς ἐξ ἀρχῆς
12. ἡ φύσις ἀπειργάσατο, τῶν δ’ ἄλλων ἑκάτερον ἐπὶ τούτοις
13. αὖθις αὐξάνειν ἤρξατο. διὰ τί δὲ καὶ ὁ πνεύμων ἐπὶ τῶν
14. ἔτι κυουμένων ἐρυθρός ἐστιν, οὐχ, ὥσπερ ἐπὶ τῶν τελέων
15. ζώων, ὑπόλευκος; ὅτι τρέφεται τηνικαῦτα, καθάπερ τἄλλα
16. σπλάγχνα, δι’ ἀγγείων ἕνα χιτῶνα λεπτὸν ἐχόντων· εἰς
17. ταῦτα γὰρ ἐκ τῆς κοίλης φλεβὸς ἀφικνεῖται τὸ αἷμα κατὰ
18. τὸν τῆς κυήσεως καιρόν. ἀποκυηθέντων δὲ τυφλοῦται μὲν
1. ἡ τῶν ἀγγείων σύντρησις, ἐμπίπτει δ’ εἰς αὐτὰ πνεῦμα μὲν
2. πλεῖστον, ὀλίγιστον δ’ αἷμα, καὶ τοῦτο ἀκριβῶς
3. λεπτόν. ἀλλὰ καὶ κινεῖται τηνικαῦτα διηνεκῆ κίνησιν ὁ
4. πνεύμων, ἀναπνέοντος τοῦ ζώου. κοπτόμενον μὲν οὖν ἀπὸ
5. τοῦ πνεύματος τὸ αἷμα κατὰ διττὴν κίνησιν, ἥν τε ἐκ τῶν
6. ἀρτηριῶν ἔχει, καὶ ἣν ἐξ ὅλου τοῦ πνεύμονος ἐπικτᾶται,
7. λεπτότερον ἔτι καὶ μαλακώτερον ἑαυτοῦ καὶ οἷον ἀφρῶδες
8. γίνεται. καὶ διὰ τοῦτο μεταπίπτει τῆς σαρκὸς τοῦ πνεύμονος
9. ἡ φύσις ἐξ ἐρυθρᾶς καὶ βαρείας καὶ πυκνῆς εἰς λευκὴν
10. καὶ κούφην καὶ ἀραιάν· ὅπερ ἔφην, οἶμαι, χρησιμώτατον
11. αὐτῷ κατὰ τὰς ἀναπνευστικὰς κινήσεις ἑπομένῳ τῷ
12. θώρακι· δυσκίνητος γὰρ ἂν ἦν ὑπὸ βάρους, ὁμοίαν σάρκα
13. τοῖς ἄλλοις σπλάγχνοις λαβών. ἄξιον οὖν ἐστι κᾀν τῷδε
14. θαυμάζειν τὴν φύσιν, ἡνίκα μὲν ἐχρῆν αὐξάνεσθαι μόνον
15. τὸ σπλάγχνον, ἀκριβὲς αἷμα χορηγοῦσαν αὐτῷ, μεταπεσόντος
16. δ’ εἰς τὸ κινεῖσθαι, κούφην τὴν σάρκα καθάπερ τι
17. πτέρωμα ποιήσασαν, ὅπως ἑτοίμως ἀπὸ τοῦ θώρακος διαστέλλοιτό
18. τε καὶ συστέλλοιτο. διὰ ταῦτα τοιγαροῦν ἐγένετο
1. καὶ ἡ τῆς κοίλης φλεβὸς πρὸς τὴν ἀρτηρίαν τὴν φλεβώδη
2. σύντρησις ἐπὶ τῶν ἔτι κυουμένων. ἅτε δ’, οἶμαι, τοῦ ἀγγείου
3. τούτου τῆς φλεβὸς ὑπηρετοῦντος τῷ σπλάγχνῳ, θάτερον
4. ἀναγκαῖον ἦν εἰς ἀρτηρίας χρείαν μεταπεσεῖν, καὶ διὰ
5. τοῦτο συνέτρησε καὶ τοῦτο ἡ φύσις εἰς τὴν μεγάλην ἀρτηρίαν.
6. ἀλλ’ ἐνταῦθα μὲν, ἐπειδὴ διάστημά τι μεταξὺ τῶν
7. ἀγγείων ἦν, ἕτερον τρίτον μικρὸν ἀγγεῖον, ἄμφω συνάπτον,
8. ἐδημιούργησεν. ἐπὶ δὲ τῶν ὑπολοίπων τῶν δυοῖν, ἐπειδὴ
9. καὶ ταῦτ’ ἔψαυεν ἀλλήλων, οἷον ὀπήν τινα κοινὴν ἀμφοῖν
10. ἐποιήσατο, καί τινα κατ’ αὐτῆς ὑμένα δίκην ἐπιθήματος
11. ἐτεχνήσατο, πρὸς τὸ τοῦ πνεύμονος ἀγγεῖον ἑτοίμως ἀνακλινόμενον,
12. ὅπως εἴκῃ μὲν τῇ ῥύμῃ τῆς φορᾶς τοῦ αἵματος ἐκ
13. τῆς κοίλης ἐπιῤῥέοντος, ἀποκωλύοι δ’ αὖθις εἰς αὐτὴν ἐπανέρχεσθαι
14. τὸ αἷμα. ταυτὶ μὲν οὖν ἅπαντα θαυμαστὰ
15. τῆς φύσεως ἔργα, παντὸς δ’ ἐπέκεινα θαύματος ἡ μετὰ
16. ταῦτα σύμφυσις τοῦ προειρημένου τρήματος. καὶ γὰρ τῶν
17. ἄρτι γεγενημένων ζώων, ἢ πρὸ μιᾶς ἢ δυοῖν ἡμερῶν, ἐπ’
18. ἐνίων δὲ καὶ τεττάρων καὶ πέντε καὶ πλεόνων, ἔστιν ὅτε
1. συμφυόμενόν ἐστιν εὑρεῖν τὸν ἐπὶ τοῦ τρήματος ὑμένα,
2. συμπεφυκότα δ’ οὐδέπω. τελειωθέντος δὲ καὶ τὴν οἰκείαν
3. ἀκμὴν ἀπολαβόντος τοῦ ζώου, θεασάμενος τὸ χορίον ἅπαν
4. ἀκριβῶς στεγανὸν, ἀπιστήσεις γεγονέναι ποτὲ τὸν χρόνον,
5. ἡνίκα διετέτρητο, πολὺ δὲ μᾶλλον ἐπὶ τῶν ἔτι κυουμένων
6. ἢ νεωστὶ γεγενημένων ἰδὼν τὸν ὑμένα, κατὰ μόνην μὲν τὴν
7. ῥίζαν ἐστηριγμένον, θεωρούμενον δ’ ἐν τῇ τῶν ἀγγείων κοιλότητι
8. τὸ σύμπαν αὐτοῦ σῶμα, νομιεῖς ἀδύνατον εἶναι σύμφυσιν
9. ἀκριβῆ δέξασθαί ποτ’ αὐτόν. ὁπόσα γοῦν νευρώδη τ’
10. ἐστὶ καὶ λεπτὰ, κᾂν ἐν τῷ παραχρῆμά τις ἐπιχειρήσῃ συμφύειν
11. αὐτὰ μετὰ τὴν πρώτην διαίρεσιν, οὐ τυγχάνει τοῦ σκοποῦ,
12. μήτι γε δὴ τελεωθέντα χρόνῳ πλέονι. καὶ μὴν ὁ ὑμὴν ἐκεῖνος
13. εἰς ἀκριβῆ σύμφυσιν ἥκει, τοῦ χρόνου προϊόντος, οὔθ’
14. ὑπὸ τοῦ νευρώδης ἢ λεπτὸς ὑπάρχειν, οὔθ’ ὑπὸ τοῦ κινεῖσθαί
15. τε καὶ σείεσθαι διὰ παντὸς ἐμποδιζόμενος. οὕτω
16. δὲ καὶ τὸ συνάπτον ἀγγεῖον τὴν μεγάλην ἀρτηρίαν τῇ κατὰ
17. τὸν πνεύμονα φλεβὶ, τῶν ἄλλων ἁπάντων τοῦ ζώου μορίων 
1. αὐξανομένων, οὐ μόνον ἀναυξὲς, ἀλλὰ καὶ λεπτότερον ἀεὶ
2. φαίνεται γινόμενον, ὡς ἐν τῷ χρόνῳ προϊόντι παντάπασιν
3. ἀπομαραίνεσθαί τε καὶ ξηραίνεσθαι. τὸ μὲν οὖν τεχνικῶς
4. ἅπαντα τὰ τοιαῦτα διαπλάττεσθαι τὴν φύσιν ἡ καθ’ ἕκαστον
5. αὐτῶν ἐνδείκνυται χρεία· τὴν δύναμιν δ’ αὐτῆς, ᾗ
6. πράττει ταῦτ’, ἐξευρεῖν μεῖζον ἢ καθ’ ἡμᾶς, εἰ οὐδὲ τὴν
7. ἀρχὴν, ὅτι δύναταί τι, πιστεύομεν, εἰ μὴ πολλάκις ἐναργῶς
8. θεασαίμεθα. περὶ μὲν δὴ τούτων ἤδη παύσομαι γράφων.
9. εἴρηται γὰρ οὐκ ὀλιγάκις κατὰ τὸν ἔμπροσθεν λόγον ὑπὲρ
10. αὐτῶν, ἡνίκα καὶ περὶ τῶν τοῦ πνεύμονος ὀργάνων ὁ λόγος
11. ἦν.

Cliquer un n° de page pour en afficher l’image