12. Μνημονεύσω δ’ ἄλλου τινὸς ἔργου τῆς φύσεως,
13. ὁμοίως μὲν θαυμαστοῦ, γινωσκομένου δ’ ἅπασι καὶ
14. πρὸ τῆς ἀνατομῆς. οὐδεὶς οὖν ἀγνοεῖ περὶ τοῦ στόματος
15. τῶν μητρῶν, οὔθ’ ὅπως ἀκριβῶς ἔσφιγκταί τε καὶ κέκλεισται
16. κατὰ τὸν τῆς κυήσεως χρόνον, οὔθ’ ὅπως ἐπὶ πλεῖστον
17. ἀνοίγνυται κατὰ τὴν τοῦ τόκου προθεσμίαν. γίνεται δ’ ὁ
18. τόκος οὗτος, ἡνίκ’ ἂν ἤδη τὸ κυούμενον ᾖ τέλειον, ὡς διὰ
1. στόματος δύνασθαι τρέφεσθαι. κατὰ μὲν οὖν τὸν ἄλλον
2. ἅπαντα χρόνον οὐδὲ πυρῆνα καθεῖναι δυνατὸν εἴσω τοῦ
3. τῶν μητρῶν αὐχένος· ἐν δὲ ταῖς ἀποκυήσεσιν ὅλον τὸ
4. ζῶον ἐντεῦθεν ἐξέρχεται. ὥσπερ οὖν καὶ ὁ μικρὸν ἔμπροσθεν
5. εἰρημένος ὑμὴν ὅτι μὲν οὖν συμφύεται τοῖς ἀγγείοις,
6. ἐναργῶς ὁρῶμεν, ὅπως δὲ γίνεται τοῦτο, μεῖζόν ἐστιν ἀνθρωπίνης
7. γνώσεως, οὕτω κᾀπὶ τῶν ὑστερῶν, ὅτι μὲν οὖν
8. ἀνοίγνυται τὸ στόμα τοσοῦτον, ὅσον ἱκανὸν εἶναι τοῖς ἐμβρύοις
9. εὐπετῆ παρασχεῖν ἔξοδον, ἅπαντες ἴσασιν, ὅπως δὲ
10. γίνεται τοῦτο, πλέον τοῦ θαυμάζειν οὐδὲν ἴσμεν. ἀλλ’ ἡ
11. φύσις καὶ ταῦτα καὶ τἄλλα σύμπαντα περὶ τὴν ἀποκύησιν
12. τοῦ ζώου μηχανᾶται περιττὰ σοφίσματα. καὶ γὰρ ὅπως ἐν
13. δέοντι σχήματι τῷ τῇς μήτρας αὐχένι πελάζοι, καὶ ὅπως
14. διεξέρχοιτο χωρὶς τοῦ πληγῆναί τι μέλος ἢ παραρθρῆσαι
15. κῶλον, οὐ σμικρὰν ἐποιήσατο πρόνοιαν, τὴν κεφαλὴν τοῦ
16. κυουμένου πρῶτον ἐντιθεῖσα τῷ τῆς μήτρας αὐχένι,
17. καὶ διὰ τούτου τοῖς ἄλλοις αὐτοῦ μορίοις ὁδοποιοῦσα.
18. καίτοι γε εἰ πλάγιον ἢ ἐγκάρσιον ἐπὶ τὴν ἔξοδον τὸ
19. ἔμβρυον, ἢ ἐκπίπτοι κατὰ μῆκος μὲν, ἀλλ’ οὐχ ὡς νῦν,
1. ἢ κατὰ τὴν κεφαλὴν οὐκ ἐνήρμοττεν, ὥσπερ καὶ γίνεταί
2. ποτε σπανιάκις, ἢ σκέλος ἐκπίπτοι ἢ χεὶρ πρὸ τῆς κεφαλῆς,
3. χαλεπὴν τοῖς ἄλλοις μέλεσι τὴν ἔξοδον ἀπεργάζεται.
4. ἀλλ’ εἰ μὲν ἤτοι τρὶς ἢ τετράκις οὐκ ἐπιτηδείως ἐκπίπτον
5. ἅπαξ ἐκωλύετο, συνέβαινεν ἂν οὕτω γε τετρακοσίων ἐμβρύων,
6. εἰ τύχοι, τοῖς ἑκατὸν ἐμποδίζεσθαι, ἐπὶ δὲ μυριάσι παμπόλλαις
7. ἅπαξ που τοῦθ’ ὁρᾶται γινόμενον. ἀνάμνησις μὲν
8. ἡμῖν ἐντεῦθεν, ὧν ἀπολαύομεν ἀγαθῶν ἐκ τοῦ διαπλάττοντος
9. τεχνίτου, γνῶσις δ’ ἐναργὴς οὐ τῆς σοφίας μόνον,
10. ἀλλὰ καὶ τῆς δυνάμεως αὐτοῦ. τίς γὰρ ἢ Φειδίας ἢ Πολύκλειτος
11. ἀγαθὸς οὕτω δημιουργὸς, ὡς ἐν πολλαῖς μυριάσιν
12. ἔργων δυσκατορθώτων ἁμαρτάνειν ἅπαξ; ἆρ’ οὖν ταῦτα
13. μόνον ἄξιον ἐπαινεῖν τὴν φύσιν, ἢ τὸ πάντων θαυμάτων
14. μέγιστον θαῦμα τοῦτ’ οὔπω λέλεκται, τὸ διδάξαι τὸ γεννώμενον
15. ἁπάντων τῶν μορίων τὰς ἐνεργείας; οὐ γὰρ στόμα
16. μόνον καὶ στόμαχον καὶ γαστέρα τροφῆς ὄργανα παρεσκεύασεν,
1. ἀλλ’ εὐθὺς, ὅπως χρήσαιτο τούτοις, ἐπιστάμενον
2. ἐγέννησε τὸ ζῶον, αὐτοδίδακτόν τινα σοφίας δύναμιν ἐνθεῖσα,
3. καθ’ ἣν ἕκαστον τῶν ζώων ἐπὶ τὴν οἰκείαν ἑαυτοῦ
4. τροφὴν ἀφικνεῖται. τὰ μὲν οὖν ἄλλα σύμπαντα καιρὸς ἕτερος
5. ἐξηγήσεται. τῷ δ’ ἀνθρώπῳ τροφὴν μὲν τὸ γάλα παρεσκεύασεν,
6. εἰς μίαν δὲ ἄμφω προθεσμίαν ἤγαγεν, ἐν μὲν
7. τοῖς τιτθοῖς τῆς κυησάσης τροφὴν, ἐν δὲ τοῖς μέλλουσι τρέφεσθαι
8. τὴν πρὸς τὸν τοιοῦτον χυμὸν ὁρμήν. εἰ γὰρ ἐνθείη
9. τις τὴν θηλὴν τοῦ τιτθοῦ τῷ στόματι τοῦ βρέφους,
10. αὐτίκα μὲν σφίγγει τοῖς χείλεσιν, αὐτίκα δὲ διαστεῖλαν τὰς
11. γνάθους ἐπισπᾶται, κᾄπειτα κυρτῶσαν τὴν γλῶτταν ὠθεῖ
12. κατὰ τῆς φάρυγγος, ὡς ἐκ πολλοῦ χρόνου μεμελετηκός. ἐνταῦθα
13. δ’ ὁ στόμαχος εἰς τὴν γαστέρα παραπέμπει, καὶ οὗτος
14. ὥσπερ δεδιδαγμένος· εἶθ’ ἡ μὲν ἀπολαύσασα τὸ περιττὸν
15. ἀποπέμπει τοῖς ἐντέροις· ταῦτα δ’ ἐφεξῆς ἀλλήλοις
16. μεταδίδωσιν ἄχρι τοῦ τελευταίου. γένεσις δ’ ὀδόντων
17. τοὐντεῦθεν ἐκδέχεται τὸ βρέφος, ὡς ἂν μὴ διὰ παντὸς
1. ἐνοχλοίη τῇ μητρί· καὶ σὺν αὐτοῖς ἐνέργεια μασήσεως αὐτοδίδακτός
2. τις ὁμοίως ταῖς ἄλλαις ἐνεργείαις ἀφικνεῖται· καὶ
3. τἄλλα ἐφεξῆς ἅπαντα, περὶ ὧν ἑτέρου λόγου διέρχεσθαι.
4. νυνὶ δ’, ἐπειδή μοι τέλος ἔχει τὰ προτεθέντα πλὴν ὀλίγων
5. δή τινων, ἐπ’ ἐκεῖνα μετιέναι καιρός.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 15.7, ed. Kühn, 1822, vol. 4, p. 246-250. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩