Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 15.8, ed. Kühn, 1822, vol. 4, p. 250-262. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:15.8

6. Ἔστι δὲ τὰ λείποντα τῇ πάσῃ πραγματείᾳ,
7. περί τε τῶν κινούντων μυῶν τὴν κατ’ ἰσχίον διάρθρωσιν,
8. ὑπὲρ ὧν ὅλως οὐδὲν εἶπον, ἕνα τε λόγον ἀναθεῖναι τοῖς
9. κοινοῖς τοῦ σώματος ὀργάνοις, ἀρτηρίᾳ καὶ νεύρῳ καὶ
10. φλεβί. ταυτὶ μὲν οὖν ὁ μετὰ τόδε τὸ γράμμα λόγος ιζ΄
11. ἀπὸ τῆς ἀρχῆς ἐσόμενος ἐκδέχεται, περὶ δὲ τῶν κινούντων
12. μυῶν τὸ κατ’ ἰσχίον ἄρθρον ἤδη λέγωμεν. τί τοίνυν ἐχρῆν
13. τοῦτο ποικίλαις μὲν ἧττον ἢ τὸ κατ’ ὦμον, ἀσφαλεστέραις
14. δ’ ἐκείνου κινήσεσιν ἐπιτήδειον εἶναι, κατὰ τὸ ιγ΄ εἴρηται
15. γράμμα. καὶ μέν γε καὶ περὶ τῶν ὀστῶν, ὁποῖα ἄττα τὴν
16. φύσιν ἐστὶ, καὶ ὡς ἄριστα κατεσκεύασται καὶ ταῦτα πρὸς
17. τὴν ἐνέργειαν, ἧς χάριν ἐγένετο, κατὰ τὸ γ΄ εἴρηται βιβλίον· 
1. ἡ γὰρ τῶν πραγμάτων ὁμοιότης εἰς κοινωνίαν ἤγαγε τοὺς
2. λόγους αὐτῶν. ὅσον οὖν ἴδιόν ἐστι τοῦ κατ’ ἰσχίον ἄρθρου
3. μόνου, μηδενὶ κοινωνοῦν ἑτέρῳ διδασκαλίας, ἐν τῷδε ῥηθήσεται.
4. τὰ σκέλη τοῖς ζώοις ἡ φύσις ὄργανα βαδίσεως
5. ἐδημιούργησεν, ἵππῳ μὲν, καὶ κυνὶ, καὶ ὄνῳ, καὶ βοῒ,
6. καὶ τοῖς τοιούτοις ἅπασι ζώοις τέτταρα, μόνοις δ’ ἀνθρώποις
7. τῶν πεζῶν ζώων δύο. πιθήκῳ δ’ οὕτως ἔχει τὰ
8. σκέλη, ὡς ἀνθρώπῳ βρέφει, νυνὶ δὲ πρῶτον αὐτοῖς ἐπιχειροῦντι
9. χρῆσθαι· καὶ γὰρ δὴ καὶ τοῖς τέτταρσι κώλοις ὡς
10. τετράποδα βαδίζει, καὶ τοῖς προσθίοις ὥσπερ χερσὶ χρῆται.
11. ἀλλ’ ἄνθρωπος μὲν αὐξηθεὶς οὐκέτ’ ἐνεργεῖ τοῖς προσθίοις
12. κώλοις ὡς ποσὶ, πίθηκος δ’ ἐπαμφοτερίζει διὰ παντὸς,
13. ἐπειδὴ πρὸς ἄμφω παρεσκεύασται, πρός τε τὸ ταχέως
14. ἀναῤῥιχᾶσθαι τοῖς ἕρπουσι ζώοις ὁμοίως καὶ πρὸς τὸ τρέχειν
15. σφαλερῶς οἷα παιδίον· ἀδύνατον γὰρ ἦν αὐτῷ πρὸς
16. ἀμφότερα καλῶς παρεσκευάσθαι. καὶ διὰ τοῦτο τοὺς τῶν
17. ποδῶν δακτύλους ἐπὶ πλεῖστον ἐσχισμένους ἔσχεν ἀπ’ ἀλλήλων,
1. καί τινας τῶν κινούντων μυῶν τὴν κατὰ τὸ γόνυ
2. διάρθρωσιν ἄχρι πολλοῦ τῆς κνήμης κατερχομένους. οὕτω
3. μὲν οὖν αὐτῷ καὶ τὸ κατ’ ἰσχίον ἄρθρον ἐγγὺς μὲν ἥκει
4. τῆς ἀνθρώπου φύσεως, οὐ μὴν ἀκριβῶς γ’ ἐξῄκασται, καθάπερ
5. ἡ σύμπασα χείρ. ἀτὰρ οὖν καὶ οἱ μύες οἱ σαρκώδεις,
6. οἱ τὰς πυγὰς ἐργαζόμενοι, πιθήκοις μὲν ἔχουσι γελοίως,
7. ὥσπερ καὶ τἄλλα πάντα, μίμημα γὰρ γελοῖον ἀνθρώπου
8. ζῶον ἐδιδάξαμεν ὑπάρχον· ἀνθρώπῳ δὲ κάλλιστα διάκεινται
9. πρὸς εὐσχημοσύνην τε ἅμα τῶν ἀναγκαίων μορίων
10. ἄθλιπτόν τε καὶ ἄλυπον ἕδραν ἐν τῷ καθέζεσθαι. τούτους
11. οὖν μόνους πίθηκος ἔχει κολοβωτέρους, τὰ δ’ ἄλλα σύμπαντα
12. παραπλησίως ἀνθρώπῳ διάκειται. δοκίμαζε τοιγαροῦν
13. ἐπὶ τούτου τὸν εἰρησόμενον λόγον ὑπὲρ τῶν κινούντων
14. τὸ κατ’ ἰσχίον ἄρθρον μυῶν. ἐπὶ τούτου γάρ τοι καὶ
15. οἱ πρὸ ἡμῶν ἀνατομικοὶ τὴν διδασκαλίαν ταύτην ἐποιοῦντο
16. τῶν μυῶν. ἀλλ’ ὅμως, ὥσπερ ἄλλα πάμπολλα καθ’ ὅλον τὸ
17. σῶμα παρεῖδον, οὕτω κᾀνταῦθα μῦς ὅλους. ὑφ’ ἡμῶν δὲ
1. καὶ αὐτὴ μὲν ἰδίᾳ γέγραπται μυῶν ἀνατομή· δεδήλωται δὲ
2. καὶ διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων, ὁπόσοι τε τὸ πλῆθός
3. εἰσι καὶ ὁποῖοι τὴν ἰδέαν οἱ ταύτῃ μύες, εὐθὺς καὶ τὰς
4. αἰτίας ἡμῶν διδασκόντων, δι’ ἃς ἐσφάλησαν οἱ πρόσθεν
5. ἀμφ’ αὐτούς. ἐπεὶ τοίνυν ἔδει τὸ ἄρθρον τοῦτο κάμπτεσθαι
6. μὲν, ἀναφερομένου τοῦ σκέλους, ἐκτείνεσθαι δὲ, καταφερομένου,
7. κᾀν τούτοις μάλιστα ἦν αὐτοῦ τὸ κῦρος τῆς
8. ἐνεργείας, (ἐλάττων γὰρ ἡ χρεία τῆς γε εἴσω προσαγωγῆς
9. ἐπὶ θάτερον σκέλος, καὶ τῆς ἐκτὸς ἀποστάσεως, ἔτι τε
10. μᾶλλον τῆς ἐφ’ ὁποτερονοῦν περιστροφῆς,) ἀποδείξαιτ’ ἄν
11. τις εὐθέως ἐν τῇ κατὰ τὸ μέγεθός τε καὶ πλῆθος διαφορᾷ
12. τῶν μυῶν τὴν τέχνην τῆς φύσεως, μεγίστους μὲν καὶ πλείστους
13. τοὺς ἐκτείνοντάς τε καὶ κάμπτοντας τὸ κῶλον ἐργασαμένην,
14. ἐφεξῆς δ’ αὐτῶν μεγέθει τε καὶ πλήθει τοὺς
15. ἐπὶ τὰ πλάγια κινοῦντας, εἶτα καὶ τούτων ἐλάττους, ὅσοι
16. περιστρέφουσι τὸ κῶλον. οὕτω μὲν εὐλόγως ἡ πρώτη διαφορὰ
17. τῶν μυῶν τρίχα νενέμηται, τῇ χρείᾳ τῶν κινήσεων
1. μετρηθεῖσα. καθ’ ἑκάστων δὲ τῶν εἰρημένων τριῶν αὖθις
2. εἰς δύο μέρη διαιρουμένων, ὁποίαν ὑπεροχὴν ἔχουσιν οἱ
3. τοῦ χρησιμωτέρου μορίου μύες, ἐξηγούμενοι. τῶν μὲν γὰρ
4. ἐκτεινόντων ἐλάττους οἱ κάμπτοντες ἐγένοντο καὶ μεγέθει
5. καὶ ἀριθμῷ, τῶν δ’ ἀπαγόντων ἐκτὸς οἱ εἴσω προσάγοντες,
6. οἱ δὲ περιστρέφοντες ἐν κύκλῳ τὸν μηρὸν ὁμότιμοί
7. πέρ εἰσι. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· τὰς δ’ ἀποδείξεις
8. αὐτῶν ἐφεξῆς διέλθωμεν. ἐνέργεια σκελῶν, ὧν χάριν
9. ἐγένετο, βάδισίς τέ ἐστι καὶ δρόμος καὶ στάσις. ἀλλ’ ἡ
10. μὲν βάδισις καὶ ὁ δρόμος ἔμπαλιν ἀλλήλοις διατιθεμένων
11. αὐτῶν, ἡ δὲ στάσις ὡσαύτως ἐχόντων ἐγγίνεται. κατὰ
12. μὲν γὰρ τὴν στάσιν ἐστήρικται κατὰ τῆς γῆς ἑκάτερον
13. ὁμοίως τεταγμένον, ἐν δὲ τῷ βαδίζειν ἢ θεῖν τὸ μὲν
14. ἐστήρικται, τὸ δὲ μεταφέρεται, καὶ μείζων γε ὁ κάματος
15. τηνικαῦτα τῷ μένοντι. τὸ μὲν γὰρ μεταφέρον ἑαυτὸ μόνον
16. κινεῖ, τὸ δ’ ἐστηριγμένον οὐχ ἑαυτὸ μόνον ἀπαρεγκλίτως
17. ἐκτέτακεν, ἀλλὰ καὶ τὸ σύμπαν ὀχεῖ σῶμα, διπλοῦν
1. βαστάζον βάρος οὗ πρότερον ἀμφοτέρων ἑστώτων ἐβάσταζεν.
2. ἀλλ’ ἐν μὲν τῷ μεταφέρειν τὸ σκέλος οἱ κάμπτοντες
3. αὐτὸ πλέον ἐνεργοῦσιν· ἑστώτων δὲ, οἱ τῆς ἐκτάσεως δημιουργοὶ
4. μύες ἰσχυρῶς ἐντεταμένοι διαμένουσιν, ὡς, εἴ γε
5. καὶ σμικρὸν ὀκλάσειεν, εἰς κίνδυνον ἀφίξεται καταπτώσεως
6. ὅλον τοῦ ζώου τὸ σῶμα. κάμπτεται μὲν οὖν κατὰ βουβῶνα
7. τὸ σκέλος, ἀναφερόντων ἡμῶν αὐτὸ, καὶ εἰ διαφυλάττειν
8. ἐθελήσαις ἐν τῷδε τῷ σχήματι τὸ κῶλον, ἐντετάσθαι χρὴ
9. τοὺς κάμπτοντας μῦς· ἐκτείνεται δὲ, καταφερόντων ἐπὶ τοὔδαφος·
10. ἄκραν δ’ ἔκτασιν ἔχει καὶ στάσιν ἐσχάτην, ἑστώτων.
11. ὥστ’ εὐλόγως ἡ φύσις ἰσχυροῖς καὶ πολλοῖς καὶ μεγάλοις
12. μυσὶν ἐπέτρεψε τοὖργον τοῦτο· πρῶτον μὲν τῷ σκέποντι
13. τὸ ἄρθρον ὅλον ἐκ τῶν ὀπίσω μερῶν, ἀνάλογον
14. ἔχοντι τῷ κατὰ τὴν ἐπωμίδα· δεύτερον δὲ τῷ μετ’ αὐτὸν,
15. ὃς ἐκ μὲν τῶν ἔξω μερῶν ἁπάντων ἄρχεται τοῦ τῆς λαγόνος
16. ὀστοῦ, καταφύεται δ’ εἰς τὸ τοῦ μεγάλου τροχαντῆρος
17. ὑψηλότατον, ὀλίγον καὶ τοῦ πρόσω συνεπιλαμβάνων· τρίτον
18. δὲ τῷ μετὰ τοῦτον, ἐκ μὲν τῶν ἔξω τε καὶ κάτω μερῶν
1. τοῦ τῆς λαγόνος ὀστοῦ τὴν ἔκφυσιν ἔχοντι, ἐμφυομένῳ δὲ
2. πρώτοις μὲν τοῖς ἐντὸς μέρεσι τοῦ μεγάλου τροχαντῆρος,
3. ἐφεξῆς δὲ καὶ τοῖς πρόσω περιφυομένῳ, καὶ τέταρτον πρὸς
4. τούτοις τῷ ἐκφυομένῳ μὲν τοῦ πλατέος ὀστοῦ, καταφυομένῳ
5. δ’ ἐκ τῶν ὀπίσω μερῶν ὅλων ἄχρι τῆς κορυφῆς τῷ
6. μεγάλῳ τροχαντῆρι. ἀλλ’ ὁ μὲν πρῶτος ἁπάντων εἰρημένος
7. ἀπαρέγκλιτον ἔκτασιν ἰσχυρὰν ἐργάζεται, διττοῖς πέρασιν ἀνασπῶν
8. τὸν μηρὸν, ὧν εἰ τὸ ἕτερον ἐντείναις μόνον, οὐκέτ’
9. ἀπαρέγκλιτον, ἀλλ’ ἐγκλίνουσαν εἰς τὰ πλάγια ποιεῖται τὴν
10. ἀνάτασιν. ὁ δὲ δεύτερος ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐντὸς
11. ἐπισπᾶται τοῦ μηροῦ τὴν κεφαλήν. τῶν δ’ ὑπολοίπων
12. δυοῖν ἑκάτερος ἀνατείνει μέν τι βραχὺ, περιστρέφει δ’ ὁ
13. μὲν ἐκτὸς, ὁ δ’ ἔσω τὸν μηρὸν ὀλίγῳ τείνει μᾶλλον ἤπερ
14. ἀνατείνει, πολὺ δ’ ἧττον τῶν αὐτὸ δὴ τοῦτ’ ἔργον ἐχόντων
15. μυῶν, οὓς ὑστάτους διηγήσομαι. νυνὶ γὰρ, ὥσπερ ἀπηρξάμην,
16. ἁπάντων μὲν πρώτους ἐρῶ τοὺς ἐκτείνοντας, εἶθ’ ἑξῆς
17. τοὺς κάμπτοντας, εἶτα τοὺς εἰς τὰ πλάγια κινοῦντας.
18. ἐπεὶ δὲ κινήσεις ἐπίμικτοι τῶν πλείστων εἰσὶ, τῆς φύσεως, 
1. ὡς ἤδη πολλάκις εἴρηται, προμηθουμένης ἀεὶ δι’ ὀλίγων
2. ὀργάνων πολλὰς τοῖς ζώοις ἐνεργείας ἀπεργάζεσθαι, διὰ
3. τοῦτ’ ἐν τοῖς ἐκτείνουσι τὸ σκέλος μυσὶ καὶ τῶν ἄλλην τινὰ
4. πρὸς ταύτῃ κίνησιν ἐργαζομένων μνημονεύσω. τῶν γὰρ εἰρημένων
5. τεττάρων μυῶν ὁ μὲν ἁπάντων πρῶτος, ὃν ἀνάλογον
6. ἔχειν ἔφην τῷ κατὰ τὴν ἐπωμίδα, διτταῖς καταφύσεσιν
7. ἐκτείνων τὸ σκέλος, εὐθεῖαν μὲν ἀκριβῶς αὐτὴν ἀμφοτέραις
8. ἐνεργήσας ἀπεργάζεται, βραχύτατον δέ τι παρεγκλίνουσαν
9. εἰς τὰ πλάγια διὰ μόνης ἑτέρας αὐτῶν. οὕτω δὲ καὶ
10. ὁ δεύτερος εἰρημένος ἐκτείνει τε ἅμα καὶ βραχύ τι πρὸς
11. τοὐντὸς ἐπισπᾶται τοῦ μηροῦ τὴν κεφαλήν. ὡσαύτως δὲ καὶ
12. ὁ γ΄ καὶ ὁ δ΄ ὀλίγιστον μὲν, ὡς ἔλεγον, ἐκτείνουσι, βραχὺ
13. δ’ αὐτοῦ τι περιστρέφουσι πλέον. ἄλλος ἐπὶ τοῖσδε
14. ε΄ μῦς ἐστιν μέγιστος ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν,
15. περιπεφυκὼς ἔσωθέν τε κᾀκ τῶν ὀπίσω μερῶν ὅλῳ τῷ
16. κατὰ τὸν μηρὸν ὀστῷ μέχρι γόνατος. τούτου τοῦ μυὸς αἱ
17. ὄπισθεν ἶνες αἱ ἐξ ἰσχίου πεφυκυῖαι στηρίζουσιν ἑδραῖον
1. τὸ σκέλος, ἐκτείνουσαι τὴν διάρθρωσιν. ἐργάζονται δ’ οὐχ
2. ἥκιστα τοῦτο καὶ διὰ τῶν κάτω μερῶν ἐκπεφυκυῖαι τοῦ τῆς
3. ἥβης ὀστοῦ μετὰ βραχυτάτης τινὸς εἴσω ῥοπῆς. αἱ δ’
4. ὑψηλότεραι τούτων ἔσω προσάγουσι τὸν μηρὸν, ὥσπερ αἱ
5. πασῶν ὑψηλόταται προσάγουσί τε ἅμα καὶ ἀνασπῶσιν. ἀντιτεταγμένοι
6. δὲ τοῖς εἰρημένοις πέντε μυσὶν οἱ κάμπτοντες
7. τὴν διάρθρωσιν ἐλάττους τούτων εἰσὶ τόν τ’ ἀριθμὸν καὶ
8. τὸ μέγεθος, ὅ τ’ ἄνωθεν ὄρθιος, ἀπὸ διττῶν ἐκφύσεων
9. ἑνὶ τένοντι καταφυόμενος εἰς τὴν κορυφὴν τοῦ μικροῦ τροχαντῆρος,
10. ὅ τε σὺν αὐτῷ μὲν εἰς τὸν αὐτὸν τροχαντῆρα
11. καταφυόμενος ἐμφύσει ταπεινοτέρα. τὴν δ’ ἔκφυσιν ἐκ τῶν
12. προσθίων μερῶν τοῦ τῆς ἥβης ὀστοῦ πεποιημένος μῦς ἕτερος
13. οἷον μόριόν τι τοῦ μεγίστου παρατέταται λοξὸς, ὁμοίαν
14. ἐνέργειαν ἔχων, καὶ δ΄ ὁ τὴν κατὰ τὸ γόνυ διάρθρωσιν ἐκτείνων
15. διὰ τῆς ὑπερβαινούσης τὴν μύλην ἀπονευρώσεως.
16. ἀλλ’ οὗτος μὲν κατὰ συμβεβηκὸς κάμπτει τὸν μηρόν· οἱ δ’
17. ἄλλοι τρεῖς κατὰ πρώτην ἐνέργειαν, ὁ μὲν ἄνωθεν καταφερόμενος,
18. ἐλάχιστόν τι παρεγκλίνων ἐντός· οἱ δ’ ἀπὸ τῶν
1. προσθίων τοῦ τῆς ἥβης ὀστοῦ, πολὺ μὲν ἔσωθεν παρεγκλίνοντες,
2. ὀλίγον δ’ ἀνασπῶντες· ὁ δὲ τέταρτος, ὃν δὴ καὶ
3. κατὰ συμβεβηκὸς ἔφην κάμπτειν τὸν μηρὸν, τῷ μὴ πρώτως
4. ἕνεκα τοῦ κατ’ ἰσχίον ἄρθρου γεγονέναι, πολλὴν μὲν ποιεῖται
5. τὴν ἀνάτασίν τε καὶ κάμψιν, ὅμως δ’ ἀπολείπεται συχνῷ
6. τοῦ πρώτου ῥηθέντος. ἐκεῖνος μὲν γὰρ ἀπό τε τῆς
7. ψόας καὶ τῶν ἔνδον μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ τὴν
8. ἀρχὴν ἔχων ἐπὶ τὸν μικρὸν ἀφικνεῖται τροχαντῆρα· ὁ δὲ
9. τὴν κατὰ τὸ γόνυ διάρθρωσιν ἐκτείνων, ἧσπερ ἕνεκα καὶ
10. γέγονεν, ἐπειδὴ τὴν ἔκφυσιν ἐκ τῆς ὀρθίας ῥάχεως ἔχει τοῦ
11. τῆς λαγόνος ὀστοῦ, διὰ τοῦτ’ ἐντεινόμενος ἐφ’ ἑαυτὸν οὐ
12. μόνον τὴν κνήμην ἀνασπᾷν πέφυκεν, ἀλλὰ καὶ τὸν μηρὸν
13. κάμπτειν, ὡς, εἴ γ’ ἐκ τῶν κάτω μερῶν τῆς κατὰ τὸν βουβῶνα
14. διαρθρώσεως ἐξεφύετο, μόνην ἂν οὕτω γε τὴν κνήμην
15. ἐκίνει. ἀλλὰ γὰρ αὐτὸ τοῦτο προμηθῶς ἡ φύσις ἐποίησεν,
16. ἄνωθεν τῆς κατὰ τὸν βουβῶνα διαρθρώσεως ἐκφύσασα τὸν
17. μῦν τοῦτον, ἵν’ ἐν παρέργῳ τινὰ καὶ ἄλλην ἐργάζηται κίνησιν
18. ἀναγκαίαν τῷ ζώῳ. οἱ δ’ ἔσωθεν προσάγοντες τὸν
1. μηρὸν οἵδ’ εἰσί· δύο μὲν οἱ προειρημένοι ἐκ τῶν ἔμπροσθεν
2. μερῶν τοῦ τῆς ἥβης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες,
3. οὐκ ἔσω μόνον ἐπισπᾶσθαι τὸ κῶλον, ἀλλὰ καὶ κάμπτειν
4. μετρίως δυνάμενοι· τρίτος δὲ ἄλλος οὐ κατὰ τοῦτο τὸ μῆκος,
5. ἀλλ’ ἱκανῶς μακρός. ἐκφυόμενος γὰρ ἐκ τῶν ἔμπροσθεν
6. μερῶν τοῦ τῆς ἥβης ὀστοῦ παντὶ περιτέταται τῷ
7. κώλῳ μέχρι γόνατος, ἐπὶ τὴν ἔνδον αὐτοῦ κεφαλὴν τελευτῶν.
8. ἀλλὰ καὶ τοῦ μεγίστου μυὸς ἡ ἔνδον μοῖρα τὴν αὐτὴν ἐνέργειαν
9. ἔχει. πρὸς τοὐκτὸς δ’ ἀπάγουσι τὸν μηρὸν ἥ θ’
10. ἑτέρα μοῖρα τοῦ πρώτου πάντων ῥηθέντος, ὅ τ’ ἀπὸ τοῦ
11. πλατέος ὀστοῦ πεφυκὼς, ὃς καὶ περιστρέφειν αὐτὸν ἐλέχθη
12. βραχύ τι. κατάλοιποι δ’ ἄλλοι δύο μύες εἰσὶ τῶν κινούντων
13. τὸν μηρὸν, ὁ μὲν ἐκ τῶν ἔνδον, ὁ δ’ ἐκ τῶν ἔξω μερῶν
14. τοῦ τῆς ἥβης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες. ἑλιττόμενοι
15. δ’ ἀμφότεροι περὶ τὸ καλούμενον ἰσχίον ἐς ταὐτὸν ἀλλήλοις
16. ἀφικνοῦνται, καταφυόμενοι μιᾷ κοιλότητι διὰ τενόντων
17. εὐρώστων ἐν τοῖς ὀπίσω μέρεσι τοῦ μηροῦ, τεταγμένοι κατ’
18. αὐτὴν μάλιστα τὴν πρώτην ἔκφυσιν τοῦ μεγάλου τροχαντῆρος.
1. οὗτοι μόνοι πάντων τῶν εἰρημένων μυῶν ἑκάτερος
2. ἐφ’ ἑαυτὸν ἕλκων ἐπιστρέφει τε καὶ περιστρέφει τὸν μηρόν.
3. ὡς γὰρ κᾀν τοῖς ἐκτείνουσι τὸ κῶλον ἐν τῷ πρώτῳ
4. καταλόγῳ διῆλθον, ὀλίγον τι περιστρέφοντες ἐν παρέργῳ
5. τοῦτο καὶ βραχέως ἐργάζονται, κατὰ πρῶτον λόγον ὑπὸ τῆς
6. φύσεως ἐκτάσεως ἕνεκα τοῦ κατ’ ἰσχίον ἄρθρου γεγονότες.
7. εἴρηνται μὲν πάντες οἱ κινοῦντες τὸν μηρὸν μύες, ἀνάλογον
8. τῇ χρείᾳ τῶν κινήσεων, ὧν ἡγεμονεύουσιν, ἀριθμόν τε καὶ
9. μέγεθος ἔχοντες. ἐμφαίνεται δ’ εὐθὺς ἅμα τοῖς εἰρημένοις
10. ἥ τε τῶν ἐκφύσεών τε καὶ καταφύσεων, ἔτι τε τῆς ἐν τῷ
11. μεταξὺ θέσεως ἑκάστου μυὸς χρεία. ἐπὶ γάρ τοι τὴν πρώτην
12. ἔκφυσιν ἀνασπωμένων αὐτῶν, ἀναγκαῖόν ἐστι καὶ τὸ πέρας
13. ἑλκόμενον ἅμα ἑαυτῷ τὸ κῶλον ἐπισπᾶσθαι, ὥστ’ ἀναγκαῖον
14. ἐκ μὲν τῶν ἄνω μερῶν καταφέρεσθαι τὸν τὸ ἄνω κῶλον
15. ἕλκοντα, τῶν δ’ εἰς τὰ πλάγια κινούντων ἔσωθεν μὲν
16. εἶναι τὴν ἔκφυσιν, οἷς ἔσω προσάγειν ἐστὶ τοὖργον, ἔξωθεν
17. δ’ , οἷς τοὐκτός. ἀλλ’ ἐπεὶ καὶ περιφέρεσθαι καὶ περιστρέφεσθαι
1. κατ’ ἐνίας τῶν κινήσεων ἔδει τὸν μηρὸν, ἑλίττει
2. κυκλοτερῶς ἡ φύσις ἤτοι γ’ ὅλα τὰ σώματα τῶν τοιούτων
3. μυῶν, ἢ μόνους τοὺς τένοντας, ὅσοι ταῦτ’ ἐργάζεσθαι μέλλουσιν.
4. οἱ μὲν γὰρ εὐθεῖς τῶν μυῶν ἁπλῆν κινοῦσι κίνησιν,
5. τὰ κῶλα πρὸς ἐκεῖνα τὰ μέρη κατ’ εὐθεῖαν γραμμὴν ἐπισπώμενοι,
6. πρὸς ἅπερ αὐτῶν ἀνήκουσιν αἱ κεφαλαί· οἱ δ’ ἤτοι
7. τοῖς ὅλοις ἑαυτῶν σώμασιν ἢ καὶ τοῖς τένουσιν ἑλιττόμενοι
8. περί τι κυκλοφορικὴν μᾶλλον, οὐκ εὐθύπορον, ἐργάζονται
9. τὴν κίνησιν. οὕτω γοῦν ἀναγκαῖόν ἐστι καὶ τοῖς ἐσχάτοις
10. εἰρημένοις δύο μυσὶν ἐμφυομένοις τῷ μεγάλῳ τροχαντῆρι,
11. λοξὴν, οὐκ εὐθεῖαν, ἴσχουσι τὴν ἐπὶ τὸ κινούμενον φορὰν,
12. ὁμοίας τῇ σφετέρᾳ θέσει κινήσεως ἐξηγεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image