ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Π.
1. Περὶ τῶν κοινῶν ὀργάνων ἅπαντος τοῦ σώματος,
2. ἀρτηρίας καὶ φλεβὸς καὶ νεύρου, λέλεκται μὲν ἤδη
3. καὶ πρόσθεν οὐκ ὀλιγάκις ἐν ταῖς τῶν μορίων ἐξηγήσεσιν.
4. ἄμεινον δ’ ἔδοξέ μοι, μὴ διεσπασμένως μόνον εἰρῆσθαι περὶ
5. αὐτῶν, ἀλλ’ εἰς σύνοψίν τε μίαν ἀχθῆναι τὸ σύμπαν, ὅσον
6. τε ἐνδεῖ προστεθῆναι. πρόδηλον δ’, ὅτι κᾀνταῦθ’ ὁ λόγος
7. ὑποθέσεις ἕξει τὰ προαποδεδειγμένα, νεύρων μὲν ἀρχὴν εἶναι
8. τὸν ἐγκέφαλον, ἀρτηριῶν δὲ τὴν καρδίαν, τὸ δ’ ἧπαρ
1. τῶν φλεβῶν. ἐπεὶ τοίνυν ἐχρῆν εἰς ὅλον τὸ σῶμα νεμηθῆναι
2. ταῦτα, πρόσεχέ μοι τὸν νοῦν ἐπιμελῶς ἐξηγουμένῳ τὴν
3. δικαιοσύνην τῆς νομῆς. ἐὰν γὰρ φαίνηται τοῖς μὲν μείζω,
4. τοῖς δ’ ἐλάττω δοθῆναι ταῦτα κατὰ τὴν ἀξίαν ἑκάστου τῶν
5. μορίων, ἐν ἅπαντί τε τῷ σώματι τοῦθ’ εὑρίσκηται σωζόμενον,
6. ἐπαινέσομεν τὸν Ἱπποκράτην δικαίαν ὀνομάζοντα τὴν φύσιν·
7. ἐὰν δὲ καὶ σὺν ἀσφαλείᾳ πάσῃ θεωρῆται ταῦτα φερόμενα
8. πρὸς ἕκαστον μόριον, οὐ μόνον δικαίαν αὐτὴν, ἀλλὰ καὶ
9. τεχνικὴν καὶ σοφὴν ἀποφανούμεθα. διαφέρει μὲν οὖν οὐδὲν,
10. εἴτε ἀπ’ ἐγκεφάλου τις ἄρξαιτο τῆς ἐξηγήσεως, εἴτ’
11. ἀπὸ καρδίας, εἴτ’ ἀφ’ ἥπατος. οἵ τε γὰρ κοινοὶ λογισμοὶ
12. περὶ τῶν τριῶν ἀρχῶν ἐξ ἀνάγκης ἅμα λέγονται, τῆς τῶν
13. πραγμάτων φύσεως οὐδ’ εἰ βουληθείημεν ἑτέρως ἡμῖν
14. ἐπιτρεπούσης πράττειν, ὅτι θ’ οἱ λογισμοὶ καθ’ ἑκάστην
15. αὐτῶν ἐπὶ τοῖς κοινοῖς προειρημένοις, ὅπως ἄν τις ἐθέλῃ,
16. περαίνεσθαι οὐ δύνανται, πρόδηλον. τίνες οὖν οἱ
17. περὶ τῶν τριῶν ἀρχῶν λογισμοί; ἐπειδὴ πρόκειται μὲν εἰς
1. ἕκαστον μόριον ἀγαγεῖν ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον,
2. ἔνια δ’ ἀφέστηκε τῶν ἀρχῶν πόῤῥω, πολὺ βέλτιον ἦν
3. δήπου, μήτε τοσαῦτα τὸν ἀριθμὸν ἐκφύειν, ὅσα περ τὰ μόρια,
4. μήθ’ ὅλως πολλὰ, μέγιστον δ’ ἓν ὄργανον ἐξ ἑκάστης
5. ἀρχῆς ἐκφύσασαν οἷον πρέμνον, ἀπ’ ἐκείνου προϊόντος εἰς
6. τὰ πλησιάζοντα μόρια διανέμειν οἷον ὄζους τινάς. οὕτω γε
7. τοι καὶ τῶν ποτίμων ὑδάτων τὴν ἀγωγήν τε καὶ νομὴν εἰς
8. τὰς πόλεις οἱ περὶ ταῦτα δεινοὶ πεποίηνται, μέγιστον μὲν
9. ἕνα τῇ πηγῇ συνάψαντες ἀγωγὸν, ἐντεῦθεν δ’ ἐνίοτε μὲν
10. καὶ ἄλλοις τισὶ χωρίοις πρὸ τῆς πόλεως ἀπονέμοντες· εἰ
11. δὲ μὴ, ἀλλὰ ἐν τῇ πόλει πάσῃ, ἵν’ οὕτω τοῖς μέρεσιν αὐτῆς
12. διανέμοιεν, ὡς μηδὲν ἀπορεῖν ὕδατος. ὥσπερ δ’ ἐκείνων
13. ἀποδεχόμεθα μάλιστα τοὺς μὴ μόνον εἰς ἅπαντα τὰ μέρη
14. διανείμαντας τὸ ὕδωρ, ἀλλ’ ὅσοι πρὸς τούτῳ τὴν νομὴν
15. ἐποιήσαντο δικαιοτάτην, οὕτω καὶ τὴν φύσιν ἐπαινέσομεν,
16. εἰ πάντη δικαίαν εὕροιμεν. εἰ δὲ καὶ διττῆς οὔσης δικαιοσύνης,
17. ἑτέρας μὲν ἰδιώταις γνωρίμης, ἑτέρας δὲ καὶ τεχνίταις
1. προσηκούσης, ἡ φύσις φαίνοιτο τὴν τεχνικωτέραν αἱρουμένη,
2. πολὺ μᾶλλον ἐπαινέσομεν. μάθοις δ’ ἂν, εἰ βούλοιο,
3. τὴν τοιαύτην δικαιοσύνην, ὁποία τίς ἐστι, τοῦ θειοτάτου
4. Πλάτωνος ἀκούσας λέγοντος, εἰς τὸ κατὰ τὴν ἀξίαν ἴσον
5. ἀποβλέπειν χρῆναι τὸν ὄντως δίκαιον ἄρχοντα καὶ τεχνίτην.
6. οὐδὲ γὰρ οὐδὲ τὸ ὕδωρ ἐν ταῖς πόλεσιν ἴσον ὄγκῳ
7. καὶ σταθμῷ τοῖς χωρίοις ἅπασι νενέμηται· βαλανείῳ μέντοι
8. δημοσίῳ καί τινι θεῶν ἄλσει πλείων ἡ μοῖρα, ταῖς δ’
9. ἐν ταῖς ἀμφόδοις κρήναις καὶ τοῖς τῶν ἰδιωτῶν βαλανείοις
10. ἐλάττων.