7. Ἐπειδὴ γὰρ ἡ τῶν νεύρων ἐξήγησις αὐτάρκως
8. μοι λέλεκται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὴν τῶν ἀγγείων
9. νομὴν, καὶ πρῶτόν γε περὶ τῶν ἀρτηριῶν λεκτέον.
10. ἦν δή τι μέγιστον ἀγγεῖον, ὡς ἔμπροσθεν ἔφην, ἐκπεφυκὸς
11. τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷα στέλεχος νενεμημένον.
12. τοῦτ’ οὖν τὸ μέγιστον αὐτίκα μετὰ τὴν ἐκ τῆς καρδίας
13. ἔκφυσιν εἰς δύο τέμνεται μέρη, καὶ τούτων τὸ μὲν
14. ἕτερον ἐπὶ τὴν ῥάχιν κατακάμπτεται, πᾶσι τοῖς κάτω μορίοις
15. ἐπιπέμψον ἀρτηρίας, τὸ δ’ ἕτερον ἐπὶ τὴν κεφαλὴν
16. ἀναφέρεται, παρέξον καὶ τοῦτο τοῖς ἄνω τῆς καρδίας
17. ἅπασιν ἀπονεμήσεις ἀγγείων. γέγονεν οὖν, ὡς ἔμπροσθεν
18. ἔλεγον, ἄνισος αὐτῶν ἡ νομὴ διὰ τὸ πλείω κάτω τῆς
1. καρδίας ὑπάρχειν τῷ ζώῳ μόρια τῶν ἄνω. καὶ τοσούτῳ γε
2. ἡ κάτω φερομένη μοῖρα τῆς ἀρτηρίας μείζων ἐστὶ τῆς ἐπὶ
3. τὴν σφαγὴν ἀνιούσης, ὅσον γε καὶ τὸ πλῆθος τῶν κάτω
4. μορίων ὑπερέχει τῶν ἄνω. ταῦτά τε οὖν εὐθέως οὐ σμικρὰ
5. δικαιοσύνης τε καὶ τέχνης ἔργα, καὶ τούτων ἔτι μᾶλλον,
6. ὅτι τε μετεώρου τῆς ἀρτηρίας ἐκφυομένης, καὶ διὰ τοῦτ’
7. ἀστηρίκτως μελλούσης ἄνω τε καὶ κάτω δι’ ὅλου τοῦ
8. θώρακος φέρεσθαι, προὐνοήσατο τῆς ἀσφαλείας ἡ φύσις,
9. αὐτὸν μὲν ὑποθεῖσα τὸν πνεύμονα καθάπερ τι στήριγμα,
10. περιλαβοῦσα δ’ ὑμέσιν οἷον δεσμοῖς τισι τὴν συντομωτάτην
11. ὁδὸν ἀγαγοῦσα, οἷον δεσμοῖς τισι τὴν συντομωτάτην
12. ὁδὸν ἀγαγοῦσα πρὸς ὀχυρώτατά τε ἅμα καὶ ἑδραιότατα
13. μόρια. τὸ μὲν γὰρ κάτω φερόμενον αὐτῆς μέρος ἐπὶ τὸ
14. κατ’ ἀντικρὺ τῆς ἐκφύσεως ἵσταται χωρίον, οὐδαμόσε παρεγκλῖνον,
15. ἀλλὰ τὴν εὐθυτάτην τε καὶ συντομωτάτην ὁδὸν
16. ἰὸν, ἐπιβαίνει τε τῷ ε΄ θώρακος σπονδύλῳ. θάτερον δὲ
17. μετὰ τὴν πρώτην ἔκφυσιν εὐθὺς οὖν ἀποπέμπει τινὰ μοῖραν
18. ἑαυτοῦ πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην τε καὶ μασχάλην
1. ἀνατεινομένην, ἥτις ἐπί τε τοῦ πνεύμονος ὀχουμένη καὶ
2. δι’ ὑμένων στηριζομένη μέχρι τῆς α΄ ἀναφέρεται πλευρᾶς
3. ἄσχιστος· οὐ γὰρ ἀσφαλὲς ἦν σχίζειν αὐτὴν μετέωρον. ἐνταῦθα
4. οὖν ἤδη πρὸς τὰ πρῶτα μεσοπλεύρια πέμπει τι μόριον
5. ἑαυτοῦ, εἰς ὑποχόνδριόν τε καὶ τιτθὸν ἕτερον ὑποτεταγμένον
6. ἅπαντι τῷ στέρνῳ, καὶ γ΄ ἐπὶ τὸν ἐν τραχήλῳ νωτιαῖον
7. διεξέρχεται τὰ τῶν ς΄ σπονδύλων τρήματα μετὰ
8. τοῦ καὶ τοῖς πλησιάζουσι κατὰ τὴν ὁδοιπορίαν μυσὶ πέμπειν
9. ἀποβλαστήματα. τὸ δ’ ὑπόλοιπον τῆς ἀρτηρίας ταύτης
10. ἐπὶ τὴν ἀριστερὰν ὅλην χεῖρα καὶ τὴν ὠμοπλάτην διανέμεται.
11. τό γε μὴν ἕτερον μέρος τῆς ὅλης ἄνω φερομένης
12. ἀρτηρίας τὸ μεῖζον, ὅθεν καὶ τοῦτο ἀπεβλάστανεν, ἐπὶ τὴν
13. σφαγὴν ὄρθιον ἀναφέρεται συναπτόμενον ὅτι τάχιστα καὶ
14. τοῦτο τῷ κατὰ μέσον τὸ στέρνον ὀστῷ. μὴ τοίνυν τοῦτο
15. μόνον ἴδῃς αὐτῶν, ἀλλὰ καὶ τὸ χωρίον ἐπίσκεψαι σαφῶς,
16. ἔνθα πρῶτον ἐπιβαίνει τοῖς ὀστοῖς ἑκάτερον τῆς ἀρτηρίας
17. τὸ μέρος. ὄψει γὰρ οὐ βλάστημα μόνον, οὐδ’ ἕδραν ἑκατέρῳ
18. παρεσκευασμένον ὀστοῦν, ἀλλ’ ἔτι πρὸς τοῖσδε τῷ
1. μὲν ἑτέρῳ τῶν ἀγγείων ὑποβεβλημένον ὑμένα τε καὶ χόνδρον,
2. ὃς ὑπαλείφει τὰ τῶν σπονδύλων ἔνδον, οἷον ὑποστόρεσμά
3. τι μαλθακὸν αὐτῇ παρεσκευασμένον, τῷ δ’ ἑτέρῳ,
4. τῷ πρὸς τὴν σφαγὴν ἀνιόντι, μέγιστόν τε καὶ μαλακώτατον
5. ἀδένα, δίκην στρωμνῆς κατὰ τοῦτον ὑποβεβλημένον.
6. εἰ μὲν δὴ μηδὲν ἄλλο μήτ’ ἀγγεῖον ἐν θώρακι, μήτε
7. μόριον ἦν ἄνωθεν κάτω φερόμενον, ἢ κάτωθεν ἄνω, ὃ τῆς
8. αὐτῆς ἐπικουρίας ἐδεῖτο, μόνοις ἂν τοῖς μέρεσι τῆς μεγάλης
9. ἀρτηρίας ὀπίσω μὲν ἡ ῥάχις, ἔμπροσθεν δὲ τὸ στέρνον
10. ἃς εἰρήκαμεν ὑπηρεσίας τε καὶ χρείας παρεῖχεν. νυνὶ δὲ
11. κάτωθεν μὲν ἄνω τῆς κοίλης φλεβὸς ἀναφερομένης, ἄνωθεν
12. δὲ κάτω τοῦ τε στομάχου καὶ τῆς τὸν θώρακα τρεφούσης
13. φλεβὸς, οὐκ ἦν προσῆκον οὐδὲ τῆς ἐκείνων ἀσφαλείας
14. ὑπεριδεῖν, ἀλλὰ σκεπάσαι, καὶ συνδῆσαι, καὶ ὑποστηρίξαι,
15. καὶ φρουρὰν καὶ πρόβλημα ποιήσασθαι τῶν ὀστῶν αὐτοῖς
16. ἑκάτερον. ἀτὰρ οὖν καὶ φαίνεται ταῦθ’ οὕτως ἔχοντα, καὶ
17. μηδὲν μηδὲ τοὐλάχιστον ἐῤῥᾳθυμηένον τῷ τῶν ζώων δημιουργῷ.
1. πρῶτον γὰρ, ἐνὸν αὐτῷ τὸν μὲν στόμαχον τῷ
2. στέρνῳ συνάψαι, τὴν κοίλην δὲ φλέβα τῇ ῥάχει, τοὐναντίον
3. ἀπειργάσατο. τῷ μὲν γὰρ στομάχῳ πλησιαίτερον ἡ
4. ῥάχις τοῦ στέρνου, τῇ δ’ αὖ κοίλῃ φλεβὶ τὸ στέρνον ἐγγυτέρω
5. τῆς ῥάχεως, εἴ γε δι’ ὅλου μὲν ἐξ ἀρχῆς τοῦ τραχήλου
6. τοῖς σπονδύλοις ἐπιβεβηκὼς ὁ στόμαχος ἐφέρετο, τὸ δ’
7. ἀπὸ τοῦ δεξιοῦ τῆς καρδίας ὠτὸς ἀναφερόμενον ἀγγεῖον, ὃ
8. συνεχές τέ ἐστι τῇ κοίλῃ, καὶ διὰ τοῦτο πολλοὶ τῶν ἰατρῶν
9. αὐτὸ κοίλην φλέβα προσαγορεύουσιν, ὃ ἐγγὺς ἦν τῷ στέρνῳ.
10. καὶ βέλτιον ἦν ἑκατέρῳ τὸ πλησίον ὀστοῦν πρόβλημα ποιήσασθαι
11. τοῦ πόῤῥωθεν, καὶ πρὸς τὴν ἐναντίαν ἀπαγαγεῖν
12. χώραν δι’ ὅλης τοῦ θώρακος εὐρυχωρίας αἰωρούμενον ἀγγεῖον.
13. ἔπειτα δὲ καὶ ἄλλο τι χρηστὸν ἐκ τῆς τοιαύτης θέσεως
14. ἑκατέρῳ παρεσκευάζετο τότε, τῷ μὲν στομάχῳ τὸ
15. κατ’ εὐθὺ τῆς ὑποδεξομένης αὐτὸν ἰέναι γαστρὸς, ἐπικείμενον
16. τῇ ῥάχει, καὶ τὸ μὴ διεκπίπτειν ἀναγκάζεσθαι μέσον
17. τοῦ διαφράγματος, ἤδη φθάνοντος ἀναγκαῖον ἔχειν τρῆμα,
18. τὴν τῆς κοίλης φλεβὸς ὁδὸν, τῇ δέ γε φλεβὶ, κατὰ τὴν
1. σφαγὴν ἐπειδὰν γένηται καὶ συντύχῃ τῇ ἀπὸ καρδίας ἀρτηρίᾳ,
2. τὴν οἰκείαν θέσιν ὑπάρχειν ἑτοίμην. εὐθὺς δὲ τοῦτο
3. καὶ τὴν τῆς ἀρτηρίας ἐφύλαττε θέσιν, ὡς, ἐπειδὰν τοῦ τραχήλου
4. σχισθεῖσαι φέρωνται, διὰ βάθους μὲν εἶναι τὰς ἀρτηρίας,
5. ἐπικεῖσθαι δ’ αὐταῖς τὰς φλέβας. οὐ μόνον τοίνυν
6. ἐκ τοῦ τῇ ῥάχει ἐπιθεῖναι τόν τε στόμαχον καὶ τὴν
7. ἀρτηρίαν καὶ τὴν κάτω τοῦ θώρακος τρέφουσαν φλέβα, τῷ
8. στέρνῳ δ’ ὑποτεῖναι τὴν κοίλην, ἀλλὰ καὶ τὸ μήτε κατ’
9. ἄλληλον ἐπιθεῖναι τὸν στόμαχόν τε καὶ τὴν ἀρτηρίαν καὶ
10. τὴν φλέβα, μήτε μὴν ἐν τῷ μέσῳ τάξαι τὸν στόμαχον, ἐν
11. πλαγίοις δὲ τὴν ἀρτηρίαν, ἀλλὰ τὸ ταύτην μὲν ἐπὶ τῆς
12. μέσης τῶν σπονδύλων ἐκτεῖναι χώρας, συμπαρατεῖναι δ’
13. αὐτῇ κατὰ τὰ πλάγια τὸν στόμαχον, ἄριστα διατέτακται
14. τῇ φύσει. καθ’ ὅσον γάρ ἐστιν ἡ ἀρτηρία τοῦ στομάχου
15. πρὸς τὴν ζωὴν κυριωτέρα, κατὰ τοσοῦτο καὶ τῆς ἀσφαλεστέρας
16. ἔτυχεν ἕδρας. ἀπόδειξις δ’ οὐ σμικρὰ τοῦ λεγομένου
17. τὸ καὶ τοὺς τοῦ τραχήλου σπονδύλους ἅπαντας καὶ
18. τῶν τοῦ θώρακος τοὺς πρώτους δ΄ μέσους διεξέρχεσθαι
19. τὸν στόμαχον. οὔτε γὰρ, ἡνίκα μόνος ἐπὶ τῶν σπονδύλων
1. ἐφέρετο, βέλτιον ἦν αὐτῷ καταλιπόντι τὴν ἀσφαλεστέραν
2. ὁδὸν ἑτέραν ἰέναι σφαλερωτέραν, οὔθ’, ὅτ’ ἐνέτυχεν ὀργάνῳ
3. κυριωτέρῳ, μὴ οὐ παραχωρῆσαι τούτῳ τῆς προεδρίας.
4. ἡ δὲ τὰς κάτω τοῦ θώρακος ὀκτὼ πλευρὰς ἑκατέρωθεν τρέφουσα
5. φλὲψ, ὡς ἂν μικροτέρα τῆς ἀρτηρίας οὖσα, παρ’
6. αὐτὴν ἐκτέταται. ἀλλὰ περὶ μὲν ταύτης ὀλίγον ὕστερον ἐν
7. τῷ τῶν φλεβῶν εἰρήσεται λόγῳ, πρὸς δὲ τὴν ἀρτηρίαν αὖθις
8. ἐπάνιμεν. διερχομένη γὰρ τὰ κάτω τοῦ θώρακος ἡ μεγίστη
9. τῶν ἀρτηριῶν, ὑπὲρ ἧς ἐποιούμην τὸν λόγον, ἀποφύσεις
10. ἑκατέρωσε πέμπει κατὰ τὰς τῶν μεσοπλευρίων μυῶν
11. χώρας. καὶ γὰρ οὖν καὶ κατασχίζεται τὸ πλεῖστον αὐτῶν
12. εἰς τοὺς μῦς μῦς τούσδε, διεκπίπτει δ’ οὐκ ὀλίγον καὶ εἰς τοὺς
13. ἔξω τοῦ θώρακος. οὔτε γὰρ ἀσφαλέστερον, οὔτε
14. συντομώτερον ἑτέρωθεν ἦν ἄγειν αὐτοῖς ἀρτηρίας, ὥσπερ
15. οὐδὲ ταῖς φρεσὶν, οὔτ’ ἀπ’ ἄλλης τινὸς, οὔτ’ ἐξ ἄλλου μέρους,
16. ἀλλ’ ἀπό τε τῆς αὐτῆς ἀρτηρίας καὶ τοῦ μέρους αὐτῆς
17. ἐκείνου, καθ’ ὃ διεξέρχεται τὰς φρένας. οὐ μὴν οὐδὲ
18. γαστρὶ, καὶ σπληνὶ, καὶ ἥπατι βέλτιον ἦν ἑτέρωθεν ἀρτηρίας
1. λαβεῖν, ἀλλὰ παρὰ μόνης ταύτης τῆς μεγίστης, ἡνίκα πρῶτον
2. ἐν τοῖς κάτω γίνεται τῶν φρενῶν. ἀπὸ δὲ τῆς αὐτῆς
3. χώρας τῆσδε καὶ ἡ τοῖς ἐντέροις διανεμομένη παραγίνεται,
4. διότι καὶ ἡ κορυφὴ τοῦ μεσεντερίου πλησίον ἐτέτακτο, καὶ
5. ἦν ἀναγκαῖον ἐντεῦθεν ἀρξαμένην, οὐ τὴν ἀρτηρίαν μόνην,
6. ἀλλὰ καὶ τὴν φλέβα καὶ τὸ νεῦρον, εἰς ἁπάσας κατασχισθῆναι
7. τῶν ἐντέρων τὰς ἕλικας. ἐφεξῆς δὲ τεταγμένων τῶν
8. νεφρῶν, εἰς τούτους αὖ μέγιστον ζεῦγος ἀρτηριῶν ἐμβέβληκεν.
9. ἀλλὰ περὶ μὲν τοῦ μεγέθους αὐτῶν ἐν τοῖς τῶν νεφρῶν
10. εἴρηται λόγοις. διότι δ’ οὐκ ἐξ ἄλλου μέρους τῆς
11. ἀρτηρίας ἐξέφυ, ἐν τῷδε ῥηθήσεται. φαίνεται τοίνυν ἡ
12. φύσις αὖ τοῖς μεγίστοις τῶν ἀγγείων ὁμοίως τοῖς ἀγωγοῖς
13. τῶν ὑδάτων χρωμένη, καθ’ ἕκαστον δὲ τῶν χωρίων ὧν
14. διεξέρχεται ταῦτα τοῖς πλησίον ἅπασιν οἷον ὀχετούς τινας
15. ἢ σωλῆνας ἐπιπέμπουσα διαφόρους τῷ μεγέθει κατὰ τὴν
16. ἀξίαν τε καὶ χρείαν τῶν ληψομένων, ἅπαντας γοῦν ἐκ βραχυτάτου
17. διαστήματος ἐπάγουσα. κατὰ τοῦτο καὶ ἡ εἰς
18. τὸν δεξιὸν ἐμβάλλουσα νεφρὸν ἀπονέμησις τῆς ἀρτηρίας
19. ἀνωτέραν τὴν ἔκφυσιν ἔχει τῆς εἰς τὸν ἀριστερὸν ἰούσης,
1. ὅτι καὶ τῶν νεφρῶν αὐτῶν ἡ θέσις ἄνισος ἦν, ὡς ἐδείχθη
2. πρόσθεν. οὐδὲν οὖν θαυμαστὸν, εἰ τὰς μὲν εἰς τὸν θώρακα
3. φερομένας ἀρτηρίας ἐκ ταὐτοῦ τόπου τὴν ἔκφυσιν
4. ἔχειν συμβέβηκε ταῖς δεξιαῖς τὰς ἀριστερὰς, ἡ δ’ εἰς τὸν
5. δεξιὸν νεφρὸν ἀπόφυσις ὑψηλοτέρα τῆς εἰς τὸν ἀριστερὸν
6. ἐγένετο κατὰ τὴν θέσιν ἑκατέρου τῶν ὑποδεξομένων αὐτὰς
7. ὀργάνων. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπισημαίνεσθαι προσήκει, ὡς
8. ἐφεξῆς τῶν ἐπὶ τοὺς νεφροὺς ἰουσῶν αἱ εἰς τοὺς ὄρχεις
9. εἰσὶν, ἡ μὲν ἐκ τῶν ἀριστερῶν ὁρμωμένη μερῶν ἀεὶ μέν τι
10. πάντως ἐκ τῆς ἐπὶ τοὺς νεφροὺς ἰούσης λαμβάνουσα, ποτὲ
11. δὲ καὶ τούτῳ μόνῳ χρωμένη, ἡ δ’ ἐκ τῶν δεξιῶν ἀεὶ μὲν
12. ἐξ αὐτῆς τῆς μεγάλης ἀρτηρίας ὁρμωμένη, προσλαμβάνουσα
13. δέ ποτε καὶ τῆς ἐπὶ τὸν νεφρὸν ἰούσης. ὅτι μὲν δὴ μεταλαμβάνειν
14. πως ἐχρῆν αὐτὰς ἀκαθάρτου τε καὶ ὀῤῥώδους
15. ὕλης, ἐν τῷ ιδ΄ δέδεικται βιβλίῳ. τὸ δ’, ἐπειδὰν ἀφίκωνται
16. πλησίον τῶν ὄρχεων, ἑλίττεσθαι πολυειδῶς, εἰρημένον
17. ἤδη καὶ τοῦτο δι’ ἐκείνου τοῦ γράμματος, οὐ χεῖρον ἀναμνῆσαι
1. καὶ νῦν, ἵν’, ὅπερ ἀρτίως γέ μοι λέλεκται καὶ καθόλου
2. τῇ φύσει κατὰ πάντα τοῦ ζώου τὰ μόρια διαφυλάττεσθαι,
3. δοκοῦν ποτε καὶ διαφθείρεσθαι, ἢν μὴ τῆς προσηκούσης
4. ἐξηγήσεως τύχῃ. ἅπασι γὰρ, ὡς εἴρηται, τοῖς μορίοις
5. ἐκ βραχυτάτου διαστήματος ἡ φύσις ἀρτηρίας τε καὶ
6. φλέβας ἐπάγουσα μόνοις ἐξ ἁπάντων ὄρχεσί τε καὶ τιτθοῖς,
7. οὐκ ἐκ τῶν πλησίον ἀγγείων, ἀλλὰ πόῤῥωθεν ἤγαγεν, οὐκ
8. ἐπιλαθομένη τοῦ πρώτου σκοποῦ, βελτίω δ’ ἕτερον ἑλομένη.
9. γένεσις μὲν γὰρ ἐξ αἵματός ἐστιν ἀκριβῶς πεπεμμένου καὶ
10. γάλακτι καὶ σπέρματι. τὴν δ’ ἀκρίβειαν τῆς πέψεως αὐτοῖς
11. ὁ χρόνος τῆς πρὸς τὸ φέρον ἀγγεῖον ὁμιλίας προσδίδωσι.
12. χρονίζει δ’ ἐξ ἀνάγκης ἐν τοῖς μακροτέροις, μακρότερα
13. δ’ ἀεὶ γίνεται τὰ πόῤῥωθεν ἥκοντα. δεόντως οὖν
14. ὄρχεσί τε καὶ τιτθοῖς οὐκ ἐκ τῶν πλησίον ἀγγείων, ἀλλ’ ἐκ
15. τοῦ μακροτάτου διαστήματος ἡ φύσις αἷμά τε καὶ πνεῦμα
16. παράγει. καὶ μὴν, εἴπερ ἀκριβεστέρας κατεργασίας χρήζει τὸ
17. σπέρμα, τὸ μῆκος τοῦ διαστήματος αὐτῷ μόνον οὐκ ἤρκει,
18. καθάπερ τῷ γάλακτι· ἢ οὕτως ἂν ἡ φύσις ἄδικος
1. ἦν ἀνίσοις τε καὶ ἀνομοίοις πράγμασιν ἴσα τε καὶ ὅμοια
2. πάντη διανέμουσα. διὰ τοῦτ’ οὖν οὐ πόῤῥωθεν μόνον ἐπὶ
3. τοὺς ὄρχεις κατήγαγε τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας,
4. ὥσπερ ἐπὶ τοὺς τιτθοὺς, ἀλλὰ καὶ πολυειδῶς ἑλίττει πρὸ
5. τῆς ἐμφύσεως, πολυχρόνιον, οἶμαι, κᾀκ τούτου τὴν πρὸς
6. τὸ φέρον ἀγγεῖον ὁμιλίαν ταῖς ὕλαις παρασκευάζουσα. φλέβες
7. μὲν οὖν ἐν τῷδε τῷ χωρίῳ μόνον ἑλίττονται, ἀρτηρίαι
8. δὲ κᾀνταῦθα, αἱ μὲν ὁμοίως ταῖς φλεψὶν, ἐπὶ πλεῖστον δὲ
9. κατὰ τὸ δικτυοειδὲς ὀνομαζόμενον πλέγμα τῆς αὐτῆς χρείας
10. ἕνεκα. τρέφουσι γὰρ αὗται τὸ ψυχικὸν ἐν ἐγκεφάλῳ πνεῦμα,
11. πολὺ δή τι παραλλάττον τῇ φύσει πάντων τῶν ἄλλων
12. πνευμάτων, ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ πλεῖστον προπεμπομένης
13. καὶ προκατειργασμένης καὶ πάντα τρόπον ἠλλοιωμένης
14. χρῄζειν αὐτὸ τροφῆς. ἄλλας δ’ οὐκέτ’ ἂν εὕροις
15. οὔτ’ ἀρτηρίας οὔτε φλέβας ἰούσας πόῤῥωθεν εἰς οὐδὲν μόριον,
16. ἀλλ’ ἐκ βραχυτάτου διαστήματος πάσας ἀπὸ τῶν μεγάλων
17. ἀγγείων ἀποσχιζομένας. περὶ μὲν δὴ τῶν φλεβῶν ὀλίγον
18. ὕστερον ἐροῦμεν. ἀπὸ δὲ τῆς μεγάλης ἀρτηρίας ἐφεξῆς ταῖς
1. εἰρημέναις εἰς τοὺς κατ’ ἐπιγάστριον μῦς ἀποφύσεις εἰσίν.
2. οὐ γὰρ οὖν οὐδὲ τούτοις ἑτέρωθεν οἷόν τ’ ἦν ἐκ βραχυτάτου
3. διαστήματος ἄγειν ἀγγεῖα. καὶ μέν γε καὶ παρ’ ὅλην τὴν
4. ὁδὸν τῆς μεγάλης ἀρτηρίας, ἣν ἀπὸ τοῦ ε΄ σπονδύλου τοῦ
5. θώρακος ἀρξαμένη διὰ πάσης ποιεῖται τῆς ῥάχεως, ἕτεραί
6. τινες ἀπονεμήσεις εἰσὶν ἀγγείων σμικρῶν εἰς τὸν νωτιαῖον
7. ἐμβάλλουσαι, δισχιδεῖς τοὐπίπαν γινόμεναι, καὶ μέρος γε
8. αὐτῶν οὐ σμικρὸν ὀπίσω πέμπουσι τοῖς ῥαχίταις μυσί.
9. διήκουσι δ’ εἴσω τῶν ὀστῶν κατὰ τὰς συμβολὰς αὐτῶν, ἵνα
10. περ ἔσωθεν ἔξω φέρεται τὰ νεῦρα, καὶ διττὴ καθ’ ἑκάστην
11. συμβολήν ἐστιν ἀπόφυσις, ὅτι καὶ τρῆμα διττὸν, τὸ μὲν
12. ἐκ τῶν δεξιῶν τῆς ῥάχεως μερῶν, τὸ δ’ ἐκ τῶν ἀριστερῶν.
13. αὗται πᾶσαι πάμπολλαι συζυγίαι μικρῶν ἀρτηριῶν εἰσι καθ’
14. ὅλην τὴν ῥάχιν, ἰσάριθμοι τοῖς ἐκφυομένοις τοῦ νωτιαίου
15. νεύροις, καὶ διήκουσιν εἴσω μετὰ τῶν φλεβῶν εἰς τὴν
16. περὶ τῷ νωτιαίῳ λεπτὴν μήνιγγα. καὶ δὴ καὶ καθ’
17. ἑκάστην ἀποβλάστησιν ἀρτηρίας ἡ οἷον στέλεχος αὐτῶν,
1. ἡ κατὰ μέσης τῆς ῥάχεως ἐκτεταμένη, μείων ἑαυτῆς
2. γίνεται, καθάπερ καὶ τῶν δένδρων τὰ πρέμνα μετὰ
3. τὰς τῶν κλάδων ἐκφύσεις, καὶ τῶν ποταμῶν τὰ ῥεύματα
4. μετὰ τὰς τῶν ὀχετῶν ἐκροάς. ὥστ’, εἰ παραβάλλοις αὐτῆς
5. τὸ μέγεθος κατὰ τὸν ε΄ τοῦ θώρακος σπόνδυλον τῷ κατὰ
6. τὸν ὕστατον τοῦ νωτιαίου, πολλῷ τινι δόξει σοι γεγονέναι
7. μικροτέρα. καὶ μέν γε καὶ κατὰ τοῦτο τὸ χωρίον
8. ἅπαν ἡ κοίλη φλὲψ ἡ κατὰ ῥάχιν ὑψηλοτέρα τῆς ἀρτηρίας
9. ἄνωθεν κάτω φέρεται μετ’ αὐτῆς· φυλάττειν γὰρ ἑκατέραν
10. ἣν ἐξ ἀρχῆς εἶχε θέσιν, ἑτέρου γε μηδενὸς αὐτὴν ὑπαλλάττειν
11. ἀναγκάζοντος, ὀχεῖσθαί τε προσῆκον ἦν κατὰ τοῦ παχυτέρου
12. τὸ λεπτότερον ἀγγεῖον. ἀλλ’ ἡνίκα διεξελθοῦσαι
13. τὸν νῶτον ἔμελλον εἰς τὰ σκέλη σχισθήσεσθαι, βέλτιον ἦν
14. ἐν ἐκείνοις, ὥσπερ καὶ καθ’ ὅλον τὸ ζῶον, ἐπικεῖσθαι ταῖς
15. ἀρτηρίαις τὰς φλέβας· καὶ μὴ τὴν θέσιν αὐτῶν ὑπαλλάξαι
16. ἀσφαλείας ἕνεκα προπαρασκευάζουσα τῇ διὰ τῶν σκελῶν φορᾷ.
17. οὐ μὴν οὐδὲ τῶν κατὰ τοῦ πλατέος ὀστοῦ κειμένων σωμάτων
18. ἐπελάθετο, διένειμε δὲ καὶ τούτων ἀρτηρίας καὶ φλέβας ἀνάλογον
1. τοῖς τε μεγέθεσι καὶ ταῖς χρείαις αὐτῶν. σμικρὰ
2. μὲν γὰρ ἀγγεῖα τῇ κύστει, μεγάλα δὲ καὶ διττὰ ταῖς μήτραις
3. ἐνέφυσεν, ὡς ἂν οὐ μόνας αὐτὰς τὰς μήτρας, ἀλλὰ
4. καὶ τὸ κυηθησόμενον ἐν αὐταῖς θρέψοντα. τὰ μὲν οὖν
5. ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων εἰς τοὺς ὄρχεις
6. ἀφικνούμενα μέχρι τοῦ πυθμένος αὐτῶν διασπείρεται, τὰ δ’
7. εἴς τε τὰ κατὰ τὸν αὐχένα τῶν μητρῶν μέρη καὶ τὰ μετὰ
8. τοὺς ὄρχεις κάτω τῶν ἐπὶ σκέλη φερομένων ἀγγείων ἀποφύεται
9. κατὰ τὸν αὐτὸν τόπον, ὅθεν τοῖς ἄῤῥεσιν ἐπὶ τὸν
10. καυλὸν ἥκει, τουτέστιν ἐκ τῶν κατ’ ὀσφύν. ἐκ τούτων δὲ
11. τῶν χωρίων ἀναφέρεται πάλιν ἀγγεῖα φλεβώδη, τοῖς ἀπὸ
12. τῶν τιτθῶν καταφερομένοις συναπτόμενα τοῖς ἐν τῷ ιδ΄
13. λόγῳ προειρημένοις ἕνεκα κοινωνίας. αὗται μὲν οὖν αἱ
14. φλέβες διὰ βάθους ἀλλήλαις ἀπαντῶσιν, ἕτεραι δ’ ἐπιπολῆς
15. ἔξωθεν ἤδη τῆς τελευτῆς τῶν καθ’ ὑπογάστριον μυῶν
16. πλησίον τοῦ βουβῶνος. ἀπὸ τῶν αὐτῶν χωρίων εἰς μὲν τὰ
17. περὶ τὸ αἰδοῖον ἡ μία συζυγία σμικρῶν ἀγγείων ἥκει, ταῖς
18. δ’ ἀπὸ τῶν τιτθῶν ἐπιπολῆς καταφερομέναις ἀπαντῶσιν ἡ
1. λοιπὴ συζυγία τῶν κοινῶν τιτθοῖς τε καὶ θώρακι πρὸς τὰ
2. γεννητικὰ μόρια φλεβῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἤδη
3. μοι καὶ περὶ τῆς εἰς τὰ σκέλη φορᾶς τῶν ἀγγείων, ὡς διὰ
4. τῆς ἀσφαλεστάτης ὁδοῦ γίνεται τοῖς ἔνδον μέρεσιν ἐπιτεταμένων
5. αὐτῶν. διὰ ταύτης γὰρ φερόμενα, κατὰ μὲν τὰ
6. πρόσω τε κᾀκτὸς μέρη τὸ σύμπαν κῶλον ἔμελλε πρόβλημα
7. ποιῆσαι· κατ’ αὐτὴν δὲ τὴν ἔνδον χώραν, δι’ ἧς φέρεται
8. εἰς τοὺς μεγίστους μῦς ἐν αὐτοῖς· ὑπὸ τούτους τε γὰρ καὶ
9. διὰ τούτων διεξέρχεται· κατὰ δὲ τὸν βουβῶνα καὶ μεγάλους
10. ἀδένας ἡ φύσις εἴς τε τὰς σχίσεις αὐτῶν ἐντίθησιν οἷον
11. στήριγμά τι, καὶ μέν τοι καὶ πρὸς τὰ ἔξωθεν ἐπιβάλλει
12. σκέπης ἕνεκα. τὰ μὲν οὖν μεγάλα τῶν ἀγγείων οὐδαμόθι
13. τῶν κώλων, οὔτ’ ἐν ποσὶν, οὔτ’ ἐν χερσὶν ἐπιπολῆς ἐστιν,
14. ἀλλὰ διὰ βάθους, ὡς εἴρηται, κεκρυμμένα φέρεται, καὶ μᾶλλον
15. αἱ ἀρτηρίαι τῶν φλεβῶν, ὅσῳ καὶ κυριώτεραι, καὶ κινδύνους
16. μείζονας ἐξ αἱμοῤῥαγιῶν, ἢν τμηθῶσι, παρέχουσι.
17. τῶν μικρῶν δ’ ἐξ ἀνάγκης ἔνια καὶ πρὸς τὸ δέρμα διεξέρχεται,
1. τροφὴν τοῖς ἐνθάδε μορίοις παρέξοντα. περὶ τῆς εἰς
2. ἕκαστον μῦν νομῆς αὐτῶν ἐβουλόμην μὲν εἰρῆσθαί τί μοι
3. καὶ νῦν, ἀλλ’ ὁρῶ πάνυ μακρὸν ἐσόμενον τὸν λόγον. ἄμεινον
4. οὖν μοι δοκεῖ τοὺς σκοποὺς τῆς κατασκευῆς εἰρηκότι
5. τὴν κατὰ μέρος ἐξέτασιν αὐτῶν ἐπὶ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων
6. ἀναπέμψαι πραγματείαν, ἐν ᾗ καὶ ἄλλα πολλὰ
7. τῶν παραλελειμμένων ἐνθάδε τελέως ἐξεργασθήσεται. πάλαι
8. μὲν γὰρ ἐπεποιήκειν αὐτὰς ἐν δυσὶν ὑπομνήμασιν, ἔοικα δὲ
9. νῦν ἑτέραν ποιήσασθαι μακροτέραν διέξοδον, ἁπάντων τῶν
10. κατὰ μέρος ἔχουσαν ἐξεργασίαν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.10, ed. Kühn, 1822, vol. 4, p. 313-328. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩