11. Ἐπάνειμι τοίνυν ἤδη πρὸς τὴν ἑτέραν τῶν
12. ἀρτηριῶν, ἣν ἀπὸ τῆς καρδίας ἐπὶ τὸν τράχηλόν τε καὶ
13. τὰς ὠμοπλάτας, καὶ τὰς χεῖρας, καὶ τὸ πρόσωπον, ἅπασάν
14. τε τὴν κεφαλὴν ἰδεῖν ἐστι διανεμομένην. αὕτη γὰρ ἐν μὲν
15. τῷ διεξέρχεσθαι τὸν θώρακα, παραπλησίως τῇ κάτω φερομένῃ,
16. τοῖς τε μεσοπλευρίοις μυσὶ, καὶ τῷ νωτιαίῳ, καὶ
17. τοῖς ἐκτὸς τοῦ θώρακος ἀποφύσεις πέμπει, καὶ πρὸς ταύταις
1. γε τὰς ἐπὶ τοὺς τιτθοὺς ἰούσας, ὑπὲρ ὧν τῆς χρείας
2. εἴρηται πρόσθεν, ἔτι τε τὰς κατὰ τὰς ὠμοπλάτας καὶ τὰς
3. χεῖρας. ὅσον δ’ ὑπόλοιπον ἐξ αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν
4. ἀναφέρεται καθ’ ἑκάτερον μέρος ἀρτηρία μία. τούτων
5. μὲν οὖν τῶν ἀγγείων ἀπονεμήσεις ἅπαντα τὰ μέρη προσώπῳ
6. τε καὶ τραχήλῳ διαπλέκουσιν. ἐκ δὲ τῶν ἐπὶ τὰς ὠμοπλάτας
7. ἀποσχιζομένων οἱ ῥαχῖται μύες ἀποφύσεις λαμβάνουσιν.
8. ἀπὸ δὲ τῶν αὐτῶν τούτων εὐθὺς ἅμα τῷ πρῶτον
9. ἀνίσχειν εἰς τὸν τράχηλον ἔξω τοῦ θώρακος ἀποβλαστήματα
10. φέρεται διὰ τῶν πλαγίων τρημάτων τῶν ἓξ
11. ἑκάστου σπονδύλου ἄχρι τῆς κεφαλῆς. οὐ γὰρ ἔθ’ ὁμοίως
12. ἐπιτέταται τοῖς σπονδύλοις αὐτοῖς ἡ ἀρτηρία, καθάπερ ἐφ’
13. ὅλης τῆς ῥάχεως. οἱ γὰρ εἰς τὸ πρόσω κατασπῶντες τὴν
14. κεφαλὴν μύες ἀναγκαιοτάτην ἐνταῦθα τὴν θέσιν εἶχον,
15. οὐδαμόσε μετατεθῆναι δυνάμενοι. καὶ μὲν δὴ καὶ ὁ στόμαχος
16. ἐπ’ αὐτοῖς, ἔτι τε τούτου πρόσθεν ἡ ἀρτηρία ἡ τραχεῖα
17. θέσιν ἀναγκαίαν εἶχεν, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῶν δέδεικται
18. λόγοις. οὔκουν ὁμοίαν ποιήσασθαι τὴν εἰς τὸν νωτιαῖον
1. ἔμφυσιν οἷόν τ’ ἦν ἐνθάδε. θαυμαστόν τι δή μοι καὶ τοῦτο
2. δοκεῖ γεγονέναι τῇ φύσει τοὖργον, οἷόν περ ὑπὸ τῶν
3. δημιουργῶν γίνεται πολλάκις, ἀναγλυψάντων τε καὶ ἀνατιτράντων
4. καὶ περιξεόντων εἰς κάλλος ἢ περιττὴν ἀκρίβειαν
5. ἃ κατασκευάζουσιν. ἐνὸν γὰρ κᾀνταῦθα τῇ φύσει ταῖς πλαγίαις
6. ἀποφύσεσι τῶν σπονδύλων χρησαμένῃ οἷον πρόβλημά
7. τι περὶ ταύτας ἄχρι τῆς κεφαλῆς ἀναφέρειν τὰς εἰς τὸν
8. νωτιαῖον ἰέναι μελλούσας ἀρτηρίας, οὐκ ἔπραξεν οὕτως,
9. οὐδ’ ἠρκέσθη μόνῃ τῇ λεγομένῃ φρουρᾷ, διατρήσασα δ’
10. ἑκάστην ἀπόφυσιν εὐρύθμως τε ἅμα καὶ κυκλοτερῶς, ὁδὸν
11. τοῖς ἀγγείοις εἰργάσατο τὸν στοῖχον τῶν τρημάτων, ἅτε
12. δ’ ἐφεξῆς ἀλλήλαις τεταγμένων τῶν ἀποφύσεων, οὕτως μετὰ
13. τοὐν μέσῳ τῶν τρημάτων, καθ’ ὃ καὶ τοῖς ἀπὸ τοῦ νωτιαίου
14. νεύροις ἀνίσχον ὑπάρχει. κατὰ γοῦν αὐτὸ καὶ τῆς
15. ἀρτηρίας ἀποβλάστημά τι μικρὸν εἰς τὸν νωτιαῖον ἀφικνεῖται.
16. συνεχρήσατο γὰρ κᾀνταῦθα ἡ φύσις τῷ τρήματι τοῦ
17. νεύρου πρὸς τὴν τῶν ἀγγείων ἔνδοθεν φορὰν, οὐκ ἀρτηρίαν
18. μόνον, ἀλλὰ καὶ φλέβα σὺν αὐτῇ διαβιβάζουσα.
1. τὸ δὲ δὴ πέρας ἄχρι τῶν τῆς κεφαλῆς ἀναφερομένων ἀγγείων,
2. ἐπειδὰν διεξέλθῃ τὸν πρῶτον σπόνδυλον, δίχα νεμηθὲν,
3. τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὸν ὀπίσθιον ἐγκέφαλον
4. ἔσω φέρεται, θατέρῳ δ’ εἰς τοὺς περικειμένους μῦς τῷ τῆς
5. κεφαλῆς ἄρθρῳ διασπείρεται, συνάπτον τοῖς πέρασι τῶν
6. ἀγγείων, ὅσα κατὰ τὴν λεπτὴν ἐτέτακτο μήνιγγα. τοὺς δ’
7. ἐπιπολῆς τῶν μυῶν καὶ τὸ δέρμα τῶν κατὰ τὰς ὠμοπλάτας
8. ἀγγείων ἀποφύσεις διαπλέκουσιν. οὐ γάρ ἐστιν οὐδαμόθι
9. τοῦ σώματος οὐδένα μῦν εὑρεῖν ἀποροῦντα φλεβὸς
10. καὶ ἀρτηρίας, ἀλλ’ εἰς ἅπαντας αὐτοὺς ἐμβάλλουσιν
11. ἐκ τῶν πλησίον χωρίων ἀσφαλέστατά τε καὶ διὰ βραχυτάτου
12. φερόμενα. καὶ γὰρ οὖν καὶ τὴν τῶν ἐπὶ τὰς χεῖρας ἰουσῶν
13. ἀρτηριῶν συζυγίαν οὐ γυμνὴν οὐδ’ ἐπιπολῆς, ἀλλ’ ὡς ἔνι
14. μάλιστα διὰ βαθυτάτου κατακρύψασα προήγαγεν ἡ φύσις,
15. ἐν μὲν ταῖς μασχάλαις, ἵνα σχίζονται πρῶτον εἰς τοὺς παρακειμένους
16. μῦς, ἄνωθέν τε καὶ κάτωθεν ἀδένας ἰσχυροὺς
17. ταῖς μὲν σχίσεσιν ἐνθεῖσα, καθάπερ τι στήριγμα, κατ’ αὐτῶν
18. δ’ ἔξωθεν ἐπιβαλοῦσα τῶν ἀγγείων οἷον ἐπίβλημα, τὸν
1. αὐτὸν τρόπον τοῖς ἐν βουβῶσι προήγαγεν, οὕτω διὰ τῶν
2. ἐντὸς μερῶν τοῦ βραχίονος εἰς τοὺς μῦς διανέμουσα πάντας.
3. ἐντεῦθέν τε πάλιν ἀσφαλῶς διά τε τῶν ἔνδον καὶ
4. τῶν μέσων τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως ἐπὶ τὸν
5. πῆχυν ἀγαγοῦσα πάντη διέσπειρεν, οὐδενὸς ἐπιλαθομένη
6. μυὸς, ἀλλὰ κατ’ ἀξίαν ἅπασι νείμασα τὸ προσῆκον ἀγγεῖον
7. τῷ μεγέθει· περὶ ὧν καὶ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν ἐν
8. τοῖς σκέλεσιν, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐροῦμεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.11, ed. Kühn, 1822, vol. 4, p. 328-332. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩