Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.12, ed. Kühn, 1822, vol. 4, p. 332-338. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.12

9. Ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ λοιποῦ
10. ζεύγους τῶν ἀρτηριῶν ἐπιμνησθήσομαι διὰ βραχέων, ὃ καλοῦσιν
11. ἐκ παλαιῶν μὲν καρωτίδας, ἀναφέρεται δ’ ὄρθιον ὡς ἐπὶ
12. τὴν κεφαλὴν, ἐν τοῖς βαθυτάτοις τοῦ τραχήλου κατακεκρυμμένον.
13. ἐν αὐτῷ δὲ τῷ παρέρχεσθαι καὶ τοῖς μυσὶ τοῖς
14. τῇδε, καὶ τοῖς ἀδέσι, καὶ ταῖς φλεψὶν ἀμυδραί τινες ἀπονεμήσεις
15. αὐτῶν ἐκφύονται, καθάπερ γε καὶ αὐτῷ τῷ νωτιαίῳ,
16. κατασχιζομένων μὲν οὐ μόνον ἀρτηριῶν, ἀλλὰ καὶ
17. τῶν παρακειμένων αὐτοῖς διὰ βάθους φλεβῶν, ἔνθα συμβάλλουσιν 
1. ἀλλήλοις ὁ ς΄ τε καὶ ζ΄ σπόνδυλος, παραφερομένης
2. δὲ τῆς μὲν ἑτέρας μοίρας αὐτῶν ὀρθίας διὰ τῶν κατὰ τὰς
3. πλαγίας ἀποφύσεις τρημάτων ἑκάστου τῶν πρώτων ς΄ σπονδύλων,
4. ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, τῆς
5. δ’ ἑτέρας λοξῆς ἐποχουμένης μόνῳ τῷ ς΄· διὸ καὶ μείζων
6. τῶν ἄλλων σπονδύλων οὗτος ἐγένετο. τῶν δ’ οὖν καρωτίδων
7. ἀρτηριῶν ἑκατέρα δίχα σχίζεται, καὶ τὸ μὲν ὀπίσω
8. μᾶλλον ἔρχεται μόριον αὐτῆς, τὸ δὲ πρόσω· καὶ αὖθις
9. ἑκάτερον τῶνδε δίχα σχίζεται, κᾄπειτα τοῦ μὲν πρόσω θάτερον
10. μόριον εἴς τε τὴν γλῶτταν ἀφικνεῖται καὶ τοὺς
11. κάτω γένυος ἔνδοθεν μῦς, τὸ δ’ ἕτερον ἐπιπολῆς μὲν
12. μᾶλλον τοῦδε τεταγμένον, ὅμως δὲ καὶ αὐτὸ μεγάλοις ἀδέσιν
13. ἐσκεπασμένον, εἴς τε τὰ πρόσω τῶν ὤτων ἄχρι τοῦ
14. κροταφίτου μυὸς ἀναφέρεται, κᾀνταῦθα κατασχίζεται, κᾀκ
15. τῶν ὄπισθεν δὲ μέχρι τῆς κορυφῆς ἀνέρχεται, καὶ συνάπτει
16. γε ἀλλήλοις πολλαχόθι τὰ πέρατα τῶν ἐν τοῖς ἀριστεροῖς τῆς
17. κεφαλῆς ἀγγείων πρὸς τὰ κατὰ θάτερον καὶ τῶν ἐντὸς
18. πρὸς τἀκτός. ἡ δὲ λοιπὴ μοῖρα τῆς καρωτίδος ἀρτηρίας,
1. ἣν ὀπίσω μᾶλλον ἔλεγον φέρεσθαι, σχίζεται μὲν καὶ ἥδε
2. εἰς τὰ μέγιστα μόρια δίχα, τὸ πρῶτον ἀνίσοις μέρεσιν,
3. ἀνέρχεται δὲ τὸ μὲν ἔλαττον ὄπισθεν μᾶλλον εἰς τὴν τῆς παρεγκεφαλίδος
4. βάσιν, ὑποδεχομένου μεγάλου τε καὶ προμήκους
5. αὐτὸ τρήματος, ἐν τῷ κάτω πέρατι τῆς λαμβδοειδοῦς ῥαφῆς
6. ὑπάρχοντος. λοιπὸν δ’ ἐκ τῶν ἔμπροσθεν μορίων διὰ τοῦ
7. τρήματος, ὅ ἐστι κατὰ τὸ λιθοειδὲς ὀστοῦν, ἀναφέρεται
8. καὶ αὐτὸ πρὸς τὸ δικτυοειδὲς πλέγμα, περὶ οὗ λέλεκταί
9. μοι καὶ πρόσθεν, ὡς ὑπόκειται σχεδὸν ἁπάσῃ τῇ βάσει
10. τοῦ ἐγκεφάλου, γεννώμενον ἐκ τῶν εἰρημένων ἀρτηριῶν,
11. χρείαν οὐ σμικρὰν παρέχον, ἀλλ’, εἴπερ τι καὶ ἄλλο μόριον,
12. ἀξιολογωτάτην. διὰ τοῦτο καὶ ἐν πάντων ἀσφαλεστάτῳ χωρίῳ
13. κατέθηκεν ἡ φύσις αὐτό. καὶ οὐδὲν δέομαι νῦν ἐπὶ
14. πλέον ὑπὲρ αὐτοῦ διεξέρχεσθαι· λέλεκται γάρ μοι πρόσθεν
15. ἐν τῇ τῶν ἐγκεφάλου μορίων ἐξηγήσει. τοσοῦτον δ’ ἀρκεῖ
16. μόνον προσθέντι πέρας ἐπιθεῖναι τῇ παρούσῃ διηγήσει τοῦ
17. δικτυοειδοῦς πλέγματος. εἰς μὲν τὸν ἐγκέφαλον αὐτὸν ἀναφέρεται
18. ζεῦγος οὐ μικρὸν ἀρτηριῶν, ἐξ οὗ τό τε χοριοειδὲς
1. ἐν ταῖς κοιλίαις αὐτοῦ γεννᾶται πλέγμα, καὶ ταῖς ἐνταῦθα
2. φλεψὶν ἀναμιγνυμέναις τῇ λεπτῇ μήνιγγι διαπλέκεται. ἕτεραι
3. δ’ ὀπίσω τε καὶ πρόσω φέρονται σμικραί τινες, αἱ μὲν
4. εἰς τὴν παρεγκεφαλίδα καὶ ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ,
5. αἱ δ’ εἰς τὰς χώρας τῶν ὀφθαλμῶν ἅμα τοῖς ἐπ’ αὐτοὺς
6. φερομένοις νεύροις, καὶ συνάπτει γε τὰ πέρατα τῶν μὲν
7. ὄπισθεν ἀγγείων τοῖς κατὰ τὰ τρήματα τῶν τοῦ τραχήλου
8. σπονδύλων ἀναφερομένοις, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται,
9. τῶν δ’ εἰς τοὺς ὀφθαλμοὺς ἰόντων πρόσω κατά τε τὸ
10. πρόσωπον καὶ τὴν ῥῖνα. συνελόντι γὰρ εἰπεῖν, ἐν
11. προσώπῳ τε καὶ ὅλῃ τῇ κεφαλῇ συνάπτει παμπόλλας
12. ἡ φύσις ἀρτηρίας μὲν ἀρτηρίαις, φλέβας δὲ φλεψὶν, ἐκ
13. δεξιῶν εἰς ἀριστερὰ, καὶ ἐξ ἀριστερῶν εἰς δεξιὰ, καὶ πρόσθεν
14. καὶ ὀπίσω, καὶ αὖθις ὄπισθεν καὶ πρόσω, κᾀκ τῶν
15. ἔξωθεν μερῶν εἴσω, κᾀκ τῶν ἔσωθεν ἔξω παράγουσα. καὶ
16. γὰρ καὶ διὰ τῶν ὀστῶν τῆς κεφαλῆς ἰδεῖν ἐστι παμπόλλας
17. μικρὰς οἷον ἶνάς τινας ἀπό τε τῶν ἐκ τῆς παχείας μήνιγγος
18. ἔξω φερομένας, ἀπό τε τῶν ἔξωθεν εἴσω δυομένας,
1. καὶ συναπτούσας ἀλλήλαις ἀμφοτέρας κατὰ τὰς διπλόας τῶν
2. ὀστῶν. ἐπιμίγνυνται δὲ καὶ ἀρτηρίαι φλεψὶ, καὶ φλέβες
3. ἀρτηρίαις, καὶ νεύροις ἀμφότερα, καὶ ταύταις τὰ νεῦρα
4. παρ’ ὅλον τοῦ ζώου τὸ σῶμα, καὶ φαίνεται τοῦτ’ ἐναργῶς
5. πολλαχόθι τοῖς ἀκριβῶς ἀνατέμνουσιν. ἡ γὰρ σμικρότης
6. τῶν ἀγγείων οὐκ εὐφώρατος, εἰ μὴ πάνυ τε προσέχοις τὸν
7. νοῦν, τρίβων τ’ εἴης ἀνατομῶν. καὶ μέν τοι καὶ ἡ χρεία
8. πρόδηλος ἀνάγκης τῆς τοιαύτης ἐπιπλοκῆς, εἴ γε καὶ τρέφεσθαι,
9. καὶ αἰσθάνεσθαι, καὶ τὴν συμμετρίαν τῆς ἐμφύτου
10. θερμασίας φυλάττειν ἅπασι τοῖς τοῦ ζώου μορίοις χρηστόν
11. ἐστιν. οὕτω γοῦν καὶ αἱ καθ’ ἕκαστον μέρος ἀρτηρίαι
12. καὶ φλέβες ἀναίσθητοι γίνονται παντάπασιν, εἴτε καίοις, εἴτε
13. τέμνοις, εἴτε καὶ θλᾷν ἐθέλοις αὐτὰς, εἴγε βρόχοις διαλάβοις
14. τὰ κατ’ ἐκεῖνο τὸ μόριον νεῦρα. καὶ γὰρ αὐτὸ τοῦτο χρὴ
15. γινώσκειν ἁπάσαις σχεδὸν ὑπάρχον ἀρτηρίαις καὶ φλεψὶν,
16. ὡς, ἐπειδὰν ἢ εἰς μῦν, ἢ εἰς σπλάγχνον, ἢ εἴς τι μόριον
17. ἕτερον ἐμφύονται, πέμπουσί τινας ἀεὶ καὶ τοῖς περικειμένοις
1. σώμασιν ἀποβλαστήσεις λεπτάς· αἱ φλέβες μὲν καὶ πάνυ
2. παμπόλλας ἐνίοτε τὸν ἀριθμὸν καὶ τὸν ὄγκον τοῦ σώματος
3. οὐκ ἀγεννεῖς, αἱ δ’ ἀρτηρίαι καὶ πλήθει μὲν ἐλάττους
4. ἐκείνων ὡς τὰ πολλὰ καὶ τὸ μέγεθος ἀποδεούσας,
5. ὁμώς δ’ οὖν καὶ αὗται πέμπουσιν. αἴτιον δ’, ὅτι τροφῆς
6. μὲν πάντα δεῖται τὰ μόρια, καὶ τὰ θερμὰ, καὶ τὰ ψυχρὰ,
7. καὶ τὰ σκληρὰ, καὶ τὰ μαλακά· τοῦ φυλάττεσθαι
8. δ’ ἀκριβὲς τὸ μέτρον τῆς ἐμφύτου θερμασίας οὐκέθ’
9. ὁμοίως ἅπαντα. τὰ γὰρ ψυχρὰ τῇ φυσικῇ κράσει μόρια,
10. κᾂν εἰς ἔσχατον ἀφίκηταί ποτε ψύξεως, ὅμως ἀνέχεταί τε
11. καὶ ζῇ, καὶ αὖθις ἀλύπως ἀναθερμαίνεται. δέδεικται
12. δὲ περὶ τούτων ἁπάντων ἑτέρωθι κᾀν τοῖς περὶ χρείας
13. ἀναπνοῆς τε καὶ σφυγμῶν, καὶ οὐ χρὴ ζητεῖν, ὡς εἴρηται
14. κατ’ ἀρχὰς εὐθὺς, οὐδενὸς ἀπόδειξιν ἔργου φυσικοῦ
15. κατὰ τὴν πραγματείαν τήνδε. προηγεῖται γὰρ ἡ
16. γνῶσις τῶν ἐνεργειῶν τῆς τῶν χρειῶν εὑρέσεως, ὅθεν ἐπ’
17. ἐκείνῃ συμπληρωθείσῃ ταυτὶ τὰ νῦν ἐνεστῶτα γράφεται, 
1. χρώμενα μὲν ὑποθέσεσιν ἐκείναις, μαρτυροῦντα δ’ ἐν μέρει
2. καὶ αὐτὰ τοῖς ὀρθῶς ἀποδεδειγμένοις.

Cliquer un n° de page pour en afficher l’image