Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.13, ed. Kühn, 1822, vol. 4, p. 338-339. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.13

3. Εὑρήσεις οὖν φλέβας μέν τινας ἀρτηριῶν
4. χωρὶς, ἀρτηρίαν δ’ οὐδεμίαν ἄνευ τῆς συζύγου αὐτῇ
5. φλεβός. ἀκούειν δὲ χρὴ νῦν σύζυγον ἀρτηρίαν, οὐ τὴν
6. ψαύουσαν, ἢ δι’ ὑμένων συναπτομένην, (ὑπάρχει μὲν γὰρ
7. καὶ τοῦτο ταῖς πλείσταις,) ἀλλὰ τὴν ἕνεκα τῆς αὐτῆς χρείας
8. γεγενημένην· ἴδε δὲ σαφέστερον ὃ λέγω κατ’ αὐτὴν τοῦ λόγου
9. τὴν διέξοδον. ὥσπερ γὰρ ἡ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς
10. καρδίας ἀρτηρία φυομένη πρέμνον τι τῶν καθ’ ὅλον ἐστὶ
11. τὸ ζῶον ἀρτηριῶν, (ἅπασαι γοῦν ἀρτηρίαι ὡς ἐδείχθησαν
12. ἀπ’ ἐκείνης πεφυκυῖαι,) τὸν αὐτὸν τρόπον ἀπὸ τῆς κοίλης
13. φλεβὸς αἱ καθ’ ὅλον τὸ ζῶον ἀποπεφύκασι φλέβες,
14. οἷον κλάδοι τινὲς ὡς ἀπὸ στελεχῶν· ταῖς δ’ οἷον ῥίζαις
15. τῶν ἀρτηριῶν ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις
16. ἐκ τῆς καρδίας ἀνάλογον αὖ πάλιν αἱ κατὰ τὴν γαστέρα τε
17. καὶ τὸν σπλῆνα καὶ τὸ μεσεντέριον ἔχουσι φλέβες· αὐταῖς
1. δὲ ταῖς κατὰ τὴν καρδίαν αἱ κατὰ τὸ ἧπαρ. καὶ μὲν δὴ
2. καὶ τῶν τῆς κοίλης φλεβὸς μερῶν τὸ μὲν ἐπὶ τὴν ῥάχιν
3. καταφερόμενον ἀνάλογόν μοι νόει τῇ μείζονι μοίρᾳ τῆς μεγάλης
4. ἀρτηρίας τῇ κάτω φερομένῃ, τὸ δ’ ἐπὶ τὰς σφαγὰς
5. ἀναφερόμενον τῇ μικροτέρᾳ· τὴν δ’ ἄλλην ἅπασαν νομὴν
6. τὴν ἀπὸ τῶνδε, τὴν μὲν ταῖς ἀρτηρίαις παραφυομένην
7. ὁμοίας ἔχεσθαι τέχνης ἧς ἐπ’ ἐκείνων ἐξήγημαι, τὴν δὲ
8. καταμόνας ποτὲ γινομένην ἐν μὲν τῷ γένει τῆς τέχνης τε
9. καὶ τοῦ σκοποῦ περιέχεσθαι τοῦ κατὰ τὰς ἀρτηρίας, ὑπαλλάττεσθαι
10. δὲ διά τινας ἰδίας ἐξαιρέτους χρείας, ἃς ἐγὼ νῦν
11. ἐξηγήσομαι.

Cliquer un n° de page pour en afficher l’image