12. Διένειμε τὰς φλέβας ἡ φύσις ἑκάστου τῶν
13. μορίων ἄκρᾳ δικαιοσύνῃ, τοῖς μὲν ὁμογενέσι κατὰ μόνην
14. τὴν τοῦ γένους διαφορὰν, τοῖς δ’ ἑτερογενέσιν ἀνάλογον τῷ
15. πλήθει τῆς ἀποῤῥεούσης αὐτῶν οὐσίας, δι’ ἥν περ καὶ τρέφεσθαι
16. δεῖται τὰ τῶν ζώων σώματα. ὡς, εἴ γε μηδὲν ἀπέῤῥει,
17. μηδ’ ἐκενοῦτο, διὰ παντὸς δ’ ἔμενεν ἡ ἕξις αὐτῶν ἡ
1. αὐτὴ, τίς μὲν ἂν ἦν τροφῆς χρεία, τίς δὲ γήρως ἢ θανάτου
2. φόβος; ἐπεὶ τοίνυν τρέφεσθαι δεόμεθα, διότι κενούμεθα,
3. τῷ πλήθει τῆς ἀποῤῥεούσης οὐσίας ἴσην εἶναι χρὴ τὴν τροφήν.
4. ἀποῤῥεῖ δὲ πλεῖστον μὲν τῶν θερμῶν καὶ μαλακῶν
5. σωμάτων, καὶ κινουμένων συνεχῶς ἢ σφοδρῶς, ἐλάχιστον δὲ
6. τῶν ψυχρῶν, καὶ σκληρῶν, καὶ μετρίαις ἐνεργείαις ὑπηρετουμένων.
7. ἡ μὲν γὰρ ψύξις πυκνοῖ, καὶ συνάγει, καὶ σφίγγει τὰ
8. σώματα, καὶ κωλύει τὰς ἀποῤῥοίας, ἡ θερμασία δ’ ἔμπαλιν
9. ἀραιοῖ, καὶ διαχεῖ, λεπτύνει τε καὶ διαφορεῖ. καὶ μὲν δὴ
10. τῆς οὐσίας αὐτῆς ἡ μὲν σκληροτέρα καὶ λιθώδης μόνιμός
11. ἐστι καὶ δυσκίνητος· ἡ δ’ ὑγρὰ καὶ μαλακὴ ταχὺ μὲν
12. ὑπὸ τῆς θερμασίας εἰς ἀτμοὺς ἀναλύεται, ταχὺ δ’ ἐξαπόλλυταί
13. τε καὶ διαπνεῖται. πνεύμονι μὲν οὖν ἅπανθ’
14. ὑπάρχει τὰ πρὸς τὴν κένωσιν ἕτοιμα, μαλακώτατός τε
15. γάρ ἐστι καὶ θερμότατος, ἐν κινήσει τε διηνεκεῖ. τοῖς δ’
16. ὀστοῖς ὥσπερ ἐκ διαμέτρου τἀναντία, καὶ γὰρ σκληρὰ,
17. καὶ ψυχρὰ, καὶ τὸν πλείω τοῦ βίου χρόνον ἡσυχάζοντα.
1. ταῦτ’ ἄρα μόνιμός ἐστιν αὐτῶν καὶ δύσλυτος ἡ οὐσία.
2. μὴ τοίνυν θαυμάζειν, εἰ τούτοις μὲν ἡ φύσις μικρὰς
3. ἔνειμε φλέβας, ὡς μηδὲ φαίνεσθαι σαφῶς, μηδ’ εἰ τὸ
4. ζῶον ὑπάρχει μέγα, πνεύμονι δὲ μεγίστη φλὲψ ἐκ καρδίας
5. ἐμπέφυκεν. ὥσπερ γὰρ τὰ ἄλλα δικαίως, οὕτω καὶ
6. τοῦτ’ εἰργάσατο, τοσαύτην ἑκατέροις ἐπιπέμπουσα τροφὴν,
7. ὅσης ἐτύγχανε χρῄζοντα. νυνὶ μὲν οὖν παρέβαλον ἀλλήλοις
8. δύο μόρια, τὸ μὲν πλείστης, τὸ δ’ ἐλαχίστης τροφῆς
9. δεόμενον. ἐν δὲ τῷ μεταξὺ τούτων ἐστὶ τὰ ἄλλα σύμπαντα,
10. τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον ἐκκενούμενά τε καὶ
11. τρέφεσθαι δεόμενα. τινὰ μὲν γὰρ, εἰ καὶ τὴν οὐσίαν ἐστὶ
12. σκληρότερα, ὥσπερ καὶ ἡ καρδία, διὰ τὸ πλῆθος τῆς
13. θερμασίας ἀναλίσκει πλείονα τροφήν· ἔνια δ’, εἰ καὶ μαλακώτερα,
14. καθάπερ ἐγκέφαλος, ἧττον διαφορεῖται διὰ τὴν
15. τῆς θερμασίας ἔνδειαν. ἡ μὲν οὖν μεγίστη φλὲψ
16. ἁπασῶν τῶν κατὰ τὸ ζῶον ἐκπέφυκε τοῦ ἥπατος ἐφ’
17. ἑκάτερα τὰ μέρη, τό τε ἄνω τοῦ σώματος ἡμῶν καὶ τὸ
1. κάτω. πλησίον δὲ αὐτοῦ φλέβες εὐρεῖαι καὶ βραχεῖαι
2. πρὸς τοὺς νεφροὺς ἀποσχίζονται, οὐ μὰ Δία πολλῆς τροφῆς
3. δεομένους, ἀλλ’, ὡς ἐδείξαμεν, ἀνάλογόν εἰσιν αἱ φλέβες
4. αἵδε στομάχοις ἑλκτικοῖς ὑπηρετούμεναι τοῖς νεφροῖς
5. εἰς ὁλκὴν τῶν ὀῤῥωδῶν περιττωμάτων. εἶθ’ ἡ λοιπὴ πᾶσα
6. νομὴ κατά τε τὴν ῥάχιν ὅλην καὶ τὰ σκέλη παραπλησίως
7. ἔχει τῇ κατὰ τὰς ἀρτηρίας. οὐδαμόθι γὰρ ἀπολείπεται
8. φλὲψ ἀρτηρίας, ἀλλ’ ἔνθα ἂν ἴδῃς ἀρτηριῶδες ἀγγεῖον,
9. ἐνταῦθα ἐξ ἀνάγκης ἐστὶ καὶ φλὲψ, ὀλίγων ἀποσχιζομένων
10. εἰς τὰ περὶ τὸ δέρμα σώματα χωρὶς ἀρτηριῶν.
11. καὶ γίνεται τοῦτο κατὰ μὲν τὰ σκέλη καὶ τὰς χεῖρας
12. ἔξω τε καὶ πρόσω μᾶλλον, ὅτι ταῦτα τῶν ἔνδον ἀκυροτέραν
13. ἔχει τὴν θέσιν, ἅπασί τε τοῖς ἄλλοις μορίοις ἀνάλογον.
14. ἀλλὰ καὶ ἡ εἰς τὰ ἔντερα νομὴ πᾶσα τῶν φλεβῶν,
15. ἣν ἀπὸ πυλῶν ἥπατος ἴσχουσιν, ἅμα ταῖς ἀρτηρίαις ἐστὶ,
16. καὶ ἡ εἰς ἐπίπλοον, καὶ σπλῆνα, καὶ γαστέρα, μιᾶς εἰς
17. ταῦτα πάντα κατασχιζομένης φλεβὸς, ἥτις ἀνίσχει μὲν ἐξ
1. ἥπατος, ἀρξαμένη δὲ κατασχίζεσθαι τῶν συγκατασχισθησομένων
2. ἀρτηριῶν, ἀπὸ τῆς μεγάλης ἀποπεφυκυίας, ἐπειδὰν
3. πρῶτον ἔξω τοῦ διαφράγματος γένηται. ταῦτά τε οὖν
4. ἅπαντα φαίνεται προνοητικῶς ἡ φύσις ἐργασαμένη, καὶ
5. τῷ θώρακι τὰς φλέβας ἀπὸ τῆς κοίλης ἄριστα διανείμασα.
6. καθ’ ὃ μὲν γὰρ ἀναφέρεται τὸ πρῶτον ἐκ τῶν
7. κυρτῶν τοῦ ἥπατος, εἰς τὸ διάφραγμα πέμπει μεγάλας
8. ἀποφύσεις· ἔνθα δ’ ἤδη ψαύει τῆς καρδίας, ἐνταῦθα τὴν
9. τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν τρέφουσαν, ἣν εἴπερ θεάσαιο,
10. πῶς ἐκ τῶν ὑψηλῶν οἷον κρεμαμένην διεβίβασεν
11. ἄχρι τῆς ῥάχεως, ἀσφαλῶς στηρίζουσα κατὰ τῶν πλησίον
12. σωμάτων, οἶδ’ ὅτι φανεῖταί σοι κᾀν τούτῳ τέχνη τε καὶ
13. πρόνοια τῆς φύσεως οὐ μικρά. λέλεκται δ’ ἐν τούτοις
14. ἐμπροσθὲν ὑπέρ τε τῶν κατὰ τὴν καρδίαν καὶ τὸν πνεύμονα,
15. καὶ ὅσα τοιαῦτα. λέλεκται δὲ καὶ περὶ τῶν ἐπὶ
16. τοὺς τιτθούς τε καὶ τοὺς ὄρχεις ἀγγείων ἐν τῷ κοινῷ
17. λόγῳ. περὶ δὲ τῶν ἀρτηριῶν καὶ φλεβῶν, ὅτι καὶ κοινὴν
18. ἄμφω τὴν χρείαν εἶχον, οὕτω δὲ καὶ περὶ τῶν εἰς τὰς
1. χεῖρας ἀφικνουμένων φλεβῶν ἅμα ταῖς ἀρτηρίαις ὁ λόγος
2. κοινός. ὥσπερ γὰρ ἐν τοῖς σκέλεσιν, οὕτω κᾀνταῦθα τοῖς
3. ἔξω τε καὶ πρόσω μέρεσι τοῦ βραχίονος ἰδίας ἡ φύσις
4. ἐπιπέμπει φλέβας ἐπιπολῆς χωρὶς ἀρτηριῶν, ὑπὲρ ὧν τῆς
5. εἰς ἕκαστον μόριον νομῆς, ἔτι καὶ τῆς δι’ ὅλου τοῦ κώλου
6. φορᾶς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐπηγγειλάμην ἐρεῖν.
7. ὥσπερ δ’ ἐνταῦθα μιᾷ φλεβὶ πλεονεκτεῖ τὸ κῶλον, οὕτω
8. καὶ κατὰ τράχηλον ἐπιπολῆς ἐστιν ἑτέρα φλὲψ σφαγῖτις
9. ἀζυγὴς, ἀρτηρία δὲ μία καθ’ ἕτερον μέρος ἀριστερόν τε
10. καὶ δεξιόν· διὰ βάθους δ’ ἅμα ταῖς ἀρτηρίαις ταῖς καρωτίσιν
11. ὀνομαζομέναις αἱ ταύτῃ κείμεναι σφαγίτιδες ὁμοίαν
12. σχίσιν σχιζόμεναι, πλὴν ὅσα πρὸς μὲν τὸ δικτυοειδὲς
13. πλέγμα, καθάπερ ἐν τοῖς περὶ τούτων εἴρηται λόγοις,
14. ἀρτηρία μεγάλη τοῦ κατὰ τὸ λιθοειδὲς ὀστοῦν ἀναφέρεται
15. τρήματος, ἐπὶ δὲ τὸν ἐγκέφαλον, ὅσον ὑπόλοιπόν ἐστι τῶν
16. διὰ βάθους σφαγιτίδων, ἑτέρῳ τρήματι χρώμενον ἀναφέρεται
17. κατὰ τὴν ς΄ συζυγίαν τῶν νεύρων. εἴρηται δὲ καὶ
1. περὶ τῶν κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀγγείων, ἡνίκ’ ἐξηγούμεθα
2. τῶν ἐν αὐτῷ μορίων τὰς χρείας. καιρὸς οὖν ἤδη
3. καταπαῦσαι τὸν λόγον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.14, ed. Kühn, 1822, vol. 4, p. 339-345. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩