11. Ὥρα τοίνυν σοι σκοπεῖσθαι τὴν αὐτὴν
12. τέχνην τῆς νομῆς ἐν τοῖς ζώοις ὑπὸ προτέρας τῆς φύσεως
13. εἰργασμένην. ἀρτηρία μὲν γὰρ μία μεγίστη τῆς καρδίας ἐκπέφυκεν,
14. οἷον πρέμνον εἰς πολλοὺς κλῶνας καὶ κλάδους
15. ἐσχισμένον. ἑτέρα δ’ ἡ φλὲψ, ἣν διὰ τὸ μέγεθος ὀνομάζουσι
16. κοίλην, ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἄνω καὶ κάτω
17. φερομένη διφυεῖ τινι πρέμνῳ προσέοικεν, ἐπειδὴ καὶ τοῦ
1. σώματος ἡμῶν τὸ μὲν ὑψηλότερόν ἐστι, τὸ δὲ ταπεινότερον
2. ἥπατος. οὕτω δὲ καὶ τὴν ἐκ τῆς καρδίας ἐκφῦσαν ἀρτηρίαν
3. εὐθὺς ὄψει δίχα σχισθεῖσαν ἀνίσοις τμήμασι, τῷ μὲν
4. ἑτέρῳ τῷ μείζονι κάτω φερομένην, ἐπειδὴ καὶ τὸ σῶμα
5. ταύτῃ μεῖζόν ἐστι, τῷ δ’ ἑτέρῳ τῷ μείονι τοῖς ὑψηλοτέροις
6. τῆς καρδίας μέρεσι διασπειρομένην. ὅμοιον δ’ ἔτι τοῖς
7. εἰρημένοις πρέμνον ἐξ ἐγκεφάλου πέφυκεν ὁ νωτιαῖος μυελὸς,
8. ἅπασι τοῖς κάτω τῆς κεφαλῆς ἐπιπέμπων νεῦρα. θαυμαστὸν
9. μὲν δὴ καὶ τοῦτ’ ἂν ἦν, εἰ μήτε φλὲψ, μήτ’ ἀρτηρία,
10. μήτε νεῦρον ἐφαίνοντο παλινδρομοῦντα πρὸς τὰς οἰκείας
11. ἀρχὰς, ἔτι δὲ θαυμαστότερον, εἰ, παμπόλλων, ὡς εἴρηται,
12. καθ’ ἕκαστον γένος ἀπὸ τῆς ἀρχῆς εἰς τὰ πρόσω κατασχιζομένων,
13. ὀλιγίστοις μὲν ἀγγείοις, ὀλιγίστοις δὲ καὶ νεύροις
14. ὑπάρχει καμπὴν ποιησαμένοις οἷόν περ δίαυλόν τινα φέρεσθαι,
15. μὴ μάτην, μηδ’ ὡς ἔτυχεν, ἀλλὰ θαυμαστῆς ἕνεκα
16. χρείας. ὅταν γὰρ ἐν πολλοῖς ἕν τι ἰδίαν κεκτῆται κατασκευὴν
17. ἀπὸ τῶν ἄλλων ἕνεκα τῆς χρείας ἐξηλλαγμένον ἐναργῶς,
1. ἐν τούτῳ σοφή τε ἅμα καὶ μνήμων ἑκάστου τῶν κατὰ
2. μέρος ἡ φύσις ἄκρᾳ τε δικαιοσύνῃ καὶ προνοίᾳ
3. χρωμένη κατάδηλος γίνεται. τὸ δὲ καὶ παραβλαστήματα τῷ
4. πρέμνῳ κατὰ μίαν μόνην τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι
5. χρείας ἕνεκεν ἀναγκαίας, ἐμοὶ μὲν δοκεῖ μέγιστον καὶ τοῦτ’
6. ἐπίδειγμα τῆς κατὰ τὴν φύσιν εἶναι τέχνης. οὐ σμικρὸν δὲ
7. οὐδὲ τοῦτο, καίτοι πάντη τοῦ σώματος ἰόντων τῶν νεύρων,
8. μήτ’ εἰς ὀστοῦν ἐμφύεσθαί τι, μήτ’ εἰς χόνδρον, μήτ’ εἰς
9. σύνδεσμον, ἀλλὰ μηδ’ εἰς ἅπαντας τοὺς ἀδένας, ἐπειδὴ καὶ
10. τούτων διττή τις ὑπάρχει φύσις. ἡ μὲν γὰρ τῶν ὀστῶν οὐσία
11. πολλαχόθι μὲν οἷον στήριγμα καὶ ἕδρα τοῖς ἄλλοις
12. ὑποβέβληται, πολλαχόθι δ’ οἷον πρόβλημά τι καὶ τεῖχος·
13. αὗται γὰρ δύο χρεῖαι τῶν ὀστῶν· οἱ χόνδροι δ’ ὑπαλείφουσιν
14. αὐτῶν ἔνια μέρη λειότητος ἕνεκεν, ὡς ἐπὶ τῶν ἄρθρων·
15. χρῆται δ’ αὐτοῖς ἡ φύσις ἔστιν ὅτε καὶ ὡς μετρίως εἴκουσι
16. σώμασι. ταῦτ’ ἄρα περιττὸν ἦν τοῖς ὀστοῖς καὶ τοῖς χόνδροις
17. μετεῖναί τινος αἰσθήσεως ἢ καθ’ ὁρμὴν κινήσεως. ἀλλ’
1. οὐδὲ τοῖς συνδέσμοις αὐτοῖς οὐδετέρου τούτων ἐστὶ χρεία,
2. καθάπερ σχοινίοις συνάπτουσί τινα τῶν ἄλλων μορίων τοῖς
3. ὀστοῖς, καὶ ἄλλοις ταῦτα. οὐ μὴν οὐδὲ πιμελή τι προσδεῖται
4. νεύρων, ἐλαίου δίκην τακερῶς ἐπιβεβλημένη τοῖς ὑμενώδεσι
5. καὶ νευρώδεσι τοῦ ζώου μορίοις. αὕτη δ’ αὐτῆς ἥ
6. τε γένεσίς ἐστι καὶ ἡ χρεία, γεννωμένης μὲν ἐκ τοῦ πιμελοῦς
7. ἐν αἵματι, παρεγχεομένης δὲ διὰ λεπτῶν φλεβῶν, ἐπιβεβλημένης
8. δὲ τοῖς ξηροῖς καὶ λεπτοῖς σώμασιν, ἵν’ ἐπιτέγγῃ διὰ
9. παντὸς αὐτὰ λίπει ξυμφύτῳ, ξηραινόμενα καὶ σκληρυνόμενα
10. διὰ ταχέων ἐν ἀσιτίαις μακραῖς καὶ πόνοις σφοδροῖς καὶ
11. θάλπεσιν ἰσχυροῖς. ἡ δὲ τῶν ἀδένων φύσις, ἡ μὲν οἷον
12. στήριγμα τῆς τῶν ἀγγείων ὑπάρχουσα σχίσεως, οὐδὲν δήπου
13. δεῖται πρὸς τοῦτο νεύρων, ὅτι μηδ’ αἰσθήσεως ἢ κινήσεως
14. τῆς καθ’ ὁρμήν· ἡ δ’ εἰς γένεσιν ὑγρῶν χρησίμων τῷ ζώῳ
15. παρεσκευασμένη, καθάπερ φλέβας καὶ ἀρτηρίας αἰσθητὰς
16. ἐνίοτε καὶ μεγάλας, οὕτω καὶ νεῦρα ταῦτα λαμβάνουσα,
17. κατὰ τὸν κοινὸν λόγον ἁπάντων τῶν τοιούτων μορίων, ὧν
1. ἤδη σοι δίειμι. πρὸς μὲν γὰρ τὴν καθ’ ὁρμὴν κίνησιν ἐν
2. τοῖς ζώοις ἡ φύσις ἓν γένος ὀργάνων. κατεσκευάσατο τοὺς
3. ὀνομαζομένους μῦς. διὸ, καίτοι τῶν νεύρων ἁπάντων ἑκατέρας
4. ἐχόντων τὰς δυνάμεις (λέγω δὲ αἴσθησίν τε καὶ κίνησιν),
5. οὐδὲν τῶν ἄλλων μορίων, ὅσα δέχεται νεῦρα, κινεῖται, ἀλλ’
6. αἰσθάνεται μόνον, οἷον τὸ δέρμα καὶ οἱ ὑμένες, καὶ οἱ χιτῶνες,
7. καὶ ἡ ἀρτηρία, καὶ ἡ φλὲψ, ἔντερά τε καὶ μήτρα,
8. καὶ κύστις, καὶ γαστὴρ, καὶ τὰ σύμπαντα σπλάγχνα, καὶ
9. τῶν ἀδένων τὸ ἕτερον εἶδος. ὅτι δὲ καὶ τὰ τῶν αἰσθήσεων
10. ὄργανα νεύρων εἰς τοῦτ’ ἐδεῖτο, τί δεῖ καὶ λέγειν; εἴρηται
11. μὲν οὖν ἤδη καὶ πρόσθεν ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς
12. ἰδίοις αὐτῶν λόγοις. ἀναμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖον,
13. ὡς οὔτε μάτην ἐνέφυσεν οὐδενὶ τῶν μορίων ἡ φύσις νεῦρον,
14. ἀλλ’ ὅσοις αἰσθήσεως ἔδει μόνης ἢ κινήσεως τῆς καθ’ ὁρμὴν,
15. οὔτε τούτοις ὡς ἔτυχεν, ἀλλὰ τοῖς μὲν εἰς ἀκρίβειαν
16. αἰσθήσεως δεομένοις τὰ μαλακὰ, τοῖς δὲ εἰς ὁρμὴν κινήσεως
17. τὰ σκληρὰ πάντα, τοῖς δὲ ἄμφω χρῄζουσιν ἀμφότερα,
18. προμηθουμένης, οἶμαι, καὶ προπαρασκευαζούσης
1. κᾀνταῦθα τῆς φύσεως εἰς μὲν τὴν αἴσθησιν τὸ παθεῖν
2. ἑτοιμότερον, εἰς δὲ τὴν κίνησιν τὸ δρᾶσαι δυνατώτερον.
3. ὅσα γοῦν τῶν ὀργάνων οὐ κινεῖται μόνον ἁπλῶς καθ’ ὁρμὴν,
4. ἀλλὰ καὶ περιττοτέραν τὴν αἴσθησιν ἐκτήσατο τῆς κοινῆς
5. ἁπάντων μορίων τῆς ἁπτικῆς, οἷον ὀφθαλμοὶ, καὶ ὦτα,
6. καὶ γλῶττα, ταῦτα καὶ τὸ μαλακὸν ἔχει καὶ τὸ σκληρὸν
7. γένος τῶν νεύρων· καὶ καταφύεταί γε τὸ μὲν μαλακὸν
8. ἐν αὐτοῖς εἰς τὸ τῆς αἰσθήσεως ἴδιον ὄργανον, τὸ δὲ
9. σκληρὸν εἰς τοὺς μῦς. ὑπάρχει δὲ καὶ γαστρὶ, καὶ ἥπατι,
10. καὶ τοῖς ἐντέροις ἅπασι, καὶ τοῖς σπλάγχνοις θάτερον γένος
11. τῶν νεύρων τὸ μαλακὸν, ὥσπερ γε καὶ τῶν ὀστῶν μόνοις
12. τοῖς ὀδοῦσιν, ὅτι τε γυμνοὶ προβέβληνται τοῖς ὁμιλοῦσι,
13. καὶ ὅτι συναισθάνεσθαι καὶ συνδιακρίνειν τῇ
14. γλώττῃ τὰ γευστὰ τοῖς ἄλλοις ὁμοίως ἅπασι τοῖς κατὰ τὸ
15. στόμα μορίοις ἐχρῆν αὐτούς. ἐδείχθη γὰρ ἡμῖν κᾀν τοῖς
16. πρόσθεν λόγοις αἰσθήσεως περιττοτέρας ἡ φύσις μεταδιδοῦσα
17. τοῖς μέλλουσι συνεχῶς ὁμιλήσειν ἤτοι τέμνουσί τισιν,
18. ἢ θλῶσιν, ἢ διαβιβρώσκουσιν, ἢ θερμαίνουσι σφοδρῶς
1. ἢ ψύχουσιν, ἢ ὁπωσοῦν ἑτέρως ἀλλοιοῦσιν, ἵν’ ὑπὸ τῆς
2. ὀδύνης ἀναμιμνησκόμενον τὸ ζῶον ἀρήγειν ἑαυτῷ καὶ τὸ
3. λυποῦν ἀποτρίβηται, πρὶν κακωθῆναι τὸ μόριον. οὕτως
4. οὖν καὶ τοῖς ὀδοῦσιν ἐνέφυ νεῦρα μαλακὰ, καὶ τῷ δέρματι
5. σύμπαντι τῶν καθ’ ἕκαστον μόριον νεύρων ἀποφυόμεναί
6. τινες ἶνες ἐμβάλλουσιν. οὐ γὰρ, ὥσπερ ἐφ’ ἕκαστον τῶν μυῶν
7. ἀφικνεῖται νεῦρον, οὕτω καὶ τοῦ δέρματος ἴδιον ἢ ἀφωρισμένον
8. ἐστὶν, ἀλλ’ ἐκ τῶν ὑποκειμένων μορίων ἶνές τινες
9. εἰς αὐτὸ διήκουσιν, ἅμα μὲν σύνδεσμος τοῖς ὑποκειμένοις,
10. ἅμα δ’ αἰσθήσεως ὄργανα γενησόμεναι. κοινοὶ μὲν δὴ λόγοι
11. περὶ πάντων τῶν νεύρων.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.2, ed. Kühn, 1822, vol. 4, p. 266-272. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩