Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.3, ed. Kühn, 1822, vol. 4, p. 272-278. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.3

12. Σοὶ δὲ καιρὸς ἂν εἴη καὶ περὶ τῶν κατὰ
13. μέρος ἐπελεῖν. αὐτίκα γέ τοι πολλῆς ὑπαρχούσης διαφορᾶς
14. ἐν τῇ φύσει καὶ τῇ θέσει καὶ ταῖς ἐνεργείαις τῶν
15. μορίων, ἄμεινον ἦν, ὅσα μὲν αἰσθητικώτερα τῶν ἄλλων
16. ἐχρῆν γεγονέναι, τούτοις ἐπιπεμφθῆναι νεῦρον ἐξ ἐγκεφάλου
17. μεῖζόν τε ἅμα καὶ μαλακώτερον· ὅσα δ’ εἰς πολλάς τε ἅμα 
1. καὶ σφοδρὰς κινήσεις παρεσκευάζετο, μεῖζον μὲν καὶ τούτοις
2. νεῦρον, ἀλλὰ σκληρότερον δοθῆναι. καὶ τοίνυν φαίνεται
3. ταῦτ’ ἀκριβῶς οὕτως ἡ φύσις φυλάττουσα διὰ πάντων τῶν
4. μορίων, ὡς μηδαμόθεν μήτε μικρὸν νεῦρον ἢ σκληρὸν εἰς
5. τὸ δεόμενον αἰσθήσεως περιττοτέρας ἰέναι, μήτε μέγα τοῖς
6. οὐδὲν δεομένοις αἰσθάνεσθαι μᾶλλον ἢ κινεῖσθαι σφοδρότερον,
7. ὥσπερ μηδὲ μαλακὸν, οἷς ἐν τῇ ῥώμῃ τῆς κινήσεως
8. ἡ χρεία. τηλικοῦτόν γέ τοι νεῦρον εἰς ἑκάτερον τῶν ὀφθαλμῶν
9. ἐμπέφυκεν, ἡλίκον εἰς οὐδὲν ἄλλο τῶν μεγίστων μορίων.
10. οὐ μὴν οὐδὲ μαλακώτερον αὐτοῦ ἀλλαχόθι νεῦρον
11. ἰδεῖν ἔστιν, ἀλλ’ ὀφθαλμοῖς μόνοις, καίτοι γε σμικροτάτοις
12. οὖσι μορίοις, διὰ τὸ τῆς χρείας ἀξίωμα μεγίστων τε ἅμα
13. καὶ μαλακωτάτων ἔτυχον τῶν νεύρων. ἀκριβεστάτη γὰρ
14. ἁπασῶν ἐστι τῶν ἄλλων αἰσθήσεων ἥδε, τὰ μέγιστά τε καὶ
15. πλεῖστα τῶν ὑπαρχόντων τοῖς σώμασι διαγινώσκουσα πόῤῥωθεν,
16. χροιὰν καὶ μέγεθος, καὶ σχῆμα, καὶ κίνησιν, καὶ θέσιν,
17. καὶ τὸ πρὸς τοὺς ὁρῶντας διάστημα. εἰ γάρ μοι νοήσαις
18. ἐπὶ τῆς γῆς ἐῤῥιμμένους κέγχρους πολλοὺς, ἤ τι τούτων
1. μικρότερον, ὧν ἀκριβῶς ἑκάστου διαγινώσκεις τὴν θέσιν μὲν
2. πρῶτον, εἶτα καὶ τἄλλα τὰ προειρημένα, θαυμάσειν οἶμαί
3. σε τήν τ’ ἀκρίβειαν αὐτῆς καὶ τὸ πλῆθος ὧν ὑπηρετεῖται
4. τοῖς ζώοις· χωρὶς γὰρ ταύτης οὐδ’ ἀριθμῆσαι τοὺς κέγχρους
5. οἷόν τέ ἐστι, μήτε διαγνῶναι τὴν χροιὰν ἢ τὴν οὐσίαν αὐτῶν.
6. αὕτη καὶ τὰ πόῤῥω διαστέλλει, τὰ μὲν, ὅτι κινεῖται,
7. τὰ δ’, ὅτι μένει, τὰ δ’, ὅπως ἀλλήλοις συμπλέκεται, τὰ δ’,
8. ὅπως ἀποχωρίζεται. ἐπεὶ τοίνυν ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν
9. ἐστὶν, ἡ δὲ κίνησις, ἣ κινεῖ τὰ νεῦρα σὺν τοῖς μυσὶ,
10. ἐν τῷ ποιεῖν, εἰκότως αὐτῷ μὲν τῷ πρώτῳ τῆς ὄψεως
11. ὀργάνῳ κατὰ τὸν ὀφθαλμὸν ἐνέφυ τὸ μαλακὸν νεῦρον, τοῖς
12. κινοῦσι δ’ αὐτὸν μυσὶ τὸ σκληρόν. κατὰ δὲ τὸν αὐτὸν
13. τρόπον καὶ τῇ γλώττῃ, μικρῷ καὶ τούτῳ μορίῳ, τὰ δύο
14. γένη τῶν νεύρων ἡ φύσις ἔδωκεν, τὸ μὲν μαλακὸν ὡς χυμῶν
15. αἰσθησομένῳ, τὸ σκληρὸν δ’ ὡς κινεῖσθαι μέλλοντι
16. πολλὰς καὶ ποικίλας κινήσεις. ἐφ’ ἑκατέραν δὲ τὴν ἀκοὴν
1. ἤγαγε νεῦρον μαλακὸν, ἕτερα τοῖς κινεῖσθαι μέλλουσιν
2. ὠσὶν ἐπιπέμψασα σκληρά. μαλακῶν δὲ νεύρων ἡ ῥὶς μετέσχεν,
3. καὶ οἱ ὀδόντες, ἥ τε ὑπερῴα πᾶσα· καὶ γὰρ καὶ
4. ταῦτα ἐδεῖτο περιττοτέρας αἰσθήσεως. ἀλλ’ εἰ τοῖς κατὰ τὸν
5. ὀφθαλμὸν αὐτὰ παραβάλοις, ἱκανῶς σοι δόξει σκληρά τε
6. εἶναι καὶ μικρά. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις ἔτι καὶ πόρους
7. αἰσθητοὺς ἔχουσι τὰ τῆς ὄψεως νεῦρα, καὶ δι’ ἐκείνους
8. ἐγένετο παχέα. θαυμάσαι δ’ ἀξίως οὐ δύνασαι τὴν φύσιν
9. ἐπὶ τῇ κατασκευῇ τῶνδε τῶν νεύρων, ἀγνοῶν, ὅπως ὁρῶμεν.
10. ὥστ’, εἰ βουληθείης ἐπὶ σχολῆς πολλῆς βασανίσαι τὰς ἀποδείξεις,
11. ἃς εἴπομεν ἐν ἄλλοις τέ τισι καὶ τῷ ιγ΄ περὶ ἀποδείξεως,
12. ὑπὲρ τοῦ τὸ τῆς ὄψεως ὄργανον αὐγοειδὲς ἔχειν πνεῦμα διὰ
13. παντὸς ἐπιῤῥέον ἐξ ἐγκεφάλου, θαυμάσεις τῶν ὀπτικῶν
14. νεύρων τὴν κατασκευὴν, κοίλων τἄνδον γενομένων ὑπὲρ τοῦ
15. δέχεσθαι τὸ πνεῦμα, μέχρι δ’ αὐτῆς ἀνατεινομένων τῆς κοιλίας
16. τοῦ ἐγκεφάλου διὰ τὴν αὐτὴν αἰτίαν. ἔνθα γὰρ ἑκάτερον
17. τῶν προσθίων. κοιλιῶν τελευτᾷ πρὸς τὰ πλάγια, τῶν
1. ὀπτικῶν νεύρων ἐστὶν ἡ ἔκφυσις, καὶ αὕτη γε τῶν κοιλιῶν
2. ἡ οἷον θαλάμη δι’ ἐκεῖνα τὰ νεῦρα γέγονεν. ἠγνόηται δὲ
3. τοῖς ἀνατομικοῖς ἔργον τοῦτο θαυμαστὸν τῆς φύσεως, οὔτ’
4. ἀκολουθησάντων αὐτῶν τοῖς πέρασι τῶν κοιλιῶν, οὔτ’ ἐπισκεψαμένων,
5. ὅτου χάριν οὕτω διεπλάσθησαν, οὔτε τῶν ὀπτικῶν
6. νεύρων θεασαμένων τὰς ἄνωθεν ἐκφύσεις συνημμένας
7. τοῖς πέρασι τῶν κοιλιῶν. διὰ ταύτας μὲν οὖν τὰς αἰτίας
8. τοῖς ὀφθαλμοῖς τὰ νεῦρα κοῖλά τε ἅμα καὶ μέγιστα καὶ
9. μαλακώτατα γέγονεν, ἐχουσῶν καὶ τῶν ἄλλων αἰσθήσεων
10. καὶ μεγάλα καὶ μαλακὰ νεῦρα. τοῖς δ’ εἰρημένοις ἅπασι
11. μορίοις ἐναντιώτατα διάκεινται κατά τε τὴν ἐνέργειαν καὶ
12. τὴν οὐσίαν καὶ τὴν διάθεσιν ἄκραι χεῖρες καὶ πόδες· αἵ
13. τε γὰρ ἐνέργειαι μετὰ συντονίας καὶ σφοδρότητός εἰσιν αὐτοῖς,
14. ἥ τ’ οὐσία σκληρὰ, καὶ ἡ θέσις ἀπωτάτω τῆς κεφαλῆς.
15. διὰ τοῦτ’ οὖν οὐδ’ ἐξ ἐγκεφάλου τοῖς εἰρημένοις μορίοις
16. ἐπιπέμπεται νεῦρον, ὥσπερ οὐδ’ ὅλοις τοῖς κώλοις,
17. ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ μόνου νεῦρα σκληρὰ καὶ χεῖρες
18. καὶ σκέλη λαμβάνουσι. εἰς τἄλλα δὲ σύμπαντα τὰ κάτω
1. τοῦ προσώπου παρὰ τοῦ νωτιαίου χορηγεῖται νεῦρα, πλὴν
2. ἐντέρων καὶ σπλάγχνων, ἔτι τε πρὸς τούτοις τῶν φωνητικῶν
3. ὀργάνων, ὅτι καὶ τούτων ἔνια μὲν ἐγκεφάλῳ συνῆφθαι
4. πάντως ἐδεῖτο, τινὰ δ’, ὅτι πλησίον αὐτοῖς ἐτέτακτο μόνης
5. αἰσθήσεως δεόμενα, τῶν αὐτῶν νεύρων ἐκοινώνησεν. εἰς
6. μὲν γὰρ καρδίαν καὶ ἧπαρ ἐχρῆν ἰέναι νεῦρα, διότι συνῆφθαι
7. πάντως ἔδει τὰς ἀρχὰς τῶν διοικουσῶν τὸ ζῶον δυνάμεων,
8. ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους τε καὶ
9. Πλάτωνος δογμάτων ἐπιδέδεικται· εἰς δὲ τὴν γαστέρα, καὶ
10. μάλιστα αὐτῆς τὸ στόμα, διότι περιττοτέρας ἐδείχθη καὶ
11. τοῦτο δεόμενον αἰσθήσεως. ἡ φωνὴ δὲ ὅτι κυριώτατον
12. ἁπάντων ἐστὶ τῶν ψυχικῶν ἐνεργειῶν, ἀγγέλλουσα τὰς τοῦ
13. λογισμοῦ νοήσεις, ἐχρῆν δήπου καὶ ταύτην δημιουργεῖσθαι
14. δι’ ὀργάνων ἐξ ἐγκεφάλου νεῦρα δεχομένων. τούτων μὲν
15. οὖν ἕνεκα πρώτως ἐξ ἐγκεφάλου νεῦρα πόῤῥω τῆς ἀρχῆς
16. ἀποτείνεται· σὺν αὐτοῖς δ’, ὡς εἴρηται, σμικραί τινες
17. ἀποφύσεις ἐντέροις, καὶ νεφροῖς, καὶ σπληνὶ, καὶ πνεύμονι, 
1. καὶ στομάχῳ διανέμονται. περὶ μὲν οὖν τούτων ὀλίγον
2. ὕστερον εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image