Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.4, ed. Kühn, 1822, vol. 4, p. 278-289. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.4

3. Ὧν δ’ ἕνεκα μάλιστα μορίων κατῆλθεν ἐξ
4. ἐγκεφάλου νεῦρα ταῦτ’, ἤδη λέγωμεν ἀπὸ τῶν φωνητικῶν
5. ἀρξάμενοι. ἔστι δὲ κᾀνταῦθα λόγος ἐπὶ τοῖς ἀποδεδειγμένοις
6. περὶ φωνῆς. ἐξ ἀρχῆς γὰρ ἐδείχθη, μηδεμίαν δύνασθαι
7. χρείαν μορίου γνωσθῆναι πρὸ τῆς τοῦ παντὸς ἐνεργείας
8. ὀργάνου. ἐπεὶ τοίνυν ὁ λάρυγξ ἐστὶ τὸ πρῶτόν τε καὶ κυριώτατον
9. ὄργανον φωνῆς, ἐκ τριῶν μὲν συγκείμενος χόνδρων,
10. ἔχων δ’ ἐν αὑτῷ μέσῳ τὴν ἐπιγλωττίδα, καὶ μῦς εἴκοσί που
11. σχεδὸν ὑπηρετοῦντας εἰς τοῦτο, πάρεστί σοι σκοπεῖν, ὅπως
12. αὐτοῖς ἅπασιν ἡ φύσις ἔνειμεν ἐξ ἐγκεφάλου νεῦρα. τῶν
13. γάρ τοι μυῶν τούτων ἔνιοι μὲν ἐγκαρσίαν πως μᾶλλον,
14. ἔνιοι δὲ λοξὴν ἔχουσι τὴν θέσιν, ὀρθίαν δ’ ἄλλοι, τινὲς
15. δ’ οὐχ ὁμοίαν οὐδ’ οὗτοι τὸ πάμπαν ἀλλήλοις. τινὲς μὲν
16. γὰρ αὐτῶν ἄνωθεν ἀρχόμενοι τοῖς κάτω πέρασι κινοῦσιν
17. ἔνια τῶν τοῦ λάρυγγος μορίων, ἕτεροι δ’ ἔμπαλιν ἄρχονται
1. μὲν ἐκ τῶν κάτω, ταῖς δ’ ἄνω τελευταῖς ἐνεργοῦσι. δίκαιον
2. δ’ ἦν, οἶμαι, τοῖς μὲν ἄνωθεν κάτω φερομένοις ἄνωθεν
3. ἐκπεμφθῆναι τὸ νεῦρον, ὅσοι δὲ ἐκ τῶν κάτω μερῶν ἀναφέρονται,
4. καὶ τούτοις ἐντεῦθεν γενέσθαι τὴν τῶν νεύρων
5. ἀρχὴν, ὥσπερ γε καὶ τοῖς ἐγκαρσίοις ἢ λοξοῖς κατὰ τὸ
6. τῆς θέσεως σχῆμα καὶ τούτοις τὴν πρέπουσαν ἀρχὴν δοθῆναι
7. τῶν νεύρων. ἄνωθεν μὲν οὖν κάτω φερομένους ἐν τοῖς
8. περὶ φωνῆς ἐδείξαμεν τούς τ’ ἐκ τοῦ ὑοειδοῦς ὀστοῦ καθήκοντας
9. εἰς τὸν θυρεοειδῆ χόνδρον τούς τ’ ἐπὶ τὸ στέρνον
10. ἐξ ἀμφοῖν, κάτωθεν δ’ ἄνω τοὺς κινοῦντας τὸν ἀρυταινοειδῆ
11. χόνδρον· ὀρθίους μὲν οὖν ἀκριβῶς τέτταρας, ἐγκεκλιμένους
12. δ’ ἐπὶ τὸ λοξὸν δύο, τοὺς δὲ τὰ κάτω πέρατα συνάπτοντας
13. τοῦ θυρεοειδοῦς χόνδρου πρὸς τὸν ἀνώνυμον ἀτρέμα λοξοὺς
14. ὑπάρχειν· ἀλλὰ καὶ τοὺς τῷ στομάχῳ συνάπτοντας τὸν μέγιστον
15. τῶν τριῶν χόνδρων ἐγκαρσίας ἔχειν τὰς ἶνας ἐγκλινούσας
16. ἐπὶ τὸ λοξὸν, τὰς μὲν μᾶλλον, τὰς δ’ ἧττον. ἐπὶ
17. τούτοις μὲν οὖν ἡ φύσις (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι)
1. παρὰ τῆς ἕκτης συζυγίας ἐπιπέμπει νεῦρα κατὰ διττὰς ἀποφύσεις,
2. τοῦ μὲν ἑτέρου κατὰ τὴν κορυφὴν τοῦ θυρεοειδοῦς
3. εἰς αὐτὸν ἔσω τὸν λάρυγγα καθήκοντος, τοῦ δ’ ἑτέρου πρὸς
4. τοὺς ἐγκαρσίους μῦς ἰόντος, ἀφ’ οὗ καὶ τοῖς ἐπὶ τὸ στέρνον
5. ἐκτεινομένοις ἐμβάλλει τὰ πέρατα. δύο μὲν αὗται συζυγίαι
6. νεύρων ἐγκεκλιμένων εἰς θέσιν λοξὴ, τρίτη δ’ ἄλλη τῶν
7. καθηκόντων εἰς τοὺς ἀνατείνοντας μῦς τὸν θυρεοειδῆ χόνδρον,
8. ἣν ἀρχῆς ὑψηλοτέρας δεομένην οὐχ οἷόν τ’ ἦν ἀπὸ
9. τῆς ἕκτης συζυγίας ποιήσασθαι τὰ ἐπὶ τὴν γαστέρα φερόμενα·
10. ἀλλ’ ἐξεῦρεν ἡ φύσις καὶ τούτοις ἐξ ἐγκεφάλου νεῦρον
11. ὄρθιον, ἄνωθεν κάτω φερόμενον, ἐμφῦσαι. καὶ καθ’
12. ὅλου τοῦ λάρυγγος ἐκτείνεται ταῦτα, δύο ὄντα καθ’ ἑκάτερον
13. μέρος, ἓν ἐξ ἀριστερῶν, καὶ ἓν ἐκ δεξιῶν· καὶ μέντοι καὶ
14. τούτων ἡ τελευτὴ τοῖς ἐπὶ τὸ στέρνον ἀπὸ τοῦ ὑοειδοῦς
15. καταφερομένοις ἐμφύεται μυσίν. ἔστιν ὅτε γε μὴν ἐπεκτείνεται
16. τοῖς ταπεινοῖς, οὓς ἀπὸ τοῦ θυρεοειδοῦς ἔφην ἄρχεσθαι,
17. καθάπερ γε καὶ τοῖς ὑψηλοτέροις ἔστιν ὅτε παρὰ
1. τῆς ἕκτης συζυγίας ἐμφύεται νεῦρα. τὸ δ’ οὖν ἀπὸ τούτων
2. μόνων τῶν συζυγιῶν αὐτοὺς λαμβάνειν νεῦρα· κοινὸν ἐπὶ
3. πάντων ζώων ἐστὶν, ἐπειδή γε ἐξ ἐγκεφάλου κατιόντων
4. ἔδει νεύρων αὐτοῖς, ὡς ἂν κατ’ ἀντίθεσιν ἔχουσιν, ὑπηρετοῦσί
5. τε τῇ φωνῇ. ταῦτα μὲν οὖν τῇ φύσει δικαίως τε
6. ἅμα καὶ τεχνικῶς διατέτακται. λοιπῶν δ’ οὐσῶν τριῶν
7. συζυγιῶν τῶν ἐν τῷ λάρυγγι μυῶν, ἀναγκαιοτάτων μὲν, ὡς
8. ἐδείξαμεν, εἰς φωνῆς γένεσιν, ὀρθίαν μέντοι τὴν θέσιν
9. ἐχόντων, ὡς τὰς μὲν κεφαλὰς κάτω, τὰς τελευτὰς δ’ αὐτῶν
10. ἐν τοῖς ἄνω μέρεσιν ὑπάρχειν, ἀναγκαῖον μὲν ἦν δήπου κάτωθεν
11. αὐτοῖς ἐπιπέμπειν τὰ νεῦρα· κάτω δ’ οὐκ ἦν ἐγκέφαλος,
12. ἀλλ’ ἐκ νωτιαίου μυελοῦ καὶ τούτου τῶν κάτω μερῶν
13. ἐχρῆν ἀχθῆναι τὰ νεῦρα, κᾀν τούτῳ τὴν δικαιοτάτην
14. φύσιν ἄδικα νεῖμαι κᾀν τοῖς κυριωτάτοις τῆς φωνῆς ὀργάνοις
15. μόνοις, μήτ’ ἐξ ἐγκεφάλου, μήτ’ ἐκ τῶν πρώτων μερῶν
16. τοῦ νωτιαίου παρασχοῦσαν νεῦρα. ἐθεασάμεθα οὖν,
17. πῶς ἀμφοῖν ἄκρως προὐνοήσατο, τοῦ τ’ ἀναγκαίου πρὸς τὴν
1. ἐνέργειαν, τοῦ τε μηδὲν ἀδικῆσαι τοὺς μῦς, ἀτιμοτέρων
2. αὐτοῖς μεταδοῦσα νεύρων. ἔγνω τοίνυν ἐξ ἐγκεφάλου μὲν
3. αὐτὰ κατάγειν, ὥσπερ καὶ τἄλλα τὰ προειρημένα, κατὰ τὴν
4. ἕκτην συζυγίαν, ἀφ’ ἧς ἐχρῆν καὶ καρδίᾳ καὶ γαστρὶ καὶ ἥπατι
5. δοθῆναι νεῦρα, δίαυλον δέ τινα τῆς φορᾶς ἐργάσασθαι, πρότερον
6. μὲν εἰς τὰς κάτω τοῦ λάρυγγος ἄγουσα, τοὐντεῦθεν
7. δ’ αὖθις ἀναφέρουσα πρὸς τοὺς κυριωτάτους ἑαυτῶν μῦς.
8. ἀλλ’ οὐχ οἷόν τ’ ἦν αὐτὰ παλινδρομῆσαι χωρὶς καμπῆς,
9. ὥστ’ ἀναγκαῖον ἐγένετο τῇ φύσει ζητῆσαι τοῖς νεύροις οἷον
10. νύσσαν τινὰ, περὶ ἣν ἐξελίξασα τῆς μὲν ἐπὶ κάτω φορᾶς
11. αὐτὰ παύσειεν, ἀγαγεῖν δ’ ἄρξαιτο πρὸς τὸν λάρυγγα ταύτην
12. τὴν νύσσαν. ἐχρῆν δήπου στερεόν τε σῶμα εἶναι καὶ
13. θέσιν ἐγκαρσίαν ἢ πάντως γε πλαγίαν ἔχειν. οὐ γὰρ οἷόν
14. τ’ ἦν ἐκ κατάντους φορᾶς παλινδρομῆσαι τοῖς νεύροις ἄνευ
15. τοῦ περὶ τοιοῦτόν τι καμφθῆναι σῶμα. τοιοῦτον δ’ οὐδὲν
16. ἦν καθ’ ὅλον τὸν τράχηλον, ἀλλ’ εἰς τὸν θώρακα κατάγειν
17. ἀναγκαῖον ἐγένετο τῇ φύσει τὸ ζεῦγος τῶν νεύρων, κᾀκεῖ 
1. ζητῆσαι τὴν καμπήν. ἔνθα τοίνυν εὗρε πρῶτον, ἐνταῦθα
2. κάμψασα διὰ τοῦ τραχήλου πάλιν ἐπανήγαγεν εἰς τὸν λάρυγγα
3. τὸ ζεῦγος τῶν νεύρων. ἀλλ’ οὐχ ὁμότιμόν γε τὴν
4. καμπὴν αὐτοῖς ἐποιήσατο, καὶ ταύτῃ γε ἂν δόξειεν ἐπιλελῆσθαι
5. τῆς δικαιοσύνης, ὁμοτίμοις νεύροις ἄνισα νέμουσα.
6. τὸ μὲν γὰρ ἐπὶ πλεῖστον αὐτοῦ διὰ τοῦ θώρακος ἤγαγε
7. κάτω, τὸ δ’ οὐ μετὰ πολὺ πρὸς τὸν τράχηλον ἐπανήγαγε.
8. τίς οὖν καὶ ἡ τούτων αἰτία; οὐχ ἡ τῶν νεύρων διαφορὰ,
9. πάντη γὰρ ὁμότιμά ἐστιν, ἀλλ’ ἡ τῶν χωρίων, ἃ διεξέρχεται,
10. κατασκευή. κατὰ μέν γε τὴν ἀριστερὰν εὐρυχωρίαν τοῦ
11. θώρακος ἡ μεγίστη τῶν ἀρτηριῶν, ἣν οἷον πρέμνον τι τῆς
12. καρδίας ἔλεγον ἐκφύεσθαι, πρῶτον μὲν ἀνίσχει λοξὴ, μετὰ
13. ταῦτα δ’ αὐτίκα σχισθεῖσα, τῷ μὲν ἑτέρῳ μέρει τῷ μείζονι
14. κατὰ τῆς ῥάχεως στηρίζεται, τῷ δ’ ἑτέρῳ τῷ μείονι πρὸς
15. τὴν κλεῖν ἀναφέρεται, κᾀνταῦθα τὸ μὲν ἕτερον μέρος αὐτῆς
16. πρὸς ὠμοπλάτην καὶ τὴν χεῖρα καὶ ἀριστερὸν μέρος
17. τοῦ τραχήλου, ὅσα τ’ ἄλλα ταύτῃ τέτακται μόρια, διανέμει·
18. τὸ δ’ ἕτερον ἐπὶ τὸ στέρνον ἀνατείνασα, σχίζει πάλιν καὶ
1. τοῦτο δίχα τμήμασιν ἀνίσοις, τὸ μὲν ἐκ τῶν ἀριστερῶν μέρος,
2. ὅπερ ἔλαττόν ἐστιν, ἀρτηρίαν ἐργαζομένη καρωτίδα,
3. τὸ δ’ ἐκ τῶν δεξιῶν τὸ μεῖζον ἀνατείνασα λοξὸν, ἀφ’ οὗ
4. βραχὺ προελθόντος ἀποφύσεις γίνονται πολλαί. καὶ
5. γὰρ ἐπὶ τὰ τοῦ θώρακος ὑψηλὰ μόρια φέρεταί τις ἀρτηρία,
6. καὶ πρὸς τὸν δεξιὸν τιτθὸν ἑτέρα διὰ τοῦ στέρνου
7. καταφέρεται, καὶ πρὸ αὐτῶν γε ἡ δεξιὰ καρωτὶς ἀνάντης
8. ἀποφύεται, κᾄπειτα τὸ λοιπὸν τῆς ἀρτηρίας λοξὸν, ὡς πρὸς
9. τὴν ἔκφυσιν ἀφικόμενον τῆς πρώτης πλευρᾶς, εἰς ὠμοπλάτην
10. καὶ χεῖρα καὶ τοῦ τραχήλου τὰ δεξιὰ μέρη διασπείρεται.
11. τοιαύτης οὖν οὔσης διαφορᾶς τῷ δεξιῷ θώρακι πρὸς
12. τὸν ἀριστερὸν, ἀναμνησθῶμεν, ὅτι ἅμα ταῖς ἀρτηρίαις ταῖς
13. καρωτίσιν ἑκάτερον τῶν ἀπὸ τῆς ς΄ συζυγίας νεύρων εἰς τὸ
14. κάτω παραφέρεται, στηριζόμενόν τε τῇ γειτνιάσει καὶ κοινοῖς
15. σκεπάσμασι φρουρούμενον. ἔνθα τοίνυν ἡ πρώτη γένεσις
16. ἑκατέρων τῶν ἀρτηριῶν ἐστιν, ἣν ἀρτίως ἐδήλωσα,
17. πρὸς τοῦτ’ ἀναγκαῖον ἦν τὸ χωρίον ἑκάτερον τῶν νεύρων
18. ἀπενεχθῆναι, κᾄπειτ’ ἐντεῦθεν ἀποτεῖναί τι μόριον ἑαυτοῦ,
1. πρὸς τὸν λάρυγγα κομισθησόμενον. ἀλλ’ ἐπεὶ μεταβάλλειν
2. ἐνταῦθ’ ἀναγκαῖόν ἐστι τοῖς νεύροις ἐκ τῆς κατάντους φορᾶς
3. ἐπὶ τὴν ἀνάντη, καμπῆς αὐτοῖς ἐξ ἀνάγκης ἐδέησε.
4. τίς οὖν ἑκατέρῳ τῶν νεύρων ἀρίστη καμπή; τῷ μὲν ἀριστερῷ
5. κατὰ τὴν πρώτην ἔκφυσιν τῆς καρωτίδος οὐχ οἷόν τε
6. καμφθῆναι· τὸ γὰρ ἐπὶ τὸ στέρνον ἀναφερόμενον τῆς μεγάλης
7. ἀρτηρίας, ἧς ἡ καρωτὶς ἀπέσχισται, μικροῦ δεῖν ὄρθιον
8. ὑπάρχει, βραχεῖαν ἔγκλισιν ἔχον ἐπὶ τὰ δεξιὰ μέρη τοῦ
9. θώρακος ὅλου· τὸ δ’ ἕτερον τῆς ἄνω φερομένης ἀρτηρίας
10. ἀποβλάστημα, τὸ πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην τε καὶ
11. χεῖρα φερόμενον, ὁμοίαν σχεδόν τι καὶ αὐτὸ τὴν θέσιν ἔχει,
12. μικροῦ γὰρ δεῖν καὶ τοῦτ’ ὄρθιόν ἐστιν ὅλον, ἐγκλινόμενον
13. ἀτρέμα πρὸς τὴν εὐώνυμον χώραν. λοιπὴ τοίνυν αὐτοῦ καταλείπεται
14. καμπὴ τὸ στέλεχος αὐτὸ τῆς μεγίστης ἀρτηρίας,
15. οὐ μεγέθει μόνον, ἀλλὰ καὶ ῥώμῃ καὶ θέσει θαυμαστῶς
16. παρεσκευασμένον εἰς τὴν τοῦ νεύρου χρείαν. ταύτην οὖν
17. αὐτὴν εἵλετο καὶ ἡ φύσις, καὶ περὶ τὴν ταύτης βάσιν ἀποβλάστημα
18. τῆς ς΄ συζυγίας ἑλίξασα παλινδρομοῦν ἄνω κατὰ
1. τῆς τραχείας ἀρτηρίας ἐπέθηκεν, ὥστ’ ἐπὶ ταύτης ὀχούμενον
2. ἀσφαλῶς ἀνελθεῖν ἐπὶ τὸν λάρυγγα. ἀλλ’ ἐν τοῖς δεξιοῖς τοῦ
3. θώρακος οὐκ ἦν οὐδεμία τοιαύτη καμπή. μὴ τοίνυν ζήτει
4. τὴν οὐκ οὖσαν, μήτ’ ἐγκάλει τῇ φύσει καμπὰς διαφόρους
5. ἑκατέρῳ τῶν νεύρων εὑρούσῃ, ἀλλ’ ἐκεῖνο σκόπει, τίνα βελτίονα
6. κατὰ τὸν ἀριστερὸν θώρακα τῆς εἰρημένης καμπῆς
7. οἷόν τ’ ἦν ἐξευρεῖν. οὐ γὰρ εὑρήσεις ἑτέραν ἀμείνονα, καθάπερ
8. οὐδ’ ἐν τῷ δεξιῷ, τῆς εὑρημένης τῇ φύσει. τίς οὖν
9. ἐστιν αὕτη; χαλεπὸν μὲν ἑρμηνεῦσαι λόγῳ τοσαύτην τέχνην·
10. ἄπιστος γὰρ ἡ τῆς φύσεως εὐμηχανία περὶ τὴν τῆς καμπῆς
11. εὕρεσιν, ὥστ’, εἰ μή τις θεάσαιτο, τραγῳδεῖν ἂν δόξειε
12. μᾶλλον ἢ ἀληθεύειν τὸν ἐξηγητὴν αὐτῆς· ὅμως μὴν, ἐπειδὴ
13. καὶ τἄλλα λόγῳ διῆλθον, οὐδὲ τὴν τούτου διήγησιν ὀκνητέον.
14. ἀναμνήσθητι δέ μοι τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης
15. ἀρτηρίας ἐν τῷ δεξιῷ θώρακι, λοξῆς μὲν τὴν θέσιν, ἀποφυσάσης
16. δὲ πρώτην μὲν ἀνάντη τὴν καρωτίδα, ἔπειτα τῷ
17. λοιπῷ μέρει πρὸς τὴν πρώτην πλευρὰν ἀφικνουμένης λοξῆς,
1. καὶ σκέψαι, τοῦ δεξιοῦ νεύρου δι’ ὅλου τοῦ τραχήλου κατελθόντος
2. ἐγχρῶντος τῇ καρωτίδι μέχρι τῆς πρώτης αὐτῆς γενέσεως,
3. εἴ τινα βελτίονα χώραν ἔχεις εἰπεῖν ἧς ἡ φύσις
4. ἐξεῦρεν εἰς καμπὴν τῷ νεύρῳ. καθ’ ἃ γὰρ ἀποσχίζεται πρῶτον
5. ἡ μετὰ τὴν καρωτίδα ἀρτηρία λοξὴ, κατὰ τοῦτο μόνον,
6. εἰ καὶ σφαλερῶς, ἀλλ’ ἀναγκαῖον κάμπτειν ἦν τὸ νεῦρον.
7. εἰ μὲν γὰρ ἑτέρα τις ἀμείνων χώρα ταύτης ἐστὶν, ἐπ’ ἐκείνην
8. ἀφικέσθαι τῇ φύσει βέλτιον ἦν ἀποστάσῃ τῆσδε. νῦν
9. δ’, ἐπειδήπερ ἑτέρα μέν ἐστιν οὐδεμία, μόνη δ’ ἡ νῦν εἰρημένη
10. κατὰ τὸν δεξιὸν θώρακα καμπὴ, γνωρίζει μὲν αὐτῆς
11. τὸ σφαλερὸν ἡ φύσις, καταστήσασα δ’ εἰς ἀναγκαίαν
12. χρῆσιν, ἐξ ὧν ἂν μάλιστά τις τὴν ἀσφάλειαν ἐνδεχομένην
13. ἐπορίσατο, ταῦτ’ εἰργάσατο σύμπαντα. πρῶτον μὲν γὰρ ἀπὸ
14. τοῦ μεγάλου νεύρου τὸ παλινδρομῆσον ἀπέσχισεν, ἔνθα
15. πρῶτον ἔψαυε τῆς δεξιᾶς ἀρτηρίας, εἶτ’ ἐπὶ τὸν νῶτον αὐτῆς
16. ἐπιθεῖσα, κατὰ ταύτην ἔκαμψε τὴν γινομένην ἐν τῇ τῆς
17. καρωτίδος ἀποφύσει γωνίαν. ἔξωθεν μὲν γὰρ τῆς καρωτίδος
18. αὐτὸ κατήγαγεν, ἑλίξασα δὲ περὶ τὴν μείζονα διὰ τῆς ἐξ 
1. ἀμφοῖν γινομένης γωνίας ὑπανάγειν τοὐντεῦθεν ἀπήρξατο
2. διὰ τῶν ἔνδον μερῶν τῆς καρωτίδος ἐπιθεῖσα τῷ δεξιῷ μέρει
3. τῆς τραχείας ἀρτηρίας. ἀνατεινομένῳ δὲ αὐτῷ μετὰ τὴν
4. καμπὴν ὀρέγει τινὰ καθάπερ χεῖρα τῆς ἕκτης συζυγίας
5. ἀπόφυσιν, ἥτις αὐτὴ συνδέουσα πρὸς τὸ μέγα νεῦρον
6. ἀσφαλῆ τήν τε καμπὴν ἅμα καὶ τὴν ἐπάνοδον ἐργάζεται.
7. τὰ δ’ ἑκατέρωθεν αὐτοῦ τῆς καμπῆς ἐξ ἀριστερῶν τε καὶ
8. δεξιῶν μερῶν ἀποφύσεσιν ἑρματίζει τῆς ς΄ συζυγίας αὐτῆς,
9. ἣν ποιεῖται πρὸς τὰ ταύτῃ χωρία. καὶ μὲν δὴ κατ’ αὐτὸν
10. τὸν λάρυγγα τοῖς παλινδρομοῦσι τούτοις νεύροις, ὑπὲρ ὧν ὁ
11. σύμπας μοι λόγος οὗτος ἤνυσται, γίνεταί τις ἐπιμιξία πρὸς
12. τὰ προειρημένα νεῦρα κατὰ τὸν ἔμπροσθεν λόγον, ἃ τῆς
13. ἕκτης συζυγίας ἔφην ἀποφυόμενα πρὸς τὸ βάθος ἰέναι τοῦ
14. λάρυγγος. εἰς ταὐτὸν γὰρ ἥκει μόρια τῶν παλινδρομούντων
15. ἐκείνοις, ἐπὶ πάντων μὲν ὧν οἶδα ζώων, ἀλλ’ ἐναργέστατά γε καὶ
16. τοῦτ’ ἐπ’ ἄρκτων καὶ κυνῶν καὶ βοῶν, ὅσα τ’ ἄλλα τοιαῦτα
17. θεάσασθαι πάρεστιν, ἰσχὺν καὶ ῥώμην ἀμφοτέροις τοῖς νεύροις
1. τῆς φύσεως ἐκ τῆς πρὸς ἄλληλα κοινωνίας ἐπιτεχνωμένης.
2. εἴρηται γὰρ ἤδη μοι καὶ πρόσθεν, ὅτι αἱ ἀποφύσεις τῶν
3. ἀσθενῶν σωμάτων πρὸς τὴν ἰσχὺν συμφέρει.

Cliquer un n° de page pour en afficher l’image