4. Περὶ δὲ τῶν εἰς τὰ σπλάγχνα καὶ ἔντερα
5. ἀφικνουμένων εἴρηται μέν τι καὶ πρόσθεν, ὅσον δὲ ἐλλείπει,
6. προσθεῖναι χρή. ἀφικνεῖται μέν τις κᾀνταῦθα τῶν ἐξ
7. ἐγκεφάλου μοῖρα, μικρὰ μὲν τοῖς ἄλλοις ἅπασιν, ἀξιόλογος
8. δ’ εἰς τὸ τῆς κοιλίας στόμα, διότι τοῦτο τὸ μέρος ὀρέξεως
9. σιτίων ὄργανον ἡ φύσις ἐποίησεν, ἐπὶ τῆς πύλης, ὡς ἂν
10. εἴποι τις, κείμενον ἁπάντων περὶ τὴν τῆς τροφῆς οἰκονομίαν
11. αὐτῇ παρεσκευασμένων ὀργάνων. εἰλικρινὲς οὖν αὐτὸ
12. καὶ ἀμιγὲς ἑτέρου νεύρου σκληροῦ κατήγαγεν ἄνωθεν, ἐν τῇ
13. παρόδῳ δοῦσά τι μόριον ἐξ αὐτοῦ βραχὺ στομάχῳ καὶ πνεύμονι
14. καὶ ἀρτηρίᾳ τραχείᾳ. τῆς δ’ αὐτῆς συζυγίας εἰλικρινὲς
15. νεῦρον ἔδωκεν ἥπατί τε καὶ καρδίᾳ διὰ τῶν ἔμπροσθεν
16. εἰρημένων μοι λόγων. εἰς δὲ τἄλλα σύμπαντα τὰ
17. κάτω φρενῶν ἐντὸς τοῦ περιτοναίου τῶν νεύρων τούτων
1. ἀφικνεῖται μέρος, οὐκέτ’ εἰλικρινὲς, ἀλλὰ τοῖς ἐκ νωτιαίου
2. μικτὸν, τοῖς γὰρ εἰς τὰς ῥίζας τῶν πλευρῶν παραφερομένοις
3. νεύροις, κᾀξ αὐτοῦ μὲν τοῦ κατὰ θώρακα νωτιαίου
4. προέρχεται, καὶ μετὰ τὸν θώρακα δέ τι δυοῖν ἢ τριῶν
5. σπονδύλων. ἀναμίγνυται δὲ ταῦτα προΐοντα λειψάνοις τῶν
6. ἐπὶ τὴν γαστέρα κατελθόντων, οἷς καὶ αὐτοῖς ἐπιμιξία τις
7. ἰδίᾳ γίνεται τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων. ἐκ δὲ τῆς
8. μίξεως ἁπάντων σχεδὸν ἅπαντα νευροῦται τἄνδον τοῦ περιτοναίου,
9. τὴν μὲν ἰσχὺν καὶ τὴν ῥώμην ἐκ τῆς ἀπὸ νωτιαίου
10. μίξεως λαμβανόντων, τὸ δὲ τῆς αἰσθήσεως ἀκριβὲς ὑπὲρ
11. τὰ ἄλλα παρὰ τῶν ἀπ’ ἐγκεφάλου. ἔστι δὲ δήπου καὶ ἄλλο
12. θαυμαστὸν ἔργον τῆς φύσεως ἠγνοημένον τοῖς ἀνατομικοῖς.
13. ἔνθα γὰρ ἤτοι μακρὰν ὁδὸν ἄξειν μέλλει νεῦρον
14. μικρὸν, ἢ σφοδρᾷ κινήσει μυὸς ὑπηρετῆσον, ἐνταῦθα
15. διαλαμβάνει τὴν οὐσίαν αὐτοῦ σώματι παχυτέρῳ μὲν,
16. ὁμοίῳ δὲ τὰ ἄλλα. δόξει γάρ σοι νεῦρον ἐσφαιρωμένον
17. ὑπάρχειν, κατὰ μὲν τὴν πρώτην φαντασίαν τῆς ὄψεως
18. ἐπιπεφυκός τε καὶ περιπεφυκὸς αὐτοῖς, ἀνατέμνοντι
1. δὲ σαφῶς ὁρώμενον, ὅτι μήτ’ ἐπίφυσίς ἐστι μήτε περίφυσις,
2. ἀλλ’ ὁμοία τις οὐσία τῶν νεύρων συνεχής τε καὶ κατὰ
3. πᾶν ἡνωμένη καὶ ὁμοία παντοίως οὖσα τῷ τ’ εἰς αὐτὴν
4. ἰόντι καὶ τῷ πάλιν ἐξ αὐτῆς ἀποτεινομένῳ νεύρῳ. κατ’
5. αὐτὴν μόνην τὴν οὐσίαν ὁμοίαν οὖσαν τῷ καλουμένῳ γαγγλίῳ
6. παχύνεσθαι συμβαίνει τοῖς νεύροις, ὥστ’ ἐναργῶς
7. ὁρᾶσθαι μεῖζον τῷ κύκλῳ τὸ μετ’ αὐτὴν νεῦρον τοῦ πρὸ
8. αὐτῆς. ὄψει δ’ αὐτὴν καὶ κατ’ ἄλλα μέν τινα μέρη,
9. καὶ μέν τοι κᾀν τοῖσδε τοῖς νεύροις τοῖς ἐξ ἐγκεφάλου
10. κατερχομένοις, οὐχ ἅπαξ ἢ δὶς, ἀλλ’ ἑξάκις ὑπάρχουσαν,
11. πρῶτον μὲν ἐν τῷ τραχήλῳ μικρὸν ἀνωτέρω τοῦ λάρυγγος,
12. δεύτερον δ’, ὅταν ἐμπίπτῃ τῷ θώρακι, πρὸς τὰς ῥίζας
13. τῶν πλευρῶν φερόμενα, καὶ τρίτον, ὅταν πρῶτον ἐξέλθῃ
14. τοῦ θώρακος. ἐν ἑκατέρῳ τοίνυν τῷ μέρει τοῦ ζώου, τῷ
15. τ’ ἀριστερῷ καὶ τῷ δεξιῷ, τρὶς τοιούτου σώματος ὄντος,
16. εἰκότως ἔφαμεν ἑξάκις ἐν αὐτοῖς εὑρίσκεσθαι. περὶ μὲν δὴ
17. τῶνδε τῶν νεύρων αὐτάρκως εἴρηται.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.5, ed. Kühn, 1822, vol. 4, p. 289-291. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩