Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.6, ed. Kühn, 1822, vol. 4, p. 292-303. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.6

1. Τῶν δ’ ἄλλων τῶν ἐξ ἐγκεφάλου μὲν ἐκπεφυκότων,
2. ἐπὶ. δὲ τὸν τράχηλόν τε καὶ τὰς ὠμοπλάτας
3. κατιόντων, ἐφεξῆς ἂν εἴη διελθεῖν τὴν νομήν. οὐδὲ γὰρ
4. οὐδ’ ἐπὶ τούτων ἡ φύσις, ἐνὸν αὐτῇ τῷ κατὰ τράχηλον
5. νωτιαίῳ χρήσασθαι πρὸς τὴν τῶν ἐνταῦθα νεύρων ἁπάντων
6. γένεσιν, ἐπιλαθομένη δὲ τοῦ πόῤῥωθεν αὐτὰ κατάγει μάτην,
7. ἀλλ’ εἰς ἐκείνους ἐμφύει τῶν μυῶν, ὅσοι μετέωρον
8. ἅμα τὴν θέσιν ἔχουσιν, ἀνασπῶσί τε τὴν ὠμοπλάτην ἐπὶ
9. τὴν κεφαλήν. εἰς γοῦν τοὺς πρώτους αὐτῆς εἰρημένους μῦς
10. τοὺς πλατεῖς, ὧν ἀρχὴ μὲν τὸ κατ’ ἰνίον ὀστοῦν τῆς κεφαλῆς,
11. τελευτὴ δὲ τῆς ὠμοπλάτης ἡ ῥάχις, ἀξιόλογον ἐμφύεται
12. νεῦρον ἐξ ἐγκεφάλου βλαστάνον ἅμα τοῖς ἄλλοις,
13. ὅσα κατὰ τὴν ἕκτην συζυγίαν ἐμφύεσθαι λέλεκται. ἀλλ’
14. ἐκεῖνα μὲν ἐς ταὐτὸ κάταντες φέρεται δι’ ἃς ὀλίγον ἔμπροσθεν
15. εἴρηκα χρείας· ἐγκλίνει δ’ εἰς τὰ πλάγια μέρη
16. τοῦ τραχήλου, ταύτῃ μετέωρα φερόμενα μέχρι τοῦ μυὸς, εἰς
17. ὃν ἐξ ἀρχῆς ὡρμήθη. μέγιστον γὰρ οἱ μύες οἵδε κατειλήφασι
18. νεῦρον, οὐ διὰ τὸ μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ἐνεργείας 
1. σφοδρὸν ὅλην ἀνέλκοντες ἄνω τὴν ὠμοπλάτην. ἐφεξῆς
2. δ’ αὐτῶν ἀξιόλογα νεῦρα τοῖς ἀπὸ τοῦ πρώτου μὲν
3. ἀρχομένοις σπονδύλου, καταφυομένοις δὲ τῷ μετεώρῳ μέρει
4. τῆς ὠμοπλάτης, ὑπὸ τῆς φύσεως ἐδόθη. καὶ γὰρ καὶ τούτων
5. τῶν μυῶν ἡ κίνησις ἰσχυρὰ, πολλὰς δ’ ἀρχὰς ἐσχήκασι
6. νεύρων οἱ περιστρέφοντες τὴν κεφαλὴν μύες, ὧν εἰς τὸ
7. στέρνον καὶ τὴν κλεῖν καθήκει τὰ πέρατα, διότι καὶ ἡ κίνησις
8. αὐτῶν ἐστι σύνθετος ἐξ εὐθειῶν ἐφεξῆς ἀλλήλαις
9. κειμένων ἐπιτελουμένη. ταῦτ’ ἄρα κατὰ μὲν τὴν πρώτην
10. ἔκφυσιν ἀπὸ τῶν εἰς τοὺς μεγάλους μῦς ἑκατέρας τῆς
11. ὠμοπλάτης ἰόντων νεύρων ἀποβλάστημά τι καταφύεται τοῖς
12. μυσὶν, ἐφεξῆς δὲ τῶν ἐν τῷ τραχήλῳ σπονδύλων, ἵν’ ἑκάστη
13. τῶν ἀρχῶν ἐφ’ ἑαυτὴν ἕλκουσα τὸν μῦν ποικίλην τῇ διαδοχῇ
14. τὴν κίνησιν ἐργάζηται. συμβαίνει γὰρ οὕτως ἀνάγκῃ
15. τοῖς λοξὴν μὲν ἔχουσι τὴν θέσιν, ἀρχὰς δὲ κινήσεων ἐν
16. διαφερούσαις χώραις ἱδρυμένας. κατὰ τοῦτο μὲν δὴ
17. τοῖς πρώτοις μέρεσι τῶνδε τῶν μυῶν ἐδόθη τι τῶν ἄνωθεν
1. νεύρων. ἀλλὰ καὶ τοῖς κατὰ τὰ παρίσθμια δυσὶ, καὶ τοῖς
2. ἐπὶ τῶν μεγαλοφώνων ζώων, ἐπὶ τοὺς κατὰ τὴν ταπεινὴν
3. πλευρὰν τοῦ ὑοειδοῦς μυὸς, καὶ τοῖς μυσὶν, οἳ καὶ τοῖς ἄνω
4. μέρεσι τῶν πλευρῶν τοῦ πρώτου χόνδρου κατ’ ἔνια τῶν
5. ζώων συνάπτονται, νεῦρον ἐξ ἐγκεφάλου δέδοται, διότι φωνητικά.
6. καί τις ἄλλη νεύρων λεπτῶν συζυγία πρὸς τὴν
7. ῥίζαν ἀφικνεῖται τῆς γλώττης, ἐν ἐκείνοις μάλιστα σαφῶς
8. τοῖς ζώοις, ἐν οἷς οἱ προειρημένοι μύες εἰσίν. ἐκφύεται δ’
9. αὕτη τῶν νεύρων ἡ συζυγία κατὰ τὴν ἕκτην ὀνομαζομένην
10. ὑπὸ Μαρίνου, πᾶσι μὲν ὑπάρχουσα τοῖς ζώοις, ὅσα παραπλήσιά
11. πως ἐστι τῷ ἀνθρώπῳ, διαφέρουσα δ’, ὡς εἴρηται.
12. τοῖς μὲν γὰρ ἤτοι μεγαλοφώνοις, ἢ πρὸς τὸ δάκνειν παρεσκευασμένοις
13. διὰ τὸ μέγεθος τῶν συνημμένων μυῶν τῷ ὑοειδεῖ,
14. πρὸς ἐκείνους μᾶλλον ἀναλίσκεται τὰ προειρημένα
15. νεῦρα, τοῖς δ’ ἄλλοις ἐπί τε τὴν φάρυγγα καὶ τὴν ῥίζαν
16. τῆς γλώττης μᾶλλον ἐξικνεῖται. νεῦρον δ’ οὐδὲν ἄλλο κατωτέρω
17. τοῦ προσώπου κατέρχεται τῶν ἐξ ἐγκεφάλου φυομένων,
1. ἀλλ’ εἰς τοὺς περὶ τοῦτον μῦς ἅμα τοῖς αἰσθητικοῖς
2. ὀργάνοις διανέμεται πάντα. λέλεκται δ’ ἔμπροσθεν αὐτῶν
3. ἡ νομή· καὶ νῦν ἀναμιμνήσκειν μὲν αὖθις αὐτῆς περιττὸν,
4. ἐπὶ δὲ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἰέναι βέλτιον, ἐπιδεικνύντας,
5. ὅπως κᾀκ τούτου τὴν νομὴν τῶν νεύρων ἡ φύσις
6. ἐποιήσατο δικαιοτάτην. εὐθὺς γοῦν, ὥσπερ ἐξ ἐγκεφάλου
7. πολλοῖς τῶν κάτω τοῦ προσώπου μορίοις ἔνειμέ τινα νεύρου
8. μοῖραν, οὐ μάτην οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ δι’ ἃς εἴρηκα
9. χρείας, οὕτως ἐπὶ τὴν κεφαλὴν ἐκ τραχήλου τῶν ἐκ νωτιαίου
10. νεύρων ἀνάγειν οὐκ ὀκνεῖ, μεγάλην μὲν ἐπὶ τῶν ἄλλων
11. ζώων, οἷς ὅ τε κροταφίτης μῦς μέγιστος, ἥ τε τῶν ὤτων
12. φύσις εὐκίνητός τε καὶ πολυκίνητος καὶ μεγάλη, παντελῶς
13. δὲ σμικρὰν τοῖς ζώοις ἐκείνοις, οἷς οὐδὲν τούτων, ὥσπερ ἀνθρώπῳ
14. καὶ πιθήκῳ. καὶ γὰρ ὁ κροταφίτης μῦς μικρὸς
15. τούτοις, καὶ ἡ τῶν ὤτων οὐσία σχεδὸν ἀκίνητος, ὅτι μὴ
16. παντάπασιν ἐλαχίστη τισὶν αὐτῶν ἐστι. διὰ τοῦτ’ οὖν καὶ
17. τὰ νεῦρα τούτοις τοῖς ζώοις μικρὰ πρὸς τὴν κεφαλὴν ἀναφέρεται,
1. δύο μὲν ἐκ τῶν ὀπίσω μερῶν, δύο δ’ ἐκ τῶν πλαγίων,
2. εἴς τε τὸ δέρμα διανεμόμενα καὶ τῶν ὤτων ἕκαστον.
3. ὥσπερ δ’ ὑπογραφαί τινές εἰσι μυῶν ἀμφὶ τὸ οὖς αὐτοῖς,
4. οὕτω καὶ νεῦρα σμικρότατα πρὸς τοῦθ’ ἥκει τὸ χωρίον. ἐπὶ
5. δέ γε τῶν εὐκίνητά τε καὶ μεγάλα κεκτημένων ὦτα καθάπερ
6. ἐν κύκλῳ πολλοῖς μυσὶν ἐστεφάνωται τὸ οὖς, οὕτω καὶ
7. νεύροις μεγάλοις εἰς αὐτοὺς διανεμομένοις. ἀποσχίζεται δὲ
8. ταῦτα τῆς δευτέρας τῶν ἐν τραχήλῳ συζυγίας. ἐπὶ γάρ τοι
9. τὰς κεφαλὰς τῶν μυῶν ἰέναι, ἅπασι τοῖς νεύροις ἀναγκαῖον
10. ἦν ἀνέρχεσθαι κάτωθεν. ἀλλὰ καὶ τῷ κροταφίτῃ μυῒ (καὶ
11. γὰρ καὶ τούτου τὴν κεφαλὴν ἐγγὺς τῶν κατ’ ἰνίον ἡ φύσις
12. ἔταξε χωρίων, ἐν οἷς ζώοις ὑπάρχει μέγιστος) εὐλόγως κᾀκ
13. τραχήλου τις ἐμφύεται μοῖρα νεύρου διὰ τῶν κατ’ ἰνίον
14. ἀναφερομένη μερῶν. τὴν δ’ εἰρημένην θέσιν ἡ κεφαλὴ τοῦ
15. κροταφίτου μυὸς μάλιστα μὲν ἐπὶ τῶν καρχαροδόντων καλουμένων
16. ἔχει, μετὰ ταῦτα κᾀπὶ τῶν μεγάλην ἐχόντων τὴν
17. γένυν. ἐπὶ τούτων γάρ τοι τῶν ζώων ὁ κροταφίτης μῦς μέγας
1. ὑπὸ τῆς φύσεως κατεσκευάσθη, τῶν μὲν εἰς τὸ δάκνειν
2. εὐρώστως, τῶν δ’ εἰς τὸ βαστάζειν τὴν γένυν ἰσχυροῦ δεομένων
3. μυός. ὁ δὲ δὴ λεπτὸς καὶ πλατὺς μῦς, ὁ
4. κινῶν τὴν γνάθον ἅμα τοῖς πλαγίοις μέρεσι τοῦ στόματος,
5. ὃν ἀποδέροντες ὁμοῦ τῷ δέρματι διέφθαρον οἱ πρὸ ἐμοῦ,
6. θαυμαστήν τινα τέχνην ἐνδείκνυται τῆς φύσεως. ἐπειδὴ
7. γὰρ αἱ μὲν ἀρχαὶ πολλαὶ τοῦ μυὸς τοῦδε, τελευτᾷ δ’ εἰς
8. τὰς γνάθους καὶ τὰ χείλη, διοῖγον εἰς τὰ πλάγια τὸ
9. στόμα, διὰ τοῦτο τάς τ’ ἶνας ἔχει πάσας ἐπὶ ταῦτα φερομένας
10. τὰ μέρη καὶ σὺν αὐταῖς τὰ νεῦρα. ταῖς μὲν
11. οὖν ἀπὸ τῆς ἀκάνθης τῶν ἐν τραχήλῳ σπονδύλων ἀρχομέναις
12. ἰσὶ συμπροέρχονται νεῦρα διὰ τοῦ τραχήλου μέχρι
13. τῶν ἔμπροσθεν ἐγκάρσια μέγιστά τε καὶ πλεῖστα, διότι
14. καὶ ὁ σύνδεσμος ὁ ὑμενώδης, ὁ τὰς ἶνας ἔχων, ἀπὸ τῆς
15. ἀκάνθης ἐκπέφυκεν, ἥ τε κυριωτάτη τοῦ μυὸς ἀρχὴ κατ’
16. ἐκεῖνο τὸ χωρίον ὑπάρχει. ταῖς δὲ ἀπὸ τῆς ὠμοπλάτης
17. καὶ κλειδὸς ἀναφερομέναις ἰσὶν ἐλάττω καὶ τὰ νεῦρά ἐστι,
18. κατὰ τὴν τῶν ἰνῶν φορὰν καὶ ταῦτα συμπροερχόμενα. 
1. μιᾶς δ’ οὔσης ἐκφύσεως ἑκατέρωθεν ἐν ἑκάστῳ τῶν κατὰ
2. τὸν τράχηλον σπονδύλων, καὶ ταύτης ἐγκαρσίαν ἐχούσης τὴν
3. ῥίζαν τοῦ νεύρου, θαυμαστὸν, ὅπως, ὅσαι μὲν ἐν τοῖς πρόσω
4. μέρεσι τῆς ἐκφύσεως ὑπάρχουσι τοῦ μυὸς ἶνες, εἰς ταύτας
5. ἐμφύεται τὰ νεῦρα, πρὸς τὴν ἄνω φορὰν ἐπιστρεφόμενα
6. κατά τινας καμπὰς εὐμηχάνως ὑπὸ τῆς φύσεως εὑρημένας,
7. τὰς μὲν περὶ μῦς τινας, ἢ ἀρτηρίας, ἢ φλέβας, ἐνίας δὲ
8. καὶ δι’ ὑμένων, οὓς αὐτὴ διατίτρησιν ὀπαῖς λεπταῖς ἴσαις
9. τοῖς νεύροις· ὅσαι δ’ αὖ λοξαὶ τῶν ἰνῶν, ἑτοιμότερον ταύταις
10. ἐμφύει τὸ νεῦρον λοξόν. ἐπί τε τῶν ὄπισθεν μορίων
11. ἐκ τῆς ἀκάνθης φερομένων μεῖζον τὸ θαῦμα τῶν ἔργων τῆς
12. φύσεώς ἐστιν. ἔδει μὲν γὰρ καὶ ταύταις ἀπὸ τῆς ἀκάνθης
13. συμπροέρχεσθαι νεῦρα, καθάπερ καὶ φαίνεται. θεασάμενος
14. δ’ αὐτά τις οἰήσεται τῶν ὀστῶν αὐτῶν τῆς ἀκάνθης ἐκπεφυκέναι·
15. τὸ δ’ οὐχ οὕτως ἔχει. καὶ γὰρ καὶ τούτοις τοῖς
16. νεύροις ὁ ἐν τῷ τραχήλῳ νωτιαῖος ἀρχὴ διὰ τῶν κοινῶν ἐν
17. τοῖς σπονδύλοις τρημάτων, ἅπερ ἐν τοῖς πλαγίοις αὐτῶν
1. ἐστι, τὴν πρώτην ἔκφυσιν ἔχει. αὕτη γάρ τοι μία καθ’
2. ἑκάτερον μέρος ἑκάστου σπονδύλου τοῖς ἀπὸ τοῦ νωτιαίου
3. νεύροις ἀρχή. διανέμει δ’ αὐτὰ θαυμασίως ὅπως ἡ φύσις
4. εὐθὺς ἀνίσχοντα παρὰ τὰς ἀποφύσεις τῶν σπονδύλων, ἔνια
5. μὲν ἐγκάρσια πρὸς τοὐπίσω καὶ πρόσω τοῦ τραχήλου προσάγουσα,
6. τινὰ δ’ ἐγκλίνουσα περὶ δή τινας καμπὰς ὄρθιά τε
7. καὶ κατάντη καὶ λοξά. ταύτης οὖν τῆς ποικιλίας φαινομένης
8. κατά τινας τῶν νεύρων ἐκφύσεις, ἤν γέ τις ἀκριβῶς
9. ἀνατέμῃ, θαυμασιώτερον ἔτι καὶ ἀπορώτερον γίνεται τὸ περὶ
10. τῶν ἀπὸ τῆς ἀκάνθης φερομένων νεύρων. καὶ διὰ τοῦτο
11. ἀγνοεῖται καὶ τοῖς ἀνατομικωτάτοις εἶναι δοκοῦσι μέγιστόν
12. τι καὶ τοῦτο τῶν ἔργων τῆς φύσεως. ὅπου γὰρ ὅλον οὐκ
13. ἴσασι τὸν μῦν τοῦτον, πολὺ μᾶλλον οὐδὲ τῶν νεύρων ἄν τι
14. γνοῖεν τῶν κατ’ αὐτόν. ἀλλ’ ἡ φύσις ἀποβλάστημα καθ’
15. ἑκάστην ἔκφυσιν νεύρου πάντων τῶν ἐν τραχήλῳ μετὰ τὸν
16. β΄ ἐπὶ τὴν ὀπίσω χώραν ἐγκαρσίαν ἄγουσα διὰ βάθους
17. ἕως τῆς κατὰ τὴν ἄκανθαν ῥίζης, ἐντεῦθεν ἀνάγει μετὰ
1. τῆς ἀκάνθης ἄχρι τοῦ προειρημένου συνδέσμου λεπτοῦ καὶ
2. πλατέος ὄντος οἷόν περ ὑμένος, εἶτ’ αὐτὸν τοῦτον τιτρᾶσα
3. λεπτοτάταις ὀπαῖς ἴσαις τοῖς νεύροις, ἐπανάγει πάλιν αὐτὰ
4. διὰ τοῦ τραχήλου πρόσω. καὶ εἰ τοὺς μεταξὺ μῦς ἐξέλοις,
5. θεάσῃ μετὰ τὴν πρώτην ἔκφυσιν, ἣν ἐκ τοῦ νωτιαίου
6. ποιεῖται τῶν νεύρων ἕκαστον, ὀπίσω μὲν πρότερον ἐγκάρσιον
7. ἐπὶ τῶν διὰ βάθους μυῶν τοῦ τραχήλου φερόμενον,
8. αὖθις δ’ ἐπιπολῆς ὑπὸ τῷ δέρματι πρόσω παραγινόμενον
9. ὁμοίως ἐγκάρσιον, ἐπὶ τοῦ πλατέος ὀχούμενον συνδέσμου
10. (τούτῳ γὰρ εἰς πάντα χρῆται) παλινδρομεῖν ἀπαρξάμενον.
11. ἐν μέν γε ταῖς ὀπαῖς αὐτοῦ κάμπτεται· μετὰ ταῦτα
12. δ’ ἐπιφύεται, καὶ βαστάζεται, καὶ προσάγεται δι’ αὐτοῦ.
13. τὰ μὲν οὖν ἄλλα πάντα τοῦ πλατέος ἐκείνου καὶ λεπτοῦ
14. μυὸς ἑνὸς ἑκατέρωθεν ὄντος οὕτω τοῖς νεύροις διαπέπλεκται·
15. τὰ δ’ ἀπὸ τῆς ῥίζης τῶν ὤτων διὰ τῶν γνάθων
16. αὐτοῦ κατὰ τοῦ μασητῆρος ἐποχούμενα τοῖς κατὰ τὸ τυφλὸν
17. τρῆμα διεκπίπτουσι χρῆται, τὴν θέσιν ὁμοίαν ἔχουσι
18. ταῖς κατὰ τοῦτο τὸ μέρος ἰσὶ καὶ τὴν ἀρχὴν ἐγγυτέρω.
1. τοῦτο τὸ ἔργον τε καὶ θαῦμα τῆς φύσεως ἠγνοήθη τοῖς
2. ἀνατομικοῖς, ὥσπερ καὶ ἄλλα πολλὰ περιττὰ μηχανήματα
3. περὶ τὴν κατασκευὴν τοῦ ζώου. καὶ γὰρ καὶ ὅτι τρεῖς μὲν
4. συζυγίαι μυῶν ἀνανεύουσιν εἰς τοὐπίσω τράχηλόν τε καὶ
5. κεφαλὴν, ἕτεραι δὲ τέτταρες περὶ τὸ τῆς κεφαλῆς ἄρθρον
6. αὐτὸ κατὰ τὸν α΄ τε καὶ β΄σπόνδυλον ἄνευ τοῦ τραχήλου
7. τὴν κεφαλὴν μόνην κινοῦσιν ὀπίσω, καί τινες ἄλλαι πρὸς
8. ἑκάτερον τῶν πλαγίων ἠγνόηνται μὲν ἰατροῖς· ἡ φύσις δ’
9. οὐδὲ τούτων οὐδὲν ἀργῶς ἐποίησεν, ὡς ἔδειξα, καὶ τῶν κινούντων
10. νεύρων ἅπαντας τοὺς εἰρημένους μῦς ἀρχὴν τὸν
11. νωτιαῖον ἐδημιούργησε, κατὰ τὰς κινήσεις τῶν μυῶν ἑκάστου
12. νεύρου τὴν φορὰν ἐργασαμένη. τοῦτο δ’ οὐχ ἥκιστα
13. καὶ καθ’ ὅλον ἔπραξε τὸ ζῶον. ὡς γὰρ τοῖς ἐν τραχήλῳ
14. μυσὶν ἡ φορὰ τῶν νεύρων ἀπὸ τῶν κάτω μερῶν ἄνω γίνεται,
15. διότι τὴν κεφαλὴν κινοῦσι πρόσω, οὕτω τοῖς ἀπάγουσι
16. πρὸς τὸν νῶτον ὀπίσω τὴν ὠμοπλάτην δύο μυσὶν
17. ἐπὶ τῶν κατὰ τὴν ἄκανθαν μορίων ἡ τῶν νεύρων ἀρχὴ
18. ταχθεῖσα συμπροέρχεταί τε καὶ συγκατασχίζεται μέχρι τῆς
1. ὠμοπλάτης. ἄγει μὲν γὰρ καὶ πρὸς τούτους τοὺς μῦς ἡ
2. φύσις τὰ νεῦρα διὰ βάθους οὐκ ὀλίγου, ταῖς κεφαλαῖς δ’
3. αὐτῶν ἐμφύουσα τὴν αὐτὴν μὲν ὁδὸν, ὑψηλοτέραν δ’, ἐπανάγει
4. δι’ ἐγκαρσίας θέσεως. οὕτω δὲ καὶ κατὰ τὸν ἐφεξῆς
5. αὐτοῖς μῦν τὸν μέγαν, ὃς καὶ τοῖς κάτω πέρασι τῆς ὠμοπλάτης
6. ἐπιπεφυκὼς αὐτήν τε ταύτην κατασπᾷ διὰ τῶν ἐνθάδε
7. λαβῶν καὶ μετὰ ταύτην τὸν βραχίονα διὰ τῆς μασχάλης
8. ἀναφερόμενος, εὕροις ἂν τὰ νεῦρα πάντα διακείμενα
9. τῇ θέσει κατὰ τὸν αὐτὸν τρόπον ταῖς ἰσὶ, καὶ μάλιστά γε
10. ὅταν ἀνατείνηται παρὰ τὰς πλευρὰς ἐπὶ τὴν μασχάλην.
11. ἐὰν δ’ ἀποδείρας ἅπαν τὸ περὶ τὸν θώρακα δέρμα σκοπεῖν
12. ἐθελήσαις τῶν νεύρων τὴν φορὰν, οὐχ ἁπλῆν ἢ μίαν, ἀλλ’
13. ἱκανῶς πολυειδῆ θεάσῃ. τῷ μέν γε δέρματι καὶ τοῖς ὑμέσιν
14. ἄνωθεν καταφερόμενα διασπείρεται νεῦρα, τοῖς δ’ ὑποτεταγμένοις
15. αὐτοῖς μυσὶ, τούτῳ τε τῷ προκειμένῳ κατὰ τὸν
16. λόγον, ἐκ τῶν μεγίστων ὄντι, καὶ τῷ λεπτῷ τῷ μετ’ αὐτοὺς,
17. μὴ γινωσκομένῳ μηδ’ αὐτῷ τοῖς ἀνατομικοῖς, οὐδὲν ἐκ τούτων
18. τῶν νεύρων ἀποπλανηθὲν ἐνέφυ, ἀλλ’ ἔστι θεάσασθαι 
1. παρερχόμενα μὲν ἄλληλα τὰ νεῦρα, τοῖς δ’ οἰκείοις ἑκατέρας
2. διασπειρόμενα μορίοις.

Cliquer un n° de page pour en afficher l’image